- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:88.2-89.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利讨论了《范畴篇》中关于实体讨论的开端,解释了为何实体先于其他范畴被论述、其实体的初步概念、本篇侧重于复合物而非质料或形式、第一实体(个体)与第二实体(种和属)的区别,以及为何第一实体最本真地被称为实体。
Ἐ. Ἀλλὰ † ποῖα μὲν τῆς ἑκάστης ἐστὶ τῶν κατηγοριῶν, διὰ παραδειγμάτων παρέστησας. ἔτι μὴν καὶ περὶ ἑκάστης λέγε, ἵνα ἑκάστης ἐκδιδάξῃς, διὰ τί περὶ τῆς οὐσίας πρῶτον τῶν ἄλλων ποιεῖται τὸν λόγον. Ἀ. Ὅτι τὰ ἄλλα πάντα ἐν αὐτῇ ὄντα1 καὶ ταύτης δεόμενα εἰς τὸ εἶναι ὥσπερ προτέραν αὐτὴν δείκνυσιν οὖσαν φύσει, οὕτως καὶ τὸν περὶ αὐτῆς λόγον πρὸ τῶν ἄλλων ἀποφαίνει πρότερον ὄντα.
问:你已经通过例子说明了各个范畴是怎样的。但请进一步论述每一个,以便教导关于每一个范畴的内容,为何他先于其他范畴首先论述实体。答:因为所有其他事物都在实体之中并且为了存在而需要它,这正如表明了实体在自然本性上居先一样,同样也表明了关于它的论说先于其他论说而居先。
Ἐ. Τί οὖν ἐστιν ἡ οὐσία; Ἀ. Ὅρον μὲν αὐτῆς δοῦναι οὐκ ἔστιν, ὥσπερ εἴπομεν, παραδείγματα δὲ ἤδη δεδώκαμεν. ἔννοιαν δὲ αὐτῆς τοιαύτην ἀποδίδωσιν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι (αὕτη μὲν γὰρ ὑπόκειται τοῖς ἄλλοις γένεσιν, τὰ ἄλλα δὲ ἄνευ αὐτῆς τὸ εἶναι οὐκ ἂν ἔχοι) καὶ τὸ ἴδιον ζητήσει.
问:那么,实体是什么?答:正如我们所说,不可能给出它的定义,但我们已经给出了例子。另一方面,他给出了关于实体的这样一种概念,〔即〕不在基底之中(因为实体是其他诸属的基底,而其他事物没有它就不能具有存在),并且将探究其特有属性。
Ἐ. Ποσαχῶς ἐν ἄλλοις τὴν οὐσίαν λέγει; Ἀ. Τριχῶς· καὶ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον λέγει οὐσίαν.
问:他在其他地方从几种意义上谈论实体?答:从三种意义上;因为他把质料、形式以及两者的复合物称为实体。
Ἐ. Νῦν δὲ τίνα οὐσίαν λαμβάνει εἰς τὴν διδασκαλίαν; Ἀ. Τὴν ὡς συναμφότερον. Ἐ. Ἆρα οὖν κἀκείνων ἐμνήσθη; Ἀ. Ναί.
问:那么现在他采纳哪种实体用于讲授?答:作为复合物的实体。问:那么他也提到了那些[其他实体]吗?答:是的。
Ἐ. Πῶς;
问:如何提到的?
Ἀ. Ὅτι λέγει καὶ τὰ μέρη τῆς οὐσίας εἶναι οὐσίας, μέρη δὲ τῆς συναμφοτέρου ἥ τε ὕλη καὶ τὸ εἶδος.
答:因为他说实体的各个部分也是实体,而复合物的各个部分就是质料和形式。
Ἐ. Ἐνταῦθα δὲ τίνας τῆς οὐσίας εἴρηκεν διαφοράς; Ἀ. Ὅτι αἱ μέν εἰσιν πρῶται, αἱ δὲ δεύτεραι.
问:那么在这里他谈到了实体的哪些种差?答:有些是第一实体,有些是第二实体。
Ἐ. Τίνες πρῶται; Ἀ. Αἱ ἄτομοι, ὁ Σωκράτης, ὁ Πλάτων.
问:哪些是第一实体?答:不可分之物,苏格拉底,柏拉图。
Ἐ. Τίνες δεύτεραι; Ἀ. Τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν, οἷον εἶδος μὲν τῶν κατὰ μέρος ἀνθρώπων ὁ ἄνθρωπος, γένος δὲ τὸ ζῷον.
问:哪些是第二实体?答:不可分实体的属和种,例如作为个别的人的种的人,以及作为属的动物。
Ἐ. Τίνες οὖν αἱ κυριώταται οὐσίαι καὶ μάλιστα καὶ πρῶται; Ἀ. Αἱ ἄτομοι.
问:那么,哪些是最本真、最根本且居首位的实体?答:不可分之物。
Ἐ. Πῶς οὖν ταύτας ὠνόμασεν ὁ Ἀριστοτέλης; Ἀ. Αἳ μήτε καθ’ ὑποκειμένου λέγονται μήτε ἐν ὑποκειμένῳ εἰσίν.
问:那么亚里士多德是如何称呼这些的?答:既不对基底被说出,也不在基底之中的那些。
Ἐ. Τί γὰρ βούλεται παραστῆσαι διὰ τούτων τῶν ὀνομάτων; Ἀ. Διὰ μὲν τοῦ μήτε ἐν ὑποκειμένῳ εἶναι παρίστησιν, ὡς ἤδη ἐλέγομεν, τὸ μὴ εἶναι συμβεβηκὸς τὴν οὐσίαν· τοῦτο δὲ κοινὸν πάσης οὐσίας, ἄν τε πρώτη ἄν τε δευτέρα ᾖ· τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι διαστέλλει τὰς πρώτας οὐσίας τῶν δευτέρων. αἱ μὲν γὰρ δεύτεραι οὐσίαι, αἵπερ εἰσὶν τὰ εἴδη καὶ τὰ γένη, καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγονται, αἱ δὲ πρῶται οὐσίαι αὗται οὖσαι τὰ ὑποκείμενα τοῖς πᾶσιν οὐ καθ’ ὑποκειμένου λέγονται. ὥστε κοινοῦ ὄντος ταῖς † προτέραις τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι διαιροῦνται ἀπ’ ἀλλήλων τῷ τὰς μὲν δευτέρας ἐν ὑποκειμένῳ μὴ οὔσας καθ’ ὑποκειμένου λέγεσθαι,2 τὰς δὲ πρώτας ἐν ὑποκειμένῳ μὴ οὔσας ὁμοίως, μηδὲ καθ’ ὑποκειμένου λέγεσθαι.
问:他究竟想要通过这些名称表明什么?答:正如我们已经说过的,通过不在基底之中,他表明实体不是偶性;而这一点对所有实体都是共同的,无论它是第一实体还是第二实体。而不对基底被说出,则把第一实体与第二实体区分开来。因为第二实体,即种和属,是对作为基底的第一实体被说出的,而第一实体本身作为所有事物的基底,并不对基底被说出。因此,尽管不在基底之中对两者是共同的,但它们彼此区分开来在于:第二实体虽不在基底之中,却对基底被说出;而第一实体同样不在基底之中,却也不对基底被说出。
Ἐ. Διὰ τί οὖν κυριώτατα καὶ πρώτως καὶ μάλιστα τὰς πρώτας οὐσίας λέγεσθαι οὐσίας ἔφη καὶ πρὸς τίνας ἀντιδιαστελλομένας τὰς δευτέρας; Ἀ. Πρώτως μὲν γὰρ οὐσίαι αἱ ἄτομοι, ὅτι καὶ πρῶται λέγονται, αἱ δὲ ἄλλαι δεύτεραι. κυριωτάτη δὲ καὶ πρώτη ἡ ἄτομος οὐσία λέγεται οὐσία, τὰ γὰρ ἄλλα πάντα τὰ μὲν καθ’ ὑποκειμένων τούτων λέγεται, λέγω δὲ τὰ οἰκεῖα εἴδη καὶ γένη, τὰ δὲ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, λέγω δὲ τὰ ἄλλα ἐννέα συμβεβηκότα. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν, οὐδὲν ἂν τῶν ἄλλων ὑπάρχοι. οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον κατηγορεῖται, οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον.3 πάλιν τὸ χρῶμα εἰ καὶ ἄλλο τι τῶν συμβεβηκότων ἐν σώματι ἢ καὶ ἐν οὐσίᾳ ἐστίν, ἀλλὰ καὶ ἐν τινὶ σώματι ἢ καὶ ἐν τινὶ οὐσίᾳ· εἰ γὰρ 〈ἐν〉 μηδενὶ τῶν καθ’ ἕκαστα σωμάτων ἢ οὐσιῶν, οὐδὲ ἐν σώματι οὐδὲ ἐν οὐσίᾳ ὅλως ἔσται. ὥστε ἐπεὶ πάντα τὰ ἄλλα καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι καὶ μὴ οὐσῶν τούτων τῶν οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι, εἰκότως αἱ τοιαῦται οὐσίαι κυριώταται καὶ πρώτως εἰσὶν οὐσίαι.
问:那么他为什么说第一实体最本真、最优先且最根本地被称为实体,而第二实体是相对于什么而被区分出来的?答:因为不可分的实体是最优先的实体,因为它们也被称为第一,而其他的则是第二。不可分的实体被称为最本真且居首位的实体,是因为所有其他事物中,有些是对作为基底的这些实体被说出的(我指的是它们固有的种和属),有些则是在作为基底的这些实体之中的(我指的是其他九种偶性)。因此,若第一实体不存在,其他任何事物都不会存立。例如动物对人被表述,因而也对某个个别的人被表述;因为如果不对任何一个个别的人被表述,动物也根本不会对人被表述。再者,颜色或偶性中的任何其他事物即使存在于物体或实体之中,它也存在于某个个别的物体或某个个别的实体之中;因为如果它不存在于任何个别的物体或实体之中,它也根本不会存在于物体或实体之中。因此,既然所有其他事物要么对作为基底的第一实体被说出,要么在作为基底的这些实体之中,而且若这些实体不存在,其他事物中的任何一个都不可能存在,那么理所当然地,这样的实体最本真且最优先地是实体。
- 3.3.1Ὅτι τὰ ἄλλα πάντα ἐν αὐτῇ ὄντα καὶ ταύτης δεόμενα εἰς τὸ εἶναι ὥσπερ προτέραν αὐτὴν δείκνυσιν οὖσαν φύσει, οὕτως καὶ τὸν περὶ αὐτῆς λόγον πρὸ τῶν ἄλλων ἀποφαίνει πρότερον ὄντα.
主句单数谓语动词 δείκνυσιν 与 ἀποφαίνει 的语法主语是中性复数 τὰ ἄλλα πάντα,带分词的结构 τὰ ἄλλα πάντα ἐν αὐτῇ ὄντα καὶ ταύτης δεόμενα εἰς τὸ εἶναι(“所有其他事物都在它之中并且为了存在而需要它这一事实”)以主导分词结构整体表达事态。ὥσπερ... οὕτως... 构成“正如……同样也……”的相关结构。
- 3.3.12ὥστε κοινοῦ ὄντος ταῖς † προτέραις τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι διαιροῦνται ἀπ’ ἀλλήλων τῷ τὰς μὲν δευτέρας ἐν ὑποκειμένῳ μὴ οὔσας καθ’ ὑποκειμένου λέγεσθαι, τὰς δὲ πρώτας ἐν ὑποκειμένῳ μὴ οὔσας ὁμοίως, μηδὲ καθ’ ὑποκειμένου λέγεσθαι.
由 ὥστε 引导的结果从句的主体结构为 διαιροῦνται ἀπ’ ἀλλήλων τῷ...(“它们通过……而彼此区分开来”),定冠词与格 τῷ 引出由 μέν... δέ... 并列的两个带宾格不定式短语(τὰς μὲν δευτέρας... λέγεσθαι 与 τὰς δὲ πρώτας... λέγεσθαι)。前半句 κοινοῦ ὄντος... τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι 为属格独立结构(“虽然不在基底之中是共同的……”),带有残损标记的 ταῖς προτέραις 在句意上被理解为指代双方实体(ἀμφοτέραις)。
- 3.3.13εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον.
在条件句的前件(εἰ 从句)和后件中,均省略了前文刚出现的谓语动词 κατηγορεῖται(“被表述”)。前件需补足为 εἰ γὰρ [κατηγορεῖται] κατὰ μηδενός...,后件补足为 οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον [κατηγορηθήσεται / κατηγορεῖται]。
