← 波菲利

亚里士多德《范畴篇》释义

§89.26-90.27

第一实体的优先性与第二实体的界定

波菲利解释了个别实体为何最根本地是实体,以及唯有包含个体的种和属才是第二实体,随后问者提出了普遍者的消灭会牵连个体的反驳疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.14

Ἐ. Διὰ τί οὖν μάλιστα; Ἀ. Ὅτι ἐν τοῖς δέκα τὸ ὑποκείμενόν ἐστιν ἡ οὐσία, ἐν δὲ τοῖς ὑποκειμένοις τὸ μάλιστα ὑποκείμενον καὶ μάλιστα ἂν εἴη οὐσία, ἡ δὲ ἄτομος οὐσία μᾶλλον ὑπόκειται, ὥστε ἥδε ἂν εἴη μάλιστα οὐσία. ὑπόκειται δὲ ἅπασιν τοῖς μὲν οἰκείοις εἴδεσιν καὶ τοῖς γένεσι καθ’ ὑποκειμένης κατηγορουμένοις αὐτῆς, τοῖς δὲ συμβεβηκόσιν ἐν ὑποκειμένῃ αὐτῇ οὖσιν. ὥστε κυριωτάτη ἂν εἴη ἡ ἄτομος οὐσία καὶ μάλιστα καὶ πρώτως οὐσία.

问:那么为什么是最根本的?答:因为在十个[范畴]中,作为基底的是实体,而在作为基底的事物中,最作为基底的也就最是实体;而不可分的实体更作为基底,因此这应当最是实体。并且它作为一切事物的基底:既作为其固有的种和属的基底(它们对作为基底的它被表述),又作为偶性的基底(它们在作为基底的它之中)。因此,不可分的实体应当是最本真的实体,也是最根本、最优先的实体。

§3.3.15

Ἐ. Τὰς δὲ δευτέρας οὐσίας τίνας εἴρηκεν εἶναι ὁ Ἀριστοτέλης; Ἀ. Τὰ εἴδη καὶ τὰ γένη.

问:那么亚里士多德说第二实体是什么?答:种和属。

§3.3.16

Ἐ. Ἆρα οὖν ἁπλῶς πάντα τὰ εἴδη καὶ τὰ γένη;

问:那么是无条件地指一切种和属吗?

§3.3.17

Ἀ. Οὐδαμῶς. Ἐ. Ἀλλὰ ποῖα εἴδη καὶ ποῖα γένη; Ἀ. Ἐν οἷς, φησίν, εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη.1 ἐν γὰρ τοῖς εἴδεσί πως τὰ ἄτομά ἐστιν, ὅτι ἐν τοῖς ἐπὶ πλέον λεγομένοις τὰ ἐπ’ ἔλαττον λεγόμενα περιέχεσθαι λέγεται. ταῦτά τε οὖν τὰ εἴδη τὰ περιέχοντα τὰς ἀτόμους οὐσίας καὶ τὰ τούτων τῶν εἰδῶν γένη τὰ περιέχοντα τὰ τοιαῦτα εἴδη εἴη ἂν δεύτεραι οὐσίαι οἷον ἄνθρωπος καὶ ζῷον· ἐν γὰρ τῷ ἀνθρώπῳ ὁ τὶς ἄνθρωπος ἐν εἴδει, γένος δὲ τοῦ εἴδους τοῦ ἀνθρώπου τὸ ζῷον. δεύτεραι οὖν αὗται οὐσίαι λέγονται οἷον ὁ ἄνθρωπος καὶ τὸ ζῷον καὶ τὰ ὅμοια.

答:绝非如此。问:而是怎样的种和怎样的属?答:他说,是指所谓的第一实体存在于其中的那些种,既指这些种,也指这些种的属。因为不可分之物在某种意义上存在于种之中,因为在外延较窄的意义上被说出的事物,被称为被包含在外延较广的意义上被说出的事物之中。因此,包含不可分实体的这些种,以及包含此类种的这些种的属,应当是第二实体,例如人和动物;因为在人之中,某个个别的人存在于种之中,而动物是人这一种的属。因此,这些事物,例如人和动物以及类似的事物,被称为第二实体。

§3.3.18

Ἐ. Ἀλλὰ πῶς, εἰ διὰ τὸ ἀναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δὲ φὴς τὰς πρώτας οὐσίας πρώτας εἶναι καὶ μάλιστα καὶ κυριώτατα, διὰ τοῦτο λέγεσθαι τὰς ἀτόμους οὐσίας εἶναι οὐσίας, ἀνθρώπου δὲ τοῦ κοινοῦ κατηγορουμένου ἀναιρεθέντος τῇ ἐπινοίᾳ καὶ ὁ Σωκράτης, ὅσπερ ἦν ἄτομος οὐσία2 καὶ πρώτη, ἀναιρεῖται, οὐκ ἂν εἴη τὸ εἶδος μᾶλλον οὐσία, * * * ἐπεὶ καὶ τοῦ ζῴου ἀναιρεθέντος ὁμοίως τῷ λόγῳ καὶ ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης οὐκέτι εἰσίν; ὥστε διὰ τί οὐ πρότερον Σωκράτους ὁ ἄνθρωπος, εἴ γε ἀναιρούμενος συναναιρεῖ, ἀναιρουμένου δὲ οὐ συναναιρεῖται· Σωκράτους γὰρ μὴ ὄντος ἔστιν ὁ ἄνθρωπος, ἀνθρώπου δὲ μὴ ὄντος οὐκ ἔστιν Σωκράτης. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ζῴου· ζῴου μὲν γὰρ ὄντος δύναται εἶναι Σωκράτης, ζῴου δὲ πάντως ἀναιρεθέντος οὐδ’ ἂν εἴη Σωκράτης. οὔκουν τί ἐκ τούτου συνάγεται; εἰ γὰρ πρῶτά ἐστι ταῦτα, ἃ συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, τὸ δὲ ζῷον καὶ ὁ ἄνθρωπος συναναιρεῖ μὲν τὸν Σωκράτην, οὐ συναναιρεῖται δὲ σὺν τῷ Σωκράτει, οὐχ ὁ Σωκράτης ἂν εἴη οὐσία πρώτη ἀλλὰ τὰ γένη καὶ τὰ εἴδη. τί οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν εἴποις ἄν; Ἀ. Φημὶ ὅτι οὐ κατὰ λόγον τὸ εἰρημένον προήγαγες.

问:但是,如果你说第一实体之所以居首位、最根本且最本真,是因为取消其他事物却不随之被取消,且不可分的实体正因此被称为实体,那么怎么会不是种更作为实体呢,既然当作为共同述词的人在思想中被取消时,作为不可分实体和第一实体的苏格拉底也被取消了? * * * 因为当动物同样在理路中被取消时,人和苏格拉底也都不复存在。因此,如果人在被取消时随之取消[苏格拉底],而在[苏格拉底]被取消时却不随之被取消,那么为什么人不在苏格拉底之先呢?因为苏格拉底不存在时,人依然存在;但人若不存在,苏格拉底也就不存在。对于动物来说同样也是如此;因为动物存在时,苏格拉底能够存在,但若动物彻底被取消,苏格拉底也就不可能存在。那么,由此能推论出什么呢?因为如果那些取消其他事物却不随之被取消的事物是第一位的事物,而动物和人取消了苏格拉底却不随同苏格拉底一起被取消,那么第一实体岂不应当是属和种,而不是苏格拉底了吗?对于这样的疑难,你会说什么呢?答:我说,你的论述并没有合乎理路地展开。

语法注2 条
  1. 3.3.17Ἐν οἷς, φησίν, εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη

    先行词(εἴδη)被吸收进关系从句中的吸引结构(ἐν οἷς εἴδεσιν)。主句的主语核心为 ταῦτά [τε τὰ εἴδη] καὶ τὰ τῶν εἰδῶν τούτων γένη,谓词“是第二实体”根据上下文(引自《范畴篇》2a14–16)补充理解。

  2. 3.3.18Ἀλλὰ πῶς, εἰ διὰ τὸ ἀναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δὲ φὴς τὰς πρώτας οὐσίας πρώτας εἶναι καὶ μάλιστα καὶ κυριώτατα, διὰ τοῦτο λέγεσθαι τὰς ἀτόμους οὐσίας εἶναι οὐσίας, ἀνθρώπου δὲ τοῦ κοινοῦ κατηγορουμένου ἀναιρεθέντος τῇ ἐπινοίᾳ καὶ ὁ Σωκράτης, ὅσπερ ἦν ἄτομος οὐσία καὶ πρώτη, ἀναιρεῖται, οὐκ ἂν εἴη τὸ εἶδος μᾶλλον οὐσία

    提问者提出的长篇反驳之骨架。由疑问词 πῶς 引导的主句归结句为后方的 οὐκ ἂν εἴη τὸ εἶδος μᾶλλον οὐσία(“难道不是种更应当是实体吗?”)。在条件从句 εἰ φῄς(“如果你说……”)内部,应答者先前的论据与独立属格句(ἀνθρώπου ... ἀναιρεθέντος)所揭示的事实(普遍者的消灭会导致个体的消灭)形成了对比性的嵌套。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:89.26-90.27