- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:80.3-81.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利将“述谓于基底”解释为在“是什么”中以及同名同义的述谓,并针对亚里士多德的传递规则(1b10)所遭遇的疑难(“人是种,但苏格拉底不是种”)作出解答,指出“种”并非陈述人的本质,而是表明共通性的偶态。
Ἐ. Τί οὖν φησιν καὶ ποταπὸν εἶναι 〈τὸ καθ’ ὑποκειμένου λέγεσθαι〉; Ἀ. Καθ’ ὑποκειμένου φησὶν ἐκεῖνο κατηγορεῖσθαί τινος, ὅταν ἐν τῷ τί ἐστι κατηγορῆται ἐκεῖνο 〈ὃ〉 ἀποδίδοται.1 οἷον τὸ περιπατεῖν κατηγορεῖται κατὰ Σωκράτους· ἀλλ’ ἐὰν ἀποδιδῶμεν, τί ἐστιν Σωκράτης, οὐκ ἂν εἴποιμεν αὐτὸν τὸ περιπατεῖν, ὥστε οὐ καθ’ ὑποκειμένου κατηγορεῖται τοῦ Σωκράτους τὸ περιπατεῖν. κατηγορεῖται δὲ τοῦ Σωκράτους καὶ ὁ ἄνθρωπος· εἴποις γὰρ ἄν· Σωκράτης ἄνθρωπος· ἀλλὰ κἂν ἐρωτηθῇς, τί Σωκράτης, ἀποδιδοίης ἂν ὅτι ἄνθρωπος. ὁ τοίνυν ἄνθρωπος κατὰ τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται. πάλιν ἡ γραμματικὴ ὄνομα δήπου ῥηθείη ἂν· ἀλλ’ ἐὰν ἐξετάζῃς, τί ἐστιν ἡ γραμματική, οὐκ ἂν εἴποις ὄνομα· οὐ γὰρ ἡ οὐσία τῆς γραμματικῆς ὄνομά ἐστιν, ἐπεὶ πᾶς ἂν ἐδύνατο τοῦ ὀνόματος μετέχων εἶναι γραμματικὸς τῷ ὄντι· ἀλλ’ ἔστιν ἡ γραμματικὴ ἐπιστήμη, ὥστε ἡ μὲν ἐπιστήμη κατὰ τῆς γραμματικῆς καθ’ ὑποκειμένου λέγεται, τὸ δὲ ὄνομα οὐ καθ’ ὑποκειμένου λέγεται. καὶ αὐτὸς δὲ προελήφθη φησὶν ὅτι2 τὰ καθ’ ὑποκειμένου κατηγορούμενα καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον ἐφαρμόζειν ὀφείλει τῷ ὑποκειμένῳ, τὰ δὲ ἐν ὑποκειμένῳ κατὰ μὲν τὸν λόγον οὐδέποτε, κατὰ δὲ τοὔνομα ἐφαρμόσειεν ἄν ποτε τῷ ὑποκειμένῳ· ὥστε τὸ καθ’ ὑποκειμένου κατηγορεῖται, ὃ καθολικώτερον ὂν τοῦ ὑποκειμένου ἐφαρμόζειν αὐτῷ δύναται καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον, τοῦτ’ ἔστι συνωνύμως λέγεσθαι δύναται κατὰ τοῦ ὑποκειμένου. τοιαῦτα δέ ἐστι τὰ εἴδη καὶ τὰ γένη τῶν ὑποκειμένων, εἴτε οὐσίαι εἶεν εἴτε συμβεβηκότα· ὅτι γὰρ καθολικόν ἐστι τὸ καθ’ ὑποκειμένου, ἐδήλωσεν εἰπὼν τὰ ἄτομα μὴ εἶναι καθ’ ὑποκειμένου. δεῖ τοίνυν τὸ καθ’ ὑποκειμένου μὴ ἄτομον εἶναι ἐν τῷ τί τοῦ ὑποκειμένου κατηγορούμενον. διὸ καὶ καθολικώτερόν ἐστι τοῦ ὑποκειμένου.
问:那么,他说“述谓于基底”是什么,又是怎样的呢?答:他说,当所给出的回答是在“是什么”中被述谓时,那事物就是作为述谓于基底者而被述谓于某物的。例如,“散步”被述谓于苏格拉底;但如果我们给出苏格拉底是什么的回答,我们不会说他是“散步”,因此“散步”不是作为述谓于基底者而被述谓于苏格拉底的。然而,“人”也被述谓于苏格拉底;因为你可以说:“苏格拉底是人”;即使你被问及苏格拉底是什么,你也会回答说是人。因此,“人”是作为述谓于基底者而被述谓于苏格拉底的。再者,“文法”固然可以说是一个“名词”;但如果你探究文法是什么,你不会说它是“名词”;因为文法的本质并非名词,否则凡分有这一名词的人就都能够在事实上成为文法学家了;然而文法是一门科学,因此“科学”是作为述谓于基底者而被述谓于文法,而“名词”则不是作为述谓于基底者而被述谓的。他说,人们也已预先假定:作为述谓于基底者而被述谓的事物,无论在名称上还是在定义上都必定适用于基底,而在基底之中的事物则决不按定义适用,虽然有时可以按名称适用于基底。因此,凡作为述谓于基底者而被述谓的事物,都是比基底更普遍、且无论在名称上还是在定义上都能适用于基底的事物,也就是说,能够同名同义地述谓于基底。基底的种和属就是这样的事物,无论它们是实体还是偶性;因为凡述谓于基底者都是普遍的,他通过说明不可分割的个别事物不述谓于基底而阐明了这一点。因此,述谓于基底者必定是在基底的“是什么”中被述谓的非个别事物。正因如此,它也比基底更普遍。
Ἐ. Τί οὖν ἐκ τούτων συμβαίνει; Ἀ. Φησὶν ὁ Ἀριστοτέλης τί συμβαίνει· ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
问:那么从这些中会得出什么结论呢?答:亚里士多德说明了得出什么结论:“当一事物作为述谓于基底者而被述谓于另一事物时,凡述谓于谓项的一切,也必都述谓于基底。”
Ἐ. Ἀλλὰ πῶς τοῦτο ἀληθές; ὁ μὲν γὰρ ἄνθρωπος κατὰ Σωκράτους λέγεται καθ’ ὑποκειμένου· κατὰ δὲ τοῦ ἀνθρώπου κατηγορεῖται οὐ μόνον τὸ ζῷον ἀλλὰ καὶ τὸ εἶδος· εἶδος γὰρ ὁ ἄνθρωπος. οὐ μὴν ἔτι κατὰ τοῦ Σωκράτους πάντα κατηγορηθήσεται, ἀλλὰ τὸ μὲν ζῷον κατηγορηθήσεται, οὐκέτι δὲ καὶ τὸ εἶδος· οὐ γὰρ Σωκράτης εἶδος. Ἀ. Ἀλλ’ ὁρᾷς ὅτι ἡ ἀτοπία γέγονε παρὰ τὸ μὴ ἐκδέξασθαι ὀρθῶς, πῶς εἴρηται3 ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται· οὐ γὰρ ἁπλῶς εἴρηκεν ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ἀλλ’ εἰπὼν ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου δέδωκεν ὑπολαβεῖν τὸ συνωνύμως καὶ ἐν τῷ 〈τί ἐστι〉 τὸ τηνικαῦτα·4 ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. οἷον τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐφαρμόζει γὰρ τῷ ἀνθρώπῳ καὶ τοὔνομα τοῦ ζῴου καὶ ὁ λόγος· ζῷόν τε γὰρ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική. τὸ δὲ εἶδος ἐφαρμόζει μὲν κατὰ τοὔνομα· εἶδος γὰρ ἂν ῥηθείη ὁ ἄνθρωπος· οὐ μὴν ἐν τῷ τί ἐστιν ὁ ἄνθρωπος τῷ ἐρωτῶντι περὶ τῆς οὐσίας αὐτοῦ ἥτις ἐστὶν ἀποδοθείη ἂν ὅτι εἶδος, ἀλλ’ ὅτι ζῷον. τὸ δὲ εἶδος λέγεσθαι τὸν ἄνθρωπον ἀντιδιαιρεῖται πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, ἀλλὰ τῶν κατὰ κοινότητα προσαγορευομένων. τὸ δὲ κατὰ κοινότητα τὸν ἄνθρωπον λέγεσθαι συμβεβηκότος ἐστὶ παραστατικὸν μᾶλλον ἢ οὐσίας, συμβεβηκότος δὲ οὐ τοῦ κυρίως ἀλλὰ τοῦ ἐοικότος διαφορᾷ τινι. διαφέρει δὲ ὁ ἄνθρωπος τοῦ Σωκράτους, ὅτι ὁ μὲν κατὰ κοινότητα λέγεται, ὁ δὲ Σωκράτης οὐ κατὰ κοινότητα ἀλλὰ ἀτόμως. ᾗ οὖν κατὰ κοινότητα εἶδος, ὁ ἄνθρωπος λέγεται, καὶ καθὸ γένος, τὸ ζῷον. συμβέβηκε δὲ τούτοις κατὰ πλειόνων εἶναι περιεκτικά, ἐν δὲ τῷ τί ἐστιν ἡ οὐσία τοῦ ἀνθρώπου κατηγορεῖται.
问:但这话怎么会是真的呢?因为“人”是作为述谓于基底者而被述谓于苏格拉底;但在人之上,不仅被述谓以“动物”,还被述谓以“种”;因为人是一个种。然而,决不能把所有这一切再述谓于苏格拉底;“动物”固然会被述谓,但“种”却不再会被述谓;因为苏格拉底并不是一个种。答:但是你看到,这种荒谬的产生,是由于没有正确领会“凡述谓于谓项的一切”是如何被表述的。因为他并不是无条件地说“凡述谓于谓项的一切”,而是通过说“当一事物作为述谓于基底者而被述谓于另一事物时”,使得人们在此时领会“同名同义地”以及“在是什么之中”:凡述谓于谓项的诸事物,同样多的事物也必都述谓于基底。例如,“动物”是作为述谓于基底者而被述谓于人;因为动物的名称和定义都适用于人;因为人既是动物,又是有灵魂的、有感觉的实体。然而“种”虽然在名称上适用——因为人确实可以说是一个种——但在“人是什么”中,对于询问其本质究竟是什么的人,绝不会回答说是一个“种”,而会回答说是“动物”。人被称为“种”,是与不属于个别事物、而属于依共通性被称呼的事物相对立而划分的。人依共通性被表述,更多是指明偶性而非本质,并且不是指明严格意义上的偶性,而是指明类似于某种种差的偶性。人之所以不同于苏格拉底,是因为前者依共通性被表述,而苏格拉底不是依共通性、而是作为不可分割的个别者被表述。因此,依其按共通性为种而言,人被表述,依其为属而言,动物〔被表述〕。包含多数事物对它们而言是偶态,而在“是什么”中被述谓的则是人的本质。
- 3.2.57ἐκεῖνο 〈ὃ〉 ἀποδίδοται
经补入关系代词 ὃ 之后,ἐκεῖνο 作为先行词指代在回答中所给出的界定。在 ὅταν 从句中,ἐκεῖνο 〈ὃ〉 ἀποδίδοται 作 κατηγορῆται 的主语,表示“当所给出的回答在‘是什么’之中被述谓时”。
- 3.2.57προελήφθη φησὶν ὅτι
此处作非人称被动语态(或以前述讨论/前提为主语的被动结构)理解,意为“他说,人们已预先假定/了解……”。整个 ὅτι 从句充当被动动词 προελήφθη 的实质主语从句。
- 3.2.59παρὰ τὸ μὴ ἐκδέξασθαι ὀρθῶς, πῶς εἴρηται
介词 παρά 支配带冠词的不定式宾格 τὸ μὴ ἐκδέξασθαι 表示原因(“由于没有正确理解”)。间接疑问从句 πῶς εἴρηται 则充当不定式 ἐκδέξασθαι 的宾语。
- 3.2.59τὸ τηνικαῦτα
状语性宾格,意为“在那时”或“在这种情况下”。紧接在分词从句 εἰπὼν ... ὡς καθ' ὑποκειμένου 所设定的条件之后,限定了该规则的适用范围:唯有在此种情形(同名同义地且在本质中)下,传递性才成立。
