← 波菲利

亚里士多德《范畴篇》释义

§83.35-85.9

从属属的种差共享与述词种差的继承

波菲利澄清相互从属的属绝非彼此互为从属,并以动物和鸟为例说明,与不同属相比,相互从属的属可以共享相同的种差。随后他讨论了《范畴篇》第3章中亚里士多德断言“被述谓者有多少种差,主词也有多少种差”所引起的疑难,即这究竟是指全部种差还是部分种差这一表面矛盾,并介绍了前人的校改与解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.70

Ἐ. Ἆρα οὖν ὑπάλληλα ὄντα ἔστιν ὅτι φέρεται ἑκάτερον ὑφ’ ἑκάτερον; Ἀ. Οὐδαμῶς· ἀδύνατον γάρ, εἴπερ τὸ λογικὸν ζῷον θνητὸν οἷον ὁ ἄνθρωπος ὑπὸ τὸ ζῷον, καὶ τὸ ζῷον εἶναι ὑπὸ τὸν ἄνθρωπον. οὐ διὰ τοῦτο οὖν λέγεται ὑπάλληλα, ἐπεὶ τὸ αὐτὸ τοῦ αὐτοῦ καὶ εἶδος ἔσται καὶ γένος, ἀλλ’ ὅτι θάτερον ὑπὸ θάτερον ὂν1 * * * καὶ ἀμφοτέρων γενῶν ὄντων μηδέτερον ὑπὸ μηδέτερον ᾖ, ταῦτα οὐκ ἂν εἴη ὑπάλληλα, ὥσπερ γενῶν ὄντων τοῦ ζῴου καὶ τῆς ἐπιστήμης οὔτε ἡ ἐπιστήμη ὑπὸ τὸ ζῷον οὔτε τὸ ζῷον ὑπὸ τὴν ἐπιστήμην. τῶν 〈οὖν〉 ἑτερογενῶν (ἔστι δὲ ἕτερα τὰ ἀπ’ ἀλλήλων πάντῃ διεστῶτα, οἷον τὰ δέκα γένη τῶν δέκα κατηγοριῶν, ὧν δέκα διάφοροί εἰσιν παραστατικαὶ κατηγορίαι καὶ ὧν ἀνωτάτω καὶ οὐκέτι ὑπ’ ἄλλο τεταγμένα ἐστὶ δέκα γένη) τούτων ἕτεραί εἰσιν καὶ αἱ διαφοραί, τῶν δὲ ὑπ’ ἄλληλα γενῶν ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς· οὐ γὰρ δὴ πάντων αἱ αὐταί, ἀλλ’ ἔστιν ἐφ’ ὧν αἱ αὐταί, ἐφ’ ὧν δὲ οὔ.

问:那么,相互从属的事物是否存在各自分别从属于对方的情况? 答:绝非如此;因为这是不可能的,假若有朽的理性动物如人从属于动物,动物也就不可能从属于人。因此,并不是由于这个缘故它们被称为相互从属的,否则同一事物就会是同一事物的种,又会是它的属;而是因为一者从属于另一者……而如果两者都是属,却没有任何一者从属于另一者,这些就不会是相互从属的属,正如动物与知识都是属,知识既不从属于动物,动物也不从属于知识。因此,对于不同属的事物(不同属的是指彼此截然分立的事物,例如十个范畴的十个属,对它们而言有十个不同的表象性范畴,并且它们是处于最高位且不再排列于另一者之下的十个属),这些事物的种差也是不同的;但在相互从属的诸属中,种差可能是相同的;当然并非就一切事物而言都是相同的,而是在某些情况下相同,在某些情况下则不相同。

§3.2.71

Ἐ. Πῶς ἐπὶ τινῶν μὲν αἱ αὐταί, ἐπὶ τινῶν δὲ οὔ, ἐπίδειξον. Ἀ. Τὸ ζῷον καὶ τὸ ὄρνεον ὑπάλληλά ἐστι γένη (ὑπὸ γὰρ τὸ ζῷον τὸ ὄρνεον), ἀλλὰ ζῴου μὲν αἱ διαφοραὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ὀρνέου δὲ οὐκ ἂν εἶεν αἱ αὐταὶ διαφοραί. εἶεν δ’ ἄν τινες ζῴου διαφοραί, αἵπερ καὶ ὀρνέου· τῶν τε γὰρ ζῴων τὰ μέν ἐστι ποηφάγα, τὰ δὲ σπερμοφάγα, τὰ δὲ κρεηφάγα, ἀλλὰ καὶ τῶν ὀρνέων αἱ αὐταὶ διαφοραί.

问:请说明怎么会在某些情况下相同,而在某些情况下不相同。 答:动物与鸟是相互从属的属(因为鸟从属于动物),但动物的种差是理性的与非理性的,而鸟的种差不可能与这些相同。然而,也会有动物的某些种差恰好也是鸟的种差;因为在动物中,有些是食草的,有些是食谷的,有些是食肉的,但鸟也具有这些相同的种差。

§3.2.72

Ἐ. Διὰ τί οὖν τοῦτο συμβαίνει; Ἀ. Ὅτι τὸ ζῷον περιέχει μὲν τὸ ὄρνεον ἐν τοῖς ἑαυτοῦ εἴδεσιν, τὴν δὲ ἐπιστήμην οὐ περιέχει, οὐδὲ ἔστιν αὐτοῦ εἶδος ἡ ἐπιστήμη. τοῦ δὲ περιέχοντος γένοιντο ἂν καὶ τοῦ περιεχομένου διαφοραὶ αἱ αὐταί, τοῦ δὲ μήτε περιέχοντος μήτε περιεχομένου οὐκ ἂν εἶεν ποτε αἱ αὐταὶ διαφοραί.

问:那么,为什么会发生这种情况? 答:因为动物在自身的诸种中包含了鸟,却没有包含知识,知识也不是它的种。包涵者的种差可能与被包涵者的种差相同,但既不包涵也不被包涵的事物的种差决不可能相同。

§3.2.73

Ἐ. Πῶς οὖν τοῦτο δεδήλωκεν ὁ Ἀριστοτέλης; Ἀ. Ἐν τῷ φάναι τῶν δὲ ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι. αἰτίαν δὲ ἐπάγει· τὰ γὰρ ἐπάνω τῶν ὑπ’ αὐτὰ γενῶν κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, καὶ τοῦ ὑποκειμένου ἔσονται.

问:那么,亚里士多德是如何表明这一点的? 答:在于他说:“但在相互从属的诸属中,没有任何东西阻止其具有相同的种差。”并且他补充了原因:因为上位者被述谓于它们之下的诸属,所以被述谓者有多少种差,主词也就有多少种差。

§3.2.74

Ἐ. Ἀλλὰ σὺ τινὰς μὲν διαφορὰς τοῦ ζῴου τὰς αὐτὰς ἀπέδειξας οὔσας τοῦ ὀρνέου, ὁ δὲ καθάπερ εἴρηκεν ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, καὶ τοῦ ὑποκειμένου ἔσονται· οὐ γὰρ ὅσαι τοῦ ζῴου διαφοραί, τοσαῦται καὶ τοῦ ὀρνέου. καίτοι πρὸ ὀλίγου ἔφασκεν οὐδὲν κωλύει τὰς τῶν ὑπαλλήλων γενῶν διαφορὰς καὶ τῶν ὑποκάτω εἶναι, ὡς μὴ πασῶν δυναμένων τῶν ὑποκάτω εἶναι,2 νῦν δὲ ἁπλῶς ἔφη ὅσαι τοῦ κατηγορουμένου, τοσαῦται καὶ τοῦ ὑποκειμένου διαφοραί ἔσονται. Ἀ. Ἀλλ’ οἶμαι μὲν διὰ τοῦτο πολλοὺς ἡμαρτῆσθαι νομίσαι τὸν τόπον καὶ διορθοῦντας φῆσαι μὴ ὅσαι τοῦ κατηγορουμένου διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται, ἀλλ’ ἔμπαλιν ὅσαι τοῦ ὑποκειμένου, τοσαῦται καὶ τοῦ κατηγορουμένου ἔσονται. ἐγὼ δὲ φημὶ ἐξ αὐτοῦ τούτου † τοῦ ἐκ τοῦ ἐνίας φάναι καὶ πάλιν πάσας3 τὴν λύσιν τῆς ἀπορίας λαμβάνεσθαι. εἰ γὰρ οὐ πᾶσαι αἱ τοῦ κατηγορουμένου διαφοραὶ καὶ τοῦ ὑποκειμένου εἶναι εὑρέθησαν, ἀλλά τινες, πάλιν δὲ πᾶσαι λέγονται τοῦ κατηγορουμένου εἶναι καὶ τοῦ ὑποκειμένου, δεῖ ἐλθεῖν ἡμᾶς ἐπὶ τὰς διαφορὰς κἂν μὲν ἐν αὐταῖς εἶδος ᾖ, ἰδεῖν, ἐπὶ ποίου εἴδους αἱ διαφοραὶ πᾶσαι δύνανται τοῦ ὑποκειμένου κατηγορεῖσθαι.

问:但是你证明了动物的某些种差与鸟的种差相同,而他正如所说的那样:“所以被述谓者有多少种差,主词也就有多少种差”;因为动物所具有的种差并非全都在鸟身上具有。然而不久前他还说,相互从属的诸属的种差也属于下位者是没有任何妨碍的,这似乎表明并非所有的种差都能够属于下位者;但现在他却笼统地说,被述谓者有多少种差,主词也就有多少种差。 答:但我认为,正是由于这个原因,许多人以为这个文本有误,并在纠正时声称:并不是被述谓者有多少种差,主词也就有多少种差,而是相反,主词有多少种差,被述谓者也就有多少种差。但我说,正是从这一点本身——即从先说了“某些”而后又说了“所有” ——获得了该疑难的解答。因为如果并非被述谓者的所有种差都被发现同时也属于主词,而只是某些如此,但另一方面又说被述谓者的所有种差同时也属于主词,那么我们就必须转向这些种差,并且如果在它们之中存在种,就要看就何种的种而言,所有的种差都能够被述谓于主词。

语法注3 条
  1. 3.2.70ἀλλ’ ὅτι θάτερον ὑπὸ θάτερον ὂν

    该分句与前面的 οὐ διὰ τοῦτο ... ἀλλ’ ὅτι 相呼应,但在 ὂν 之后存在抄本脱文(lacuna)。根据后文转向 καὶ ἀμφοτέρων γενῶν ὄντων μηδέτερον ὑπὸ μηδέτερον ᾖ 的逻辑,此处应补充理解为“因为一者从属于另一者[而被如此称呼]”。

  2. 3.2.74ὡς μὴ πασῶν δυναμένων τῶν ὑποκάτω εἶναι

    连词 ὡς 与属格独立结构(μὴ πασῶν δυναμένων [sc. διαφορῶν])相结合,表达提问者对亚里士多德先前陈述之意图或含义的主观推论(“仿佛并非所有种差都能属于下位者”)。根据 πασῶν 的阴性复数属格,补出省略的名词 διαφορῶν。

  3. 3.2.74ἐξ αὐτοῦ τούτου † τοῦ ἐκ τοῦ ἐνίας φάναι καὶ πάλιν πάσας

    此处虽标有文本讹误标记(crux),但句法骨干为 ἐξ αὐτοῦ τούτου ... τὴν λύσιν τῆς ἀπορίας λαμβάνεσθαι(“正是从这一点本身……获得了该疑难的解答”),同位语短语 τοῦ ἐκ τοῦ ἐνίας φάναι καὶ πάλιν πάσας 指“从先说了‘某些’又说了‘所有’这一点”。紧接着的 εἰ γὰρ οὐ πᾶσαι ... ἀλλά τινες, πάλιν δὲ πᾶσαι λέγονται 对此含义进行了重述说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:83.35-85.9