- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:90.28-92.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利阐明普遍种属依赖于具体的个别事物,并指出《范畴篇》的意图在于考察最先指称可感个体的语词,以此确立不可分个体作为第一实体的地位,并化解了亚里士多德未将叡智实体立为第一实体的指责。
Ἐ. Τί δήποτε; Ἀ. Ὅτι περὶ Σωκράτους μόνον πεποίησαι τὸν λόγον, οὗ ἀναιρεθέντος ὁ ἄνθρωπος καὶ τὸ ζῷον μένει, δεῖ δὲ οὐκ ἐφ’ ἑνὸς ποιεῖσθαι τὸν λόγον, ἀλλ’ εὖ εἰδέναι, ὅτι οὐκ ἔστιν ἄτομος οὐσία ὁ εἷς τῶν κατὰ μέρος ἀλλ’ οἱ καθ’ ἕκαστον ἄνθρωποι πάντες, ἐξ ὧν καὶ ὁ κοινῇ κατηγορούμενος ἄνθρωπος ἐπενοήθη, καὶ τὰ καθ’ ἕκαστον ζῷα, δι’ ἃ τὸ κοινῇ κατηγορούμενον ἐνοήσαμεν ζῷον. ἃ δὴ καὶ αἴτια τοῖς κοινῇ κατηγορουμένοις ἐστὶ τοῦ εἶναι·1 παρὰ γὰρ τὰ καθ’ ἕκαστον οὔτε βοῦν οὔτε ἄνθρωπον οὔτε ἵππον οὔτε ὅλως ἔστι νοῆσαι ζῷον. εἰ δὲ ἀπὸ τῆς τῶν καθ’ ἕκαστον αἰσθήσεως ἐπὶ τὸ κοινῇ τῇ διανοίᾳ ἀφικνούμεθα, ὅπερ οὐκέτι τόδε τι νοοῦμεν ἀλλὰ τοιόνδε, εἰ τὰ καθ’ ἕκαστον ἀναιρεθῇ ζῷα, οὐκέτι οὐδὲ τὸ κοινῇ κατηγορούμενον κατ’ αὐτῶν ἔσται. εἰσὶ δὲ καὶ αἱ σημαντικαὶ λέξεις τῶν ὄντων ἐπὶ πρότερα τὰ ἄτομα κατωνομασμέναι, εἶτα ἀπὸ τούτων ἐπὶ τὰ κοινὰ ἡ διάνοια μετῆλθεν. ἐπεὶ τοίνυν περὶ λέξεων σημαντικῶν ἡ πρόθεσις, αἱ δὲ λέξεις ἐπὶ πρῶτα τὰ αἰσθητὰ ἐπετέθησαν (τούτοις γὰρ πρώτοις κατ’ αἴσθησιν ἐντυγχάνομεν), ταύτας καὶ πρώτας ἔθετο ὁ Ἀριστοτέλης εἶναι οὐσίας κατὰ τὴν πρόθεσιν, ὥσπερ πρῶται αἱ αἰσθηταὶ κατωνομάσθησαν, οὕτως ὡς πρὸς τὰς σημαντικὰς λέξεις πρώτας τιθεὶς τὰς ἀτόμους οὐσίας. Ἐ. Ἐκ δὲ ταύτης τῆς αἰτίας ζητεῖ ὁ λόγος καί τι ἄλλο ἔγκλημα; Ἀ. Λέγω ὅτι αἰτιῶμαι αὐτόν, ὅτι κυριώτατα κατὰ αὐτὸν καὶ μάλιστα καὶ πρώτως λεγομένων πρώτων οὐσιῶν τῶν νοητῶν2 οἷον τοῦ νοητοῦ θεοῦ καὶ τοῦ νοῦ καί, εἴπερ εἰσὶν ἰδέαι, καὶ τῶν ἰδεῶν, παριστὰς ταύτας πρώτας οὐσίας ἔφη τὰς ἐν τοῖς αἰσθητοῖς ἀτόμους.
问:究竟为什么? 答:因为你仅仅就苏格拉底一人作了论述,当他被取消时,人和动物依然存留;但人不应当就单个个体作论述,而应当清楚地知道,不可分的实体并不是个别事物中的某一个,而是所有个别的具体的人(作为普遍述词的人正是从他们中被构想出来的),以及个别的动物(我们正是因它们才构想了作为普遍述词的动物)。而正是这些个别事物构成了普遍述词存在的根据;因为脱离了个别事物,既不可能构想牛,也不可能构想人或马,乃至根本不可能构想动物。如果我们是从对个别事物的感知,借由理智达至普遍事物(我们不再将其构想为“这个”,而是构想为“这样的”),那么如果个别的动物被取消,对它们作普遍述说的述词也就不复存在了。此外,表示存在者的语词也是首先用来命名不可分之物的,随后思想才从这些出发转至普遍事物。因此,既然[本书的]意图是探讨具有指称性的语词,而语词最先是赋予可感知之物的(因为在感知中我们最先遇到它们),亚里士多德便按照这一意图设定这些可感知之物是第一实体,正如可感知之物最先被命名那样,就与指称性语词的关联而言将不可分的实体设定为第一实体。 问:那么从这一原因出发,该论证是否还寻求某种别的责难? 答:我说,我对他的责难在于:按照他自己的学说,叡智之物——诸如叡智的神、理智,以及如果真有理念的话,还有理念——才最本真、最根本且居于首位地被称为第一实体,而他却没有展现这些,反而宣称可感知之物中的不可分者是第一实体。
Ἐ. Πῶς γὰρ λύσεις αὐτοῦ ταύτην τὴν αἰτίαν; Ἀ. Ὅτι, φήσω, ἐπεὶ περὶ λέξεων σημαντικῶν ἡ πρόθεσις, αἱ δὲ λέξεις πρώτως ἐπὶ τὰ αἰσθητὰ ἐτέθησαν (ἃ γὰρ εἶδον καὶ ὧν ᾔσθοντο οἱ ἄνθρωποι πρῶτον ταῦτα κατωνόμασαν, δευτέρως δὲ τὰ τῇ φύσει μὲν πρῶτα, αἰσθήσει δὲ δεύτερα), εἰκότως ἃ ταῖς λέξεσι πρῶτα κατωνομάσθη (ἔστι δὲ τὰ αἰσθητὰ καὶ τὰ ἄτομα), πρώτας οὐσίας ἔθετο. ὥστε ὡς πρὸς τὰς σημαντικὰς λέξεις πρῶται οὐσίαι αἱ ἄτομοι αἰσθηταί, ὡς δὲ πρὸς τὴν φύσιν πρῶται αἱ νοηταί. πρόκειται δὲ κατὰ τὰς σημαντικὰς λέξεις τὰ γένη τῶν ὄντων διελεῖν, αἱ δὲ σημαντικαὶ πρώτως εἰσὶν τῶν αἰσθητῶν ἀτόμων οὐσιῶν.
问:那么你将如何替他化解这一责难? 答:因为,我会说,既然[本书的]意图是探讨指称性的语词,而语词居于首位地被赋予可感知之物(因为人们最初命名的是他们所见和所感知之物,第二位命名的才是在本性上次序居先而在感知中次序居后的事物),因此他理所当然地把由语词最初命名的那些事物(也就是可感知的和不可分之物)设定为第一实体。因此,就与指称性语词的关联而言,可感知的不可分者是第一实体;但就与本性的关联而言,叡智之物才是第一实体。而这里的课题是根据指称性语词来划分存在者的属,而指称性语词居于首位地属于可感知的不可分实体。
Ἐ. Ἀλλ’ ἐπεὶ ὁμωνύμως καὶ τὸ εἶδος καὶ τὸ γένος λέγεται, ποῖα εἴδη λαμβάνει καὶ ποῖα γένη; Ἀ. Ἃ λέγει εἶναι δευτέρας οὐσίας.
问:但既然“种”与“属”都是在同名异义的意义上被说出的,他所选取的是怎样的种和怎样的属? 答:是他所称的作为第二实体的那些。
Ἐ. Καὶ πῶς παρέστησε; Ἀ. Λέγω ὅτι ἐν τῷ οἱονεὶ φάναι·3 μὴ γὰρ δὴ νομίσῃς ἄλλων εἰδῶν με λέγειν γένη, τοῦτ’ ἔστιν ἄλλων ἀτόμων εἴδη οἷον τῶν συμβεβηκότων, ἀλλὰ τούτων τῶν εἰδῶν, ἐν οἷς εἴδεσίν εἰσιν αἱ ἄτομοι οὐσίαι καὶ τὰ τῶν εἰδῶν τούτων γένη. ἐξηγεῖται δὲ καὶ αὐτὸς ὃ λέγει, ἐν οἷς φησιν ὅτι ὁ〈τὶς〉 ἄνθρωπος ὡς ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τούτου τὸ ζῷον.
问:他是如何表明这一点的? 答:我说,他是借由仿佛这样说而表明的:“你绝不要以为我说的是其他种的属,即其他不可分之物的种(例如偶性之种),而是指不可分实体存在于其中的那些种,以及这些种的属。”并且他自己在其所言之中也解释了他的意思,他说个别的人在人之中就像在种之中一样,而这一种的属则是动物。
- 3.3.19ἃ δὴ καὶ αἴτια τοῖς κοινῇ κατηγορουμένοις ἐστὶ τοῦ εἶναι
关系代名词 ἃ 作主语,指代前述具体的个别人与动物。τοῖς κοινῇ κατηγορουμένοις 是形容词 αἴτια 所要求的与格补足语(“对普遍述词而言”),τοῦ εἶναι 则是带冠词的不定词属格,作 αἴτια 的内容补足语(“存在的[原因]”)。
- 3.3.20κυριώτατα κατὰ αὐτὸν καὶ μάλιστα καὶ πρώτως λεγομένων πρώτων οὐσιῶν τῶν νοητῶν
此句为带有让步语气的属格独立结构。逻辑主语是 τῶν νοητῶν,述语分词为 λεγομένων,πρώτων οὐσιῶν 作表语名词,前面的副词短语 κυριώτατα κατὰ αὐτὸν καὶ μάλιστα καὶ πρώτως 修饰分词(“尽管按照他自己的说法,叡智之物才最本真、最根本、居首位地被称为第一实体”)。后文的 παριστάς 则以亚里士多德为主语。
- 3.3.23ἐν τῷ οἱονεὶ φάναι
前置词 ἐν 支配带冠词的不定词 τῷ φάναι,表方式或手段(“在……所说之中”)。副词 οἱονεί(“仿佛/可以说是”)表明其后引出的直接引语(μὴ γὰρ δὴ νομίσῃς...)并非亚里士多德的原文字面引用,而是注疏家拟构的意译与实质重述。
