- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:81.23-82.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利阐述了亚里士多德关于不同属与相互从属属的种差异同的论述,依据在“是什么”或“是何种事物”中的述谓给出了属、种和种差的界定,并探讨了它们在十个最高范畴中的分布以及一一种差的存在。
Ἐ. Μετὰ δὲ ταῦτα περὶ τίνων διδάσκει ὁ Ἀριστοτέλης; Ἀ. Περὶ διαφορῶν.
问:在这些之后,亚里士多德教导了关于什么的内容? 答:关于种差。
Ἐ. Τί λέγων; Ἀ. Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων1 ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί οἷον ζῴου καὶ ἐπιστήμης· ζῴου μὲν γὰρ διαφοραὶ οἷον τὸ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνόν, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τῷ δίπους εἶναι. τῶν δέ γε ὑπαλλήλων γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι· τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται.
问:他是怎么说的? 答:“凡属不同属且不相互从属者,其种差在种上也不同,例如动物和知识”;因为动物的种差例如有陆生的、两足的和有翼的,但知识的种差却无一属于这些;因为知识并不因是两足的而与知识相区别。“然而对于相互从属的属,没有什么妨碍它们拥有相同的种差;因为较上位者被述谓于较下位者,所以凡属于谓项的种差,同样多的种差也将属于基底。”
Ἐ. Ἀλλ’ ὁρᾷς ὅτι ἐν οἷς εἴρηκας πλείω ἐστὶν τὰ λεγόμενα; Ἀ. Ὁρῶ· εἴρηται γὰρ περὶ γενῶν, ὧν τὰ μὲν ἕτερα ἔφη εἶναι, τὰ δὲ ὑπάλληλα. εἴρηται δὲ καὶ ἕτερα τῷ εἴδει. εἴρηνται δὲ καὶ αἱ διαφοραί, καὶ τούτων αἱ μὲν ἕτεραι τῷ εἴδει, αἱ δὲ αἱ αὐταί.
问:但你看到在你所说的话中,包含着多项被表述的内容吗? 答:我看到了;因为谈到了属,他说其中一些是不同的,另一些是相互从属的。也谈到了在种上不同的事物。并且也谈到了种差,而在这些种差中,一些在种上不同,另一些则是相同的。
Ἐ. Περὶ πάντων οὖν εἰπὼν τούτων τί βούλεται διὰ τοῦ προκειμένου διδάξαι, παράστησον. Ἀ. Φημὶ τοίνυν ὅτι πολλαχῶς μὲν λέγεται καὶ τὸ εἶδος καὶ τὸ γένος καὶ ἡ διαφορά. τὸ δὲ νῦν λαμβανόμενον γένος ἐστὶν ἐκεῖνο, ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορεῖται, οἷον τὸ ζῷον γένος ἂν εἴη πτηνοῦ καὶ πεζοῦ καὶ ἐνύδρου, ὧν ἐν τῷ εἴδει διαφερόντων ἀλλήλων ἐν τῷ τί ἐστιν ἕκαστον ἐρωτηθὲν κατηγορεῖται·2 τί γάρ ἐστιν ἕκαστον ἀποδιδόντες ζῷον ἐροῦμεν. λαμβάνεται δὲ εἶδος τὸ κατὰ πλειόνων τῷ ἀριθμῷ διαφερόντων ἐν τῷ τί ἐστι κατηγορούμενον· ὁ γὰρ ἄνθρωπος εἶδος ὢν κατὰ πλειόνων τινῶν ἀνθρώπων ἀριθμῷ μόνον διαφερόντων ἐν τῷ τί ἐστιν ἕκαστος κατὰ μέρος ἐρωτηθέντων κατηγορεῖται· τί γάρ ἐστιν ὁ Σωκράτης ἐὰν ζητῶμεν, οἰκείως ἀποδιδοῖμεν ὅτι ἄνθρωπος. ἐπεὶ δὲ τὰ πολλὰ εἴδη πολλάκις τὰ αὐτὰ ὄντα κατὰ γένος διαφοραῖς χωρίζεται, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ βοῦς καὶ ὁ κύων τὰ αὐτὰ ὄντα κατὰ γένος (ζῷα γὰρ πάντα) διαφοραῖς ἀλλήλων χωρίζεται, ἡ δὲ διαφορὰ ποιόν τι ἕκαστον τῶν εἰδῶν ἐστιν παρίστησιν (ὅτι γὰρ ὁ ἄνθρωπος ζῷόν ἐστι λογικὸν θνητὸν καὶ ὁ κύων ζῷον ἄλογον ὑλακτικόν, αἱ διαφοραὶ παριστᾶσιν), εἴη ἂν ἡ διαφορὰ τὸ κατὰ πλειόνων διαφερόντων ἀλλήλων ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον. οἷον τὸ πτηνὸν διαφορά ἐστι κατὰ πλειόνων κατηγορούμενον· κατὰ γὰρ κύκνου καὶ κόρακος καὶ ἀετοῦ λέγεται.
问:那么,在谈论了所有这些之后,请说明他意图通过眼前这段文字教导什么。 答:因此我说,种、属和种差都是在多种意义上被表述的。但如今所取的属,是在“是什么”中被述谓于在种上不同的多数事物的那种属;例如动物将是有翼者、陆生者和水生者的属,当它们在种上彼此相异而被问及各自是什么时,[动物]被述谓于它们;因为我们在回答各自是什么时,会说“动物”。而被取的种,则是在“是什么”中被述谓于在数上不同的多数事物者;因为人作为一个种,当数个仅在数上不同的人被分别问及各自是什么时,[人]被述谓于他们;因为如果我们探求苏格拉底是什么,我们会恰当地回答说是“人”。由于多数种往往在属上相同却因种差而相区分——正如人、牛和狗在属上相同(因为全都是动物),却通过种差而彼此区分,而种差指明各种究竟是何种事物(因为人是理性的、有死的动物,而狗是无理性的、吠叫的动物,这是由种差指明的)——种差就将是在“是何种事物”中被述谓于彼此相异的多数事物者。例如,“有翼的”是被述谓于多数事物的种差;因为它是就天鹅、渡鸦和鹰而言被述谓的。
Ἐ. Ἀλλ’ ἑκάστου ζῴου ὄντος τὸ πτηνὸν εἶναι ἕκαστον ποῖόν τι ζῷον δηλοῖ; τῆς γὰρ τοῦ γένους ποιότητος καὶ τοῦ εἴδους δηλωτικὴ ἡ διαφορά. Ἀ. Οὐδαμῶς. ἀλλὰ δέκα οὐσῶν τῶν ἀνωτάτω3 καθ’ ἑκάστην ἀλλοῖα τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραί· ἧς γὰρ ἂν κατηγορίας ὑπάρχῃ τὸ γένος, ἐκείνης ἔσται καὶ τὸ τοῦ γένους οἰκεῖον εἶδος καὶ αἱ τοῦ γένους καὶ εἴδους διαφοραί.
问:但是,在各自都是动物的情况下,各自是有翼的指明了它是何种动物吗?因为种差是指明属与种的性质的。 答:绝非如此。倒不如说,最上位的范畴有十个,依每一个范畴,属、种和种差各自不同;因为属无论属于哪个范畴,属于该属的固有的种,以及该属与该种的种差,也都将属于那个范畴。
Ἐ. Ἀλλ’ ἐπεὶ ἀπέδωκας κατὰ πλειόνων εἰδῶν λέγεσθαι τὴν διαφοράν, ἆρά γε καθάπερ ἔστι τοῦτο εἴρηκας;4 Ἀ. Οὐδαμῶς, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ· εἰσὶ γάρ τινες ἰσάριθμοι τοῖς εἴδεσιν, ὥσπερ κουφότης καὶ βαρύτης, ἡ μὲν μόνου πυρὸς οὖσα, ἡ δὲ γῆς.
问:但既然你给出的说明是种差就多数种而言被表述,那么你说这话是作为毫无例外的绝对事实吗? 答:绝非如此,而是作为在多数情况下如此;因为有些种差在数目上与种相等,例如轻与重,前者仅属于火,后者仅属于土。
- 3.2.61Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων
属格短语 τῶν ἑτερογενῶν... 是修饰后文 αἱ διαφοραί 的所属属格,置于句首以凸显对比的主题。下半句中的 τῶν δέ γε ὑπαλλήλων γενῶν 亦呈现出相同的句法结构。
- 3.2.63ὧν ἐν τῷ εἴδει διαφερόντων ἀλλήλων ἐν τῷ τί ἐστιν ἕκαστον ἐρωτηθὲν κατηγορεῖται
关系代词 ὧν 指涉先行词 πτηνοῦ καὶ πεζοῦ καὶ ἐνύδρου,与分词 διαφερόντων 构成独立属格结构(“当它们在种上彼此相异时”),并在语义上兼作动词 κατηγορεῖται 所述谓的对象(基底)。
- 3.2.64δέκα οὐσῶν τῶν ἀνωτάτω
独立属格结构。名词 κατηγοριῶν 因语境明确而被省略,带定冠词的最高级 τῶν ἀνωτάτω 实质上指代“最上位的诸范畴(最高属)”。
- 3.2.65καθάπερ ἔστι τοῦτο εἴρηκας
直译为“你是否正是按照事情的实际情况说了这话”。此处意指“作为毫无例外的绝对事实”,与下文答话中的 ὡς ἐπὶ τὸ πολύ(“在多数情况下”)形成对比。
