- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:86.20-87.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利驳斥了斯多亚派等对十范畴的责难,澄清该篇著作并非直接处理事物本身的诸属,而是主要处理表示事物的词的诸属,并探讨了不带结合的语词与由其结合而成的命题之真伪结构。
Ἐ. Ἆρα οὖν πάντες συγχωροῦσι τὴν εἰς τὰ αὐτὰ γένη καταρίθμησιν τῶν σημαντικῶν λέξεων πρώτως καὶ προηγουμένως τῶν πραγμάτων; Ἀ. Οὐδαμῶς· Ἀθηνόδωρος γὰρ ᾐτήσατο1 ὁ Στωϊκὸς βιβλία γράψας Πρὸς τὰς Ἀριστοτέλους κατηγορίας Κορνοῦτός τε ἐν ταῖς Ῥητορικαῖς τέχναις καὶ ἐν τῇ πρὸς Ἀθηνόδωρον ἀντιγραφῇ καὶ ἄλλοι πλεῖστοι.
问:那么,所有人都赞同将主要且原本表示事物的词列入相同的诸属中吗?答:绝非如此;因为斯多亚派的雅典诺多鲁斯写了《反亚里士多德的范畴论》的著作提出异议,科尔努图斯在《修辞术》以及《致雅典诺多鲁斯的辩驳》中也是如此,还有极多其他人也是如此。
Ἐ. Ἆρα οὖν ὀρθῶς ἀντιλέγουσιν; Ἀ. Οὐδαμῶς.
问:那么他们反驳得对吗?答:绝非如此。
Ἐ. Πόθεν τοῦτο δῆλον; Ἀ. Ὅτι πρὸς πάντα σχεδὸν ἀντεῖπεν αὐτοῖς ἀντιγράψας καὶ ἐπιδείξας,2 ὅπως σφάλλονται.
问:这从何而显明?答:因为有人写了辩驳书针对他们几乎所有论点进行反驳,并指出了他们是如何犯错的。
Ἐ. Τίς δὲ ὁ τρόπος τῆς ἀντιλογίας; Ἀ. Τριττός· οἱ μὲν γὰρ ὅτι πλεονάζει ἡ καταρίθμησις, οἱ δὲ ὅτι ἐλλείπει, οἱ δὲ ὅτι τινὰ ἄλλα ἀντὶ ἄλλων παρείληφε γένη.
问:那么他们反驳的方式是什么?答:有三种:因为有些人认为列举过多,有些人认为有所遗漏,还有些人认为他用另一些属替代了本该采用的属。
Ἐ. Διὰ τί τοίνυν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἔφη τὰ μὲν οὐσίαν σημαίνει τὰ δὲ ποσὸν καὶ τὰ ἑξῆς; Ἀ. Ὅτι οὐ πρόκειται περὶ τῶν ὄντων εἰπεῖν ὅσα ἐστὶ καὶ πόσα τούτων γένη, ἀλλὰ περὶ λέξεων σημαντικῶν προηγουμένως τῶν ὄντων πόσα τούτων γένη. † τῶν οὐ λεγομένων. καταλέγονται δὲ αἱ λέξεις.
问:那么他为什么说,在不带任何结合而说出的事物中,有些表示实体,有些表示量,等等?答:因为目的不在于论述存在的事物有多少以及它们的属有多少,而在于论述主要表示存在的事物的词,它们的属有多少。[……]不说出的事物。而所列举的乃是这些词。
Ἐ. Τίνες αἱ διαφοραί; Ἀ. Τὰ μέν ἐστι κατὰ συμπλοκήν, τὰ δὲ ἄνευ συμπλοκῆς.
问:它们的差别有哪些?答:有些是带结合的,有些是不带结合的。
Ἐ. Τίνα ἐστὶ τὰ κατὰ συμπλοκήν; Ἀ. Τὰ ἐκ τινῶν κατηγοριῶν τελείων δυοῖν ἢ καὶ πλειόνων συγκείμενα, οἷον ‘ἄνθρωπος τρέχει’, ‘ἄνθρωπος ἐν Λυκείῳ περιπατεῖ’.
问:带结合的是哪些?答:由两个或更多个完整的范畴构成的那些,例如“人奔跑”、“人在吕克昂散步”。
Ἐ. Ἄνευ δὲ συμπλοκῆς τίνα ἐστί; Ἀ. Τὰ μὴ οὕτως ἔχοντα οἷον τὰ ὁμώνυμα πάντα, τὰ συνώνυμα, τὰ παρώνυμα.
问:而不带结合的是哪些?答:不是这样的那些,例如所有同名异义的事物、同名同义的事物、同源派生的事物。
Ἐ. Τὰ δὲ τοιαῦτα οἷον λιθολογεῖ, βουκολεῖ, ψευδοδοξεῖ, κατὰ συμπλοκήν ἐστιν ἢ χωρὶς συμπλοκῆς; Ἀ. Χωρὶς συμπλοκῆς.
问:那么像“捡石头”、“放牛”、“持虚假意见”这样的词,是带结合的还是不带结合的?答:是不带结合的。
Ἐ. Διὰ τί; Ἀ. Οὐδὲν γὰρ αὐτῶν ἐκ τελείων συνέστηκε κατηγοριῶν.
问:为什么?答:因为它们没有一个是由完整的范畴构成的。
Ἐ. Πόσα οὖν γένη τῶν χωρὶς συμπλοκῆς λεγομένων; Ἀ. Δέκα τὰ ῥηθέντα.
问:那么不带结合而说出的事物有多少个属?答:所说的十个。
Ἐ. Τίς οὖν ἕκαστος τούτων ὅρος; Ἀ. Οὐκ ἔστιν αὐτῶν ὅρον ἀποδοῦναι, διότι πᾶς ὅρος ἐκ γένους, τούτων δὲ οὐκ ἔστιν γένος· ἔστιν γὰρ τὰ γενικώτατα.
问:那么这每一个的定义是什么?答:不可能给出它们的定义,因为凡定义都出于属,而它们却没有属;因为它们是最高的诸属。
Ἐ. Τί οὖν ἐστιν παραδοῦναι; Ἀ. Παραδείγματα καὶ τὰ ἴδια, ὡς καὶ Ἀριστοτέλης νῦν μὲν διδοὺς παραδείγματα, ὕστερον δὲ καθ’ ἑκάστην κατηγορίαν ζητήσας καὶ δείξας τινα ἑκάστης ἴδια.
问:那么所能传授的是什么?答:例子和特有属性,正如亚里士多德现在给出例子,而稍后按每个范畴进行探究并指出每一个的某些特有属性那样。
Ἐ. Πῶς οὖν τὰ παραδείγματα δέδωκεν; Ἀ. Λέγων οὐσία μὲν οἷον ἄνθρωπος, ποιὸν δὲ οἷον λευκόν, ποσὸν δὲ οἷον τρία, πρός τι δὲ οἷον πατήρ, ποῦ δὲ ἐν Λυκείῳ, ποτὲ δὲ πέρυσιν, ποιεῖν δὲ οἷον τύπτειν, πάσχειν δὲ οἷον τύπτεσθαι, ἔχειν δὲ οἷον ὑποδεδέσθαι, κεῖσθαι δὲ οἷον ἀνακεῖσθαι.
问:那么他是怎样给出例子的呢?答:通过说:作为实体,例如人;作为质,例如白;作为量,例如三;作为关系,例如父亲;作为何处,在吕克昂;作为何时,去年;作为能动,例如击打;作为受动,例如被击打;作为具有,例如穿鞋;作为处于位置,例如斜躺。
Ἐ. Ἐκ τῆς οὖν συνθέσεως τούτων τί ἀποτελεῖται; Ἀ. Πρότασις.
问:那么从这些的组合中产生什么?答:命题。
Ἐ. Διὰ τί; Ἀ. Ὅτι καθ’ ἑαυτὴν οὐδεμία κατηγορία πρότασίς ἐστιν, ἀλλὰ τῇ ποιᾷ συμπλοκῇ πρότασις γίνεται.
问:为什么?答:因为就其自身而言没有一个范畴是命题,而是通过某种结合才成为命题。
Ἐ. Πῶς τοῦτο; Ἀ. Πᾶσα γὰρ πρότασις ἤτοι ἀληθής ἐστιν ἢ ψευδής, ἑκάστη δὲ κατηγορία καθ’ ἑαυτὴν οὔτε ἀληθὴς οὔτε ψευδὴς ἐλλιπὴς οὖσα.
问:这是怎么回事?答:因为每一个命题要么是真的要么是假的,但每个范畴就其自身而言既非真亦非假,因为它是不完全的。
Ἐ. Τί οὖν; οὐκ ἂν εἴποις τὸ ζῶ ἢ περιπατῶ ἢ ὕει χωρὶς συμπλοκῆς ὄντα ἢ ἀληθῆ ἢ ψευδῆ; Ἀ. Ναὶ εἴποιμι· ἀλλὰ καὶ ταῦτα δυνάμει μετὰ συμπλοκῆς ἐστιν, εἰ καὶ μὴ μετὰ φωνῆς·3 τὸ γὰρ ζῶ ἴσον ἐστὶ τῷ ἐγὼ ζῶ, καὶ τὸ ὕει ἴσον ἐστὶ τῷ ὁ Ζεὺς ὕει.
问:那么又怎样?难道你不会说“〔我〕活着”或“〔我〕散步”或“下雨”虽不带结合,却是或真或假的吗?答:是的,我会这么说;但这些虽然在发声上不带结合,在潜能上也是带有结合的;因为“〔我〕活着”等同于“我活着”,而“下雨”等同于“宙斯下雨”。
- 3.2.81ᾐτήσατο
此处解作 αἰτιάομαι(指责、非难、提出异议)的不定过去时 ᾐτιάσατο 的讹变,意指对亚里士多德的范畴论提出质疑或诘难,而非取 αἰτέω 通常的“请求、索取”之义。
- 3.2.83ἀντεῖπεν αὐτοῖς ἀντιγράψας καὶ ἐπιδείξας
主要动词 ἀντεῖπεν 及分词 ἀντιγράψας、ἐπιδείξας 缺乏明确的语法主语。就上下文而言,可指先前为亚里士多德辩护的人(如波厄图斯等)、泛指的辩驳者或波菲利本人;句法上维持无特定主语的形式,解作“有人反驳/予以回击”。
- 3.2.98δυνάμει μετὰ συμπλοκῆς ἐστιν, εἰ καὶ μὴ μετὰ φωνῆς
介词短语 μετὰ συμπλοκῆς(带有结合)与 μετὰ φωνῆς(伴随发声)形成对比,δυνάμει(在潜能上)修饰前者。该结构表明,像第一人称动词或气象动词这种单个词的表述,在外部声音上虽无复合,但在潜能(句法/语义)上已包含主词与述词的结合。
