← 波菲利

亚里士多德《范畴篇》释义

§78.22-80.2

四分法的交错配列与偶性定义的疑难

波菲利论证了《范畴篇》中存在者的四分法是按照交错次序呈现的,并解决了针对“在基底之中”定义的两个疑难(苏格拉底在处所中、苹果香气的分离),随后过渡到对“述谓于基底”的讲授。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.48

Ἐ. Ἐπεὶ τοίνυν σαφῆ πεποίηκας τὴν διαίρεσιν καὶ τὰ ἐν αὐτῇ ῥηθέντα, ἔτι μοι τοῦτο εἰπέ· ἐνὸν γὰρ πολλαχῶς ἐκθέσθαι1 τὴν διαίρεσιν, καὶ γὰρ οὕτως ἦν εἰπεῖν· ἐρῶ δὲ διὰ τῶν ὀνομάτων, λέγων ὅτι τῶν ὄντων τὰ μὲν καθόλου συμβεβηκότα, τὰ δὲ καθόλου οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, ἢ τὰ μὲν ἐπὶ μέρους συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα· ἐνὸν οὖν πολλαχῶς οὕτως εἰπεῖν, ὅτι τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα· ἐνὸν δὲ καὶ οὕτως, τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους συμβεβηκότα, τὰ δὲ καθόλου οὐσίαι, καὶ τὰ μὲν καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα· ἐνὸν οὖν πολλαχῶς οὕτως διελεῖν, εἰπὲ τοίνυν, ὁ Ἀριστοτέλης κατὰ ποίαν τάξιν τὴν διαίρεσιν ἐξέθετο; Ἀ. Κατὰ τὴν χιαστὴν λέγω.

问:既然你已经阐明了这种划分以及其中的言论,那么请再告诉我这一点:因为原可以以多种方式陈述这种划分——事实上也可以这样说,我将用名称来表述,即在存在者之中,有些是普遍偶性,有些是普遍实体;或者反过来,有些是普遍实体,有些是普遍偶性;或者有些是个别偶性,有些是个别实体;或者反过来,有些是个别实体,有些是个别偶性;因此,既然原可以以多种方式这样说,即在存在者之中,有些是普遍实体,有些是个别实体,有些是普遍偶性,有些是个别偶性;而且也可以这样:在存在者之中,有些是普遍实体,有些是个别偶性;或者反过来,有些是个别偶性,有些是普遍实体;并且有些是普遍偶性,有些是个别实体;或者反过来,有些是个别实体,有些是普遍偶性——既然原可以以多种方式这样划分,那么请告诉我,亚里士多德是按照何种次序陈述这种划分的?答:我说,是按照交错的次序。

§3.2.49

Ἐ. Τίς γάρ ἐστιν ἡ χιαστή; Ἀ. Λέγω ὅτι ἡ οὐσία συμβεβηκὸς ἀντιδιαιροῦσα καὶ τὸ καθόλου ἐπὶ μέρους.

问:什么是交错的次序?答:我说,是将实体与偶性、普遍与个别交叉对立划分。

§3.2.50

Ἐ. Σαφέστερον εἰπὲ ὃ λέγεις. Ἀ. Τὸ γὰρ οὕτως διελεῖν καὶ εἰπεῖν, τῶν ὄντων τὰ μὲν ἢ καθόλου οὐσίαι ἢ ἐπὶ μέρους συμβεβηκότα, καὶ τὰ μὲν 〈ἢ〉 καθόλου συμβεβηκότα ἢ ἐπὶ μέρους οὐσίαι, χιάζοντος ἦν2 καὶ μήτε τὰ καθόλου κατὰ στοῖχον ἀριθμοῦντος μήτε τὰ κατὰ μέρος, μήτε τὰς οὐσίας κατὰ στοῖχον μήτε τὰ συμβεβηκότα.

问:请更清楚地说明你的意思。答:因为这样划分并表述——即在存在者之中,有些要么是普遍实体要么是个别偶性,而有些要么是普遍偶性要么是个别实体——乃是运用交错法之人的做法,他既没有将普遍者排成一列计数,也没有将个别者排成一列计数,既没有将实体排成一列计数,也没有将偶性排成一列计数。

§3.2.51

Ἐ. Καὶ πόθεν δῆλον ὅτι οὕτως διεῖλεν; Ἀ. Ὅτι τὰ ἐξηγητικὰ αὐτῶν ὀνόματα παραλαμβάνων ἃ συνέπλεξεν οὕτως ἐξέθετο, ὡς ἀπεδείχθη.

问:从何处清楚可见他是这样划分的呢?答:因为他采用它们的解释性名称,如前面所证明的那样陈述了它们的结合。

§3.2.52

Ἐ. Ἀλλ’ εἰ τὰ συμβεβηκότα ἔν τινι μὴ ὡς μέρος ὑπάρχοντα ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν, πῶς ὁ Σωκράτης ἐν τόπῳ ὢν καὶ μὴ ὡς μέρος ὑπάρχων τοῦ τόπου καὶ μηδέποτε δυνάμενος χωρὶς τόπου εἶναι οὐκ ἂν εἴη συμβεβηκός; Ἀ. Ὅτι τὸ συμβεβηκὸς ἔν τινι σώματι ὂν οὐ δύναται ἀπολιπεῖν τοῦτο τὸ σῶμα καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γενέσθαι, ὁ δὲ Σωκράτης τόπου μὲν οὐ χωρίζεται, τοῦδε δὲ τοῦ τόπου χωρίζεται.

问:但是,如果偶性是在某物之中并非作为部分存在、且不可能脱离它所在之物而存在者,那么苏格拉底在处所之中,并非作为处所的部分而存在,且绝不可能脱离处所而存在,他怎么会不是偶性呢?答:因为偶性在某个身体之中,不能离开这个身体而进入另一个又一个身体,而苏格拉底虽不脱离处所本身,却脱离这个特定的处所。

§3.2.53

Ἐ. Τί οὖν ἡ τούτων διαφορά; Ἀ. Ὅτι ἀεὶ μὲν ἐν τόπῳ ὁ Σωκράτης, ἀπολιπὼν δὲ τὸν πρότερον ἐν ἑτέρῳ καὶ ἑτέρῳ ἐστί, τὸ δὲ ἐν ὑποκειμένῳ οὐδενὶ τρόπῳ ἀπολείπεται τοῦ ἐν ᾧ ἔστιν.

问:那么二者的区别是什么?答:苏格拉底固然总是在处所之中,但离开前一个处所后便在相继不同的处所之中;而在基底之中的事物则决不脱离它所在之物。

§3.2.54

Ἐ. Ἀλλὰ πῶς οὐκ ἄτοπον λέγειν μὴ χωρίζεσθαι τὰ συμβεβηκότα σαφῶς καὶ τῆς εὐωδίας χωριζομένης τοῦ μήλου καὶ τῆς γλυκύτητος; Ἀ. Μὴ γὰρ ὁ Ἀριστοτέλης ἔφη ἀδύνατον χωρίζεσθαι.

问:但是,既然香气明显离开苹果,甜味也是如此,说偶性不分离怎么会不是荒谬的呢?答:因为亚里士多德并未说不可能被分离。

§3.2.55

Ἐ. Ἀλλὰ τί ἔφη; Ἀ. Ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν. ἄλλο δέ ἐστι τὸ χωρίζεσθαι καὶ ἄλλο τὸ χωρὶς εἶναί τινος· οὐδὲ γὰρ ἔφη ἀδύνατον χωρὶς εἶναι ἐκείνου ἐν ᾧ ἦν, ἀλλὰ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστιν.3 ἡ γὰρ εὐωδία χωρίζεσθαι μὲν δύναται τοῦ ἐν ᾧ ἐστι, χωρὶς δὲ εἶναι καθ’ αὑτὴν οὐχ οἵα τέ ἐστιν, ἀλλ’ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλο ὑποκείμενον. ὅτι γὰρ χωρὶς εἶναι καθ’ αὑτὸ ἄνευ ὑποκειμένου τινὸς θεωρούμενον ἀμήχανον τὸ συμβεβηκός, τοῦτο ἐπεσημήνατο, ἀλλ’ οὐχ ὅτι χωρίζεσθαι ἀδύνατον.

问:那么他说了什么?答:他说不可能脱离它所在之物而存在。因为被分离是一回事,脱离某物而存在则是另一回事。因为他并未说不可能脱离它曾经所在之物而存在,而是说不可能脱离它现在所在之物而存在。因为香气固然能够离开它所在之物,却无法独自脱离某物而存在,而是要么毁灭,要么传递到另一个基底之中。因为他所指出的是,偶性若脱离任何基底而被考虑,是不可能独自脱离而存在的,而不是说它不可能被分离。

§3.2.56

Ἐ. Ἀλλὰ τί μὲν τὸ ἐν ὑποκειμένῳ, διὰ τοῦ δοθέντος ὅρου ἐδίδαξεν· λείπεται οὖν διδάξαι, καὶ τί τὸ καθ’ ὑποκειμένου λέγεσθαι. ποῦ τοίνυν περὶ τούτου ἐδίδαξεν; Ἀ. Ἐν τοῖς ἑξῆς, λέγων ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου.

问:那么,“在基底之中”是什么,他已通过所给出的定义作了讲授;因此剩下的就是要讲授“述谓于基底”是什么了。那么,他在哪里讲授了这一点?答:在接下来的部分中,他说:“当一事物作为述谓于基底者而被述谓于另一事物时”。

语法注3 条
  1. 3.2.48ἐνὸν γὰρ πολλαχῶς ἐκθέσθαι

    非人称动词 ἔνεστι(可能)的中性现在分词宾格 ἐνόν 用作独立宾格,统摄不定式 ἐκθέσθαι,并与后文重复出现的 ἐνὸν οὖν 及 ἐνὸν δέ 一同构成让步或情况从句(“既然可以……”),引导出句末的主句祈使动词 εἰπὲ τοίνυν(“那么请说”)。

  2. 3.2.50χιάζοντος ἦν

    名词化分词 χιάζοντος(作交错排列者)的属格与未完成过去时 ἦν 连用,构成表示特征或归属的述谓属格结构(“属于/是交错排列者的做法”)。其主语是前面的冠词加不定式短语 Τὸ γὰρ οὕτως διελεῖν καὶ εἰπεῖν。

  3. 3.2.55οὐδὲ γὰρ ἔφη ἀδύνατον χωρὶς εἶναι ἐκείνου ἐν ᾧ ἦν, ἀλλὰ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστιν

    该论证的关键在于关系从句中动词时态的鲜明对比:未完成过去时 ἦν(曾经在其中)与现在时 ἔστιν(现在在其中)。波菲利澄清道,亚里士多德并未否定偶性离开其“曾经在其中”之物(如香气离开苹果),而是排除了它脱离其“现在在其中”之物而独立存在(即完全没有基底)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:78.22-80.2