- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:85.10-86.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利将种差区分为“构成种的”与“划分性的”,阐明亚里士多德所谓上位者种差的述谓是指前者,并指出接下来引入范畴表(1b25)并非属的划分,而是对十个第一诸属的列举。
Ἐ. Δεῖξον οὖν τί λέγεις σαφῶς. Ἀ. Φημὶ τοίνυν ὅτι τῶν διαφορῶν αἱ μὲν λέγονται εἶναι εἰδοποιοί, καθ’ ἃς εἰδοποιεῖται τὸ κατηγορούμενον καὶ οἷον πεποίωται, αἱ δέ εἰσι διαιρετικαί, καθ’ ἃς διαιρεῖται εἰς εἴδη τὸ γένος τὰ ὑπ’ αὐτό. οἷον τὸ ἔμψυχον, τὸ αἰσθητικὸν διαφοραὶ δήπου ἐστίν, ἀλλ’ αὗται προσγενόμεναι τῇ οὐσίᾳ εἰδοποίησαν αὐτὴν καὶ οἱονεὶ ἐποίωσαν πρὸς τὸ γενέσθαι ζῷον.1 εἰδοπεποίηται τοίνυν καὶ πεποίωται τὸ ζῷον τῇ τοῦ ἐμψύχου διαφορᾷ καὶ τῇ τοῦ αἰσθητικοῦ, αἷς διαμορφωθεῖσα ἡ οὐσία γέγονεν ζῷον. διὸ καὶ λέγομεν εἶναι τὸ ζῷον οὐσίαν ἔμψυχον αἰσθητικήν. καὶ εἰσὶν αὗται αἱ διαφοραὶ αἱ γεννητικαὶ καὶ ἀποτελεστικαὶ τοῦ ζῴου καὶ ἐπάνω γε αὐτοῦ. διὸ καὶ κατηγοροῦνται αὐτοῦ· εἴποις γὰρ ἂν τὸ ζῷον ἔμψυχον καὶ πάλιν αἰσθητικόν. εἰσὶν δὲ ἄλλαι διαφοραί, αἳ οὐκέτι εἰδοποιοῦσι τὸ ζῷον, ἀλλὰ τέμνουσιν αὐτὸ εἰς εἴδη, καὶ εἰσὶ πᾶσαι ὑποκάτω αὐτοῦ καὶ ὑπ’ αὐτό. διὸ οὐδὲ ἑκάστην δυνηθείη τις τοῦ ζῴου κατηγορῆσαι οἷον τὸ λογικόν, τὸ ἄλογον, τὸ θνητόν, τὸ ἀθάνατον, τὸ πτηνόν, τὸ χερσαῖον, τὸ ἔνυδρον, τὸ δίπουν, τὸ τετράπουν, τὸ ἑρπυστικόν, τὸ πτερωτόν, τὸ ἄπτερον· πολλαὶ γὰρ ὑπὸ τὸ ζῷον διαφοραί, αἷς τέμνεται μὲν αὐτό, εἰδοποιεῖται δὲ τὰ ὑπ’ αὐτὸ εἴδη τῶν ζῴων, οὐ μὴν ἔτι καὶ αὐτὸ ταύταις εἰδοποιεῖται, αἷς δὴ καὶ τέμνεται, ἀλλὰ ταῖς προτέραις.
问:那么,请清楚地说明你的意思。 答:那么我说,在种差中,有些被称为构成种的种差,依循它们,被述谓者被构成种并可以说是被赋予性质;而另一些则是划分性的种差,依循它们,属被划分为其下的诸种。例如,有灵魂的与有感觉的固然是种差,但它们附加于实体,构成了它的种,并可以说是赋予其性质以使其成为动物。因此,动物是由有灵魂的种差和有感觉的种差所构成种并被赋予性质的,实体经由这些种差的成形而成了动物。因此我们也说动物是有灵魂的、有感觉的实体。而且这些种差是生成并构成动物的,并且是在它之上的。因此它们也被述谓于它;因为你可以说动物是有灵魂的,又可以说是具有感觉的。但还有另一些种差,它们不再构成动物的种,而是将它切分为诸种,并且它们全都在它之下并从属于它。因此人们不可能把它们中的每一个都述谓于动物,例如理性的、非理性的、有朽的、不朽的、飞行的、陆生的、水生的、两足的、四足的、爬行的、具翼的、无翼的;因为在动物之下有许多种差,动物自身被它们切分,而其下的动物之种则被构成种,但动物自身却不再被它自身借以被切分的这些种差所构成种,而是被先前的种差所构成种。
Ἐ. Εἰ τοίνυν οὐ πάσαις μὲν ταῖς διαφοραῖς τῶν κατηγορουμένων δύναται τὰ ὑποκείμενα χρῆσθαι, τισὶ δέ, καὶ ταῖς γε τισὶ ταύταις πάσαις δύναται λέγεσθαι τὰ ὑποκείμενα; Ἀ. Φημὶ ὅτι οὐ πάσας μὲν τὰς τοῦ ζῴου διαφορὰς ἔστι κατηγορεῖν τοῦ ὑποκειμένου οἷον τοῦ ἀνθρώπου, πάσας δὲ τὰς εἰδοποιοὺς ἔστι κατηγορεῖν. ἦσαν δὲ τοῦ ζῴου εἰδοποιοὶ αἱ ἐπάνω, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. ταύτας δὲ οἷόν τε κατὰ ἀνθρώπου κατηγορῆσαι· αἰσθητικὸν γὰρ καὶ ἔμψυχον ὁ ἄνθρωπος. ὀρθῶς ἄρα εἴρηται, ὅτι πάντα τὰ κατηγορούμενα τῶν ἐπάνω καὶ τῶν ὑποκάτω κατηγορήσομεν· τὰς μὲν γὰρ διαιρετικὰς διαφορὰς οὐχ οἷόν τε κατηγορεῖν τοῦ ζῴου, τὰς δὲ εἰδοποιοὺς οἷόν τε· εἰσὶν γὰρ ἐπάνω. ὥσθ’ ὅσα οἷόν τε κατηγορῆσαι2 τοῦ κατηγορουμένου, οἷόν τε δὲ τὰς ἐπάνω καὶ εἰδοποιοὺς διαφοράς, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορῆσαι, ὅσα δὲ οὐχ οἷόν τε κατηγορεῖν, ταῦτα οὐ κατηγορήσομεν. εἰσὶ μέντοι τινὲς τῶν ὑποκάτω καὶ διαιρετικῶν τοῦ ζῴου διαφοραί, ἃς οἷόν τε καὶ τῷ ὑποκειμένῳ ποιεῖσθαι διαιρετικάς, ὡς ἀπεδείξαμεν.
问:那么,如果主词不能使用被述谓者的所有种差,而只能使用某些种差,那么主词是否能够依凭这全部的某些种差而被表述呢? 答:我说,不可能把动物的所有种差都述谓于如人这样的主词,但可以把构成种的所有种差都述谓于它。而动物的构成种的种差就是上位者:有灵魂的与有感觉的。把这些述谓于人是可能的;因为人是有感觉的和有灵魂的。因此说得正确:“凡述谓于上位者的一切,我们也将述谓于下位者”;因为划分性的种差不可能被述谓于动物,而构成种的种差则是可能的;因为它们是在上位者。所以,凡可能述谓于被述谓者的东西——而上位且构成种的种差是可能被述谓的——,这些东西也可能被述谓于主词,而凡不可能被述谓的,我们就不会述谓它们。不过,在动物之下位且划分性的种差中,正如我们所证明的,也存在某些种差可能也为主词充当划分性的种差。
Ἐ. Μετὰ δὲ τὸ ταῦτα διδάξαι ἐπὶ τίνα μεταβαίνει διαίρεσιν; Ἀ. Τὴν εἰς μεῖζον ἀναλαβὼν ποιήσεται·3 ἦν δὲ ἡ εἰς μεῖζον ἡ εἰς δέκα.
问:在教授了这些之后,他转向了什么划分? 答:他将着手进行更大的划分;而更大的划分就是划分成十个。
Ἐ. Ἆρα οὖν διαίρεσίς ἐστιν; Ἀ. Οὐδαμῶς.
问:那么,这是一种划分吗? 答:绝非如此。
Ἐ. Διὰ τί; Ἀ. Διαίρεσις μὲν γάρ ἐστι τομὴ τοῦ γένους εἰς εἴδη, ἐνταῦθα δὲ οὐ γένος ἓν διαιρήσεται εἰς εἴδη δέκα, ἀλλὰ δέκα γένη ἐκθήσεται. καταρίθμησις οὖν ἐστιν, ἣν ποιήσεται τῶν πρώτων γενῶν καὶ τῶν κατὰ τὰ πρῶτα γένη δέκα κατηγοριῶν.
问:为什么? 答:因为划分是将一个属切分为诸种,但在这里并不是一个属将被划分为十个种,而是将陈列出十个属。因此,他所将进行的是对第一诸属以及依循第一诸属的十个范畴的列举。
Ἐ. Τί οὖν φησιν; Ἀ. Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποτὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. καὶ λαμβάνει τούτων ἑκάστου δηλωτικὰ παραδείγματα, οἷον οὐσίας μὲν ὡς τύπῳ εἰπεῖν ἄνθρωπος, ἵππος καὶ τῶν ἄλλων τὸ πρόσφορον εἰς παράστασιν παράδειγμα.
问:那么,他说了什么? 答:“在不带任何结合而说出的事物中,每一个要么表示实体,要么表示量,要么表示质,要么表示关系,要么表示何处,要么表示何时,要么表示处于位置,要么表示具有,要么表示能动,要么表示受动。”并且他为其中的每一项都举出了具说明性的例子,例如关于实体,大体来说如人、马,关于其他各项也举出适于表现的例子。
- 3.2.75προσγενόμεναι τῇ οὐσίᾳ εἰδοποίησαν αὐτὴν καὶ οἱονεὶ ἐποίωσαν πρὸς τὸ γενέσθαι ζῷον
介词短语 πρὸς τὸ γενέσθαι ζῷον(πρός 加带冠词不定式)表示目的或结果,修饰前面的动词 ἐποίωσαν 或整个分句,意为“赋予其性质以使其成为动物”。
- 3.2.76ὥσθ’ ὅσα οἷόν τε κατηγορῆσαι τοῦ κατηγορουμένου, οἷόν τε δὲ τὰς ἐπάνω καὶ εἰδοποιοὺς διαφοράς, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορῆσαι
在由 ὥστε 引导的句中,承接关系从句 ὅσα οἷόν τε κατηγορῆσαι τοῦ κατηγορουμένου 的指示代词 ταῦτα 作为不定式 κατηγορῆσαι 的宾语,其支配谓语省去了 οἷόν τέ ἐστι。插入成分 οἷόν τε δὲ τὰς ἐπάνω καὶ εἰδοποιοὺς διαφοράς 带有宾格,省略了前面的 κατηγορῆσαι,意为“而述谓上位且构成种的种差是可能的”。
- 3.2.77Τὴν εἰς μεῖζον ἀναλαβὼν ποιήσεται
名词 διαίρεσιν(划分)被省略,由冠词 τὴν 承接。εἰς μεῖζον 表示“向更大的/更广泛的”。中动相将来时 ποιήσεται 意为“他将进行”。
