- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:82.33-83.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过不死鸟的例子确认种之定义的例外情况,区分了跨范畴的不同属与在同一范畴内具有上下关系的相互从属之属,并通过实体范畴的具体实例阐释了最高属与最狭种之间的中介属与种。
Ἐ. Ἆρα οὖν καὶ τὸ εἶδος ἀποδοθὲν κατὰ πλειόνων ἀριθμητῶν οὕτως ἔχει ἐκ παντός; Ἀ. Οὐδαμῶς, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον· ὁ γὰρ φοῖνιξ τὸ ὄρνεον εἶδος ὢν οὐ κατὰ πλειόνων ἀριθμῷ λέγεται εἶναι, εἴ γε εἷς μόνος φοῖνιξ ἀεὶ γίνεται, ἀλλ’ εἰ ἄρα κατὰ πλειόνων,1 οὐ τῷ ἀριθμῷ ἀλλὰ τῇ διαδοχῇ λέγεται.
问:那么,被界定为就多数可数事物而言被述谓的种,也完全毫无例外是这样吗? 答:绝非如此,而是在绝大多数情况下如此;因为不死鸟这种鸟虽然是一个种,但假如不死鸟历来只产生一只,它就不会就数上的多数事物而被述谓;即便它就多数事物被述谓,也不是在数上,而是在传承更替中被述谓的。
Ἐ. Ἀλλὰ τί μὲν τὸ γένος τὸ λαμβανόμενον ἐνταῦθα καὶ τί τὸ εἶδος καὶ τίς ἡ διαφορά, παρέστησας. ἐπίδειξον δὲ καὶ τίνα μὲν ἕτερα γένη, τίνα δὲ ὑπάλληλα. Ἀ. Ἕτερα γένη τὰ ἐν ταῖς δέκα κατηγορίαις· ἄλλα μὲν γὰρ τὰ γένη τῆς οὐσίας, ἄλλα δὲ τὰ γένη τὰ τῆς ποιότητος καὶ ἄλλα τὰ τοῦ ποσοῦ καὶ τῶν ἄλλων. ὡσαύτως δὲ καὶ τὰ εἴδη τὰ ὑφ’ ἕκαστον γένος ἄλλα τῶν ὑπ’ ἄλλο γένος, τῶν οὕτως ἑτερογενῶν, καὶ αἱ διαφοραὶ ὡσαύτως. ἄλλαι γὰρ τοῦ ζῴου γένους ὄντος καὶ τῆς ἐπιστήμης ἄλλαι (τὸ μὲν γὰρ ζῷον τῆς οὐσίας ἐστίν, ἡ δὲ ἐπιστήμη τῆς ποιότητος), καὶ ἄλλα μὲν τὰ εἴδη τοῦ ζῴου, ἄλλα δὲ τῆς ἐπιστήμης, καὶ ἄλλαι μὲν αἱ διαφοραὶ τοῦ ζῴου, ἄλλαι δὲ αἱ διαφοραὶ τῆς ἐπιστήμης· ζῷον μὲν γὰρ ζῴου διαφέρει τῷ τὸ μὲν εἶναι δίπουν, τὸ δὲ τετράπουν, ἐπιστήμη δὲ ἐπιστήμης τῷ δίπους εἶναι οὐ διαφέρει. ταῦτα μὲν οὖν ἕτερα γένη καὶ εἴδη ἕτερα καὶ αἱ διαφοραὶ ἕτεραι. ὑπάλληλα δὲ γένη ἐστίν, ὧν τὸ ἕτερον γένος ὑπὸ τὸ ἕτερόν ἐστιν ἐν ταὐτῷ γένει τῆς κατηγορίας, ὡς ὑπὸ τὸ ζῷον τὸ πτηνὸν ζῷον, τοῦτ’ ἔστι τὸ ὄρνεον, ὅπερ τῆς κατὰ τὴν οὐσίαν ἐστὶ κατηγορίας.
问:然而,这里所取的属是什么,种是什么,种差又是什么,你已经指明了。那么也请指明何者是不同属,何者是相互从属的属。 答:不同属就是处于十个范畴中的属;因为实体的诸属是一类,性质的诸属是另一类,数量以及其他范畴的诸属又是另一类。同样,对于这样属于不同属的事物,从属于各个属之下的种也不同于从属于另一属之下的种,种差同样如此。因为属于作为属的动物的种差不同于属于知识的种差(动物属于实体,而知识属于性质),动物的诸种不同于知识的诸种,动物的诸种差也不同于知识的诸种差;因为动物与动物的区别在于一者是两足的而另一者是四足的,但知识与知识的区别并不在于它是两足的。因此,这些就是不同属、不同的种,其种差也是不同的。相反,相互从属的属,是在同一范畴的属之中,一属从属于另一属的那些属,例如在动物之下有有翼动物,即鸟,这属于实体范畴。
Ἐ. Λέγε ἔτι σαφέστερον. Ἀ. Φημὶ τῶν καθόλου λεγομένων τὰ μέν ἐστιν γένη, τὰ δὲ εἴδη, τὰ δὲ διαφοραί. τῶν δὲ εἰδῶν καὶ γενῶν τὰ μέν ἐστιν μόνον εἴδη, ἃ διαιρεῖται εἰς τὰ καθ’ ἕκαστα, τὰ δὲ ἦν μόνον γένη· ταῦτα δὲ ἦν ὧν οὐκέτι ἀνωτέρω εὑρίσκεται γένος. ὅσα δὲ τούτων μεταξύ, ταῦτα εἴδη μὲν ὄντα τῶν ἐπαναβεβηκότων, γένη2 δὲ τῶν ὑποκαταβεβηκότων εἰκότως ἂν εἴη ὑπάλληλα τὰ γένη.
问:请说得更加清楚些。 答:我说,在作为普遍者被表述的事物中,一些是属,一些是种,一些是种差。而在种与属中,一些仅仅是种,它们被划分为各个体;一些则原本仅仅是属,这些是其上再也找不到更高属的那些属。凡处于这些之间者,作为较上位者的种,又是较下位者的属,理所当然就是相互从属的属。
Ἐ. Ἐπὶ παραδειγμάτων σαφῆ ποίησον ταῦτα. Ἀ. Ἡ οὐσία φέρε γένος ἐστὶ τὸ ἀνώτατον μόνον τῶν οὐσιῶν· πρὸ αὐτῆς γὰρ οὐκ ἂν εὑρεθείη ἄλλο γένος τῆς οὐσίας προταττόμενον. ὁ δὲ ἄνθρωπος εἶδός ἐστιν μόνον· μετὰ γὰρ αὐτὸ τὰ ἄτομά ἐστι καὶ οἱ τινὲς ἄνθρωποι. τὰ δὲ μετὰ τὴν οὐσίαν ἄχρι τοῦ ἀνθρώπου, ὃς ἦν μόνον εἶδος, ὅσα μεταξὺ εὑρίσκεται, ταῦτα εἴδη μέν ἐστι τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν μετὰ ταῦτα· ὥσπερ τὸ ζῷον εἶδος μέν ἐστι τῆς οὐσίας, γένος δὲ τοῦ λογικοῦ ζῴου, τὸ δὲ λογικὸν ζῷον γένος μὲν τοῦ ἀνθρώπου, εἶδος δὲ τοῦ ζῴου. τὰ δὴ ταῦτα ὅσα μεταξὺ ὄντα τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα καὶ γένη ἐστὶ καὶ εἴδη, ταῦτα ὑπάλληλα καλεῖται γένη.
问:请用例子把这些阐明清楚。 答:比如实体,仅仅是实体的最高属;因为在它之前找不到置于实体之上的其他属。而人仅仅是种;因为在它之后是个体和具体的个别人。而在实体之后直到人(人原本仅仅是种)之间所找到的所有事物,对于它们之前的事物是种,对于它们之后的事物则是属;正如动物是实体的种,却是理性动物的属,而理性动物是人的属,却是动物的种。正是这些处于最高属与最狭种之间、相对于不同的事物被取用时既是属又是种的一切事物,被称为相互从属的属。
- 3.2.66ἀλλ’ εἰ ἄρα κατὰ πλειόνων
在条件从句 εἰ ἄρα κατὰ πλειόνων 中,省略了谓语动词(承接前文的 λέγεται)。小词 ἄρα 表让步性的假设(“即便确实[述谓于]多数事物”),并与后面的 οὐ τῷ ἀριθμῷ ἀλλὰ τῇ διαδοχῇ λέγεται 相呼应。
- 3.2.68ὅσα δὲ τούτων μεταξύ, ταῦτα εἴδη μὲν ὄντα τῶν ἐπαναβεβηκότων, γένη δὲ τῶν ὑποκαταβεβηκότων εἰκότως ἂν εἴη ὑπάλληλα τὰ γένη.
该句的骨架是关系从句 ὅσα δὲ τούτων μεταξύ 由指示代词主语 ταῦτα 所承接,分词短语 εἴδη μὲν ὄντα... γένη δὲ... 补充原因或伴随情况,最终落实为主句谓语 εἰκότως ἂν εἴη ὑπάλληλα τὰ γένη。句末的 τὰ γένη 在述谓部分作为同格的限定性表语(“理所当然是相互从属的属这类属”)发挥功能。
