← 波菲利

亚里士多德《范畴篇》释义

§77.13-78.21

在基底之中的定义与在某物之中的九种含义

讨论亚里士多德对“在基底之中”的定义,梳理出“在某物之中”的九种含义,并阐明偶性与基底的关系相应于“形式在质料之中”,而“部分”与“容器”的模式则被该定义所排除。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.40

Ἐ. Ἀλλὰ τοῦτο δὴ τὸ ἐν ὑποκειμένῳ ποῖόν τι εἴληπται, καὶ πῶς ἐξηγήσατο ὁ Ἀριστοτέλης; Ἀ. Οὕτως· ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν.

问:但是,这“在基底之中”究竟被理解为何种事物,亚里士多德又是如何解释的呢?答:是这样:“我所说的‘在基底之中’,是指那在某物之中并非作为部分存在、且不可能脱离它所在之物而存在者”。

§3.2.41

Ἐ. Τί οὖν βούλεται λέγειν διὰ τούτου; Ἀ. Φημὶ ὅτι ἐν ὑποκειμένῳ ἔφη ἐκεῖνο εἶναι τὸ ἔν τινι ὄν· ἀλλ’ ἐπεὶ τὸ ἔν τινι ὂν πλεοναχῶς δηλοῦται καὶ ἔστιν ὁμώνυμον, δεῖ προστεθῆναί τινα, ἵνα ὃ ἰδίως βούλεται ἔν τινι σημαντικὸν εἶναι τοῦ συμβεβηκότος καὶ τοῦ ἐν ὑποκειμένῳ ἀφορισθῇ.1 ἔστι τοίνυν τὸ ἔν τινι τῶν πλεοναχῶς λεγομένων· καὶ γὰρ τὸ ἐν τόπῳ ἔν τινι λέγεται ὡς ἐν τῇ οἰκίᾳ ὁ Σωκράτης ἢ ἐν Λυκείῳ ἢ ἐν βαλανείῳ ἢ ἐν θεάτρῳ. ἔστιν ἔν τινι καὶ τὸ ὡς ἐν ἀγγείῳ οἷον ὡς ἐν τῷ ἐκπώματι τὸ ὕδωρ καὶ ἐν τῷ ἀμφορεῖ ὁ οἶνος. ἔστιν ἔν τινι καὶ τὸ ὡς μέρος ἐν τῷ ὅλῳ ὥσπερ ἡ χεὶρ ἐν τῷ ὅλῳ τοῦ ἀνθρώπου σώματι. ἔστιν ἔν τινι καὶ τὸ ὥσπερ τὸ ὅλον ἐν πᾶσι τοῖς αὐτοῦ μέρεσιν. ἔστιν ἔν τινι καὶ τὸ ὡς ἐν τῷ γένει τὸ εἶδος καθάπερ ἐν τῷ ζῴῳ ὁ ἄνθρωπος· περιέχεται γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος. ἔστιν ἐν τινι ὡς γένος ἐν τῷ εἴδει· μετέχει γὰρ τὰ εἴδη τοῦ γένους· τὸ γὰρ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου ὡς μετεχόμενον ὑπὸ τοῦ ἀνθρώπου. ἔστιν ἐν τινι ὡς τὸ ἐν τέλει εἶναι· ἐν γὰρ τῷ εὐδαιμονεῖν, ὅπερ ἐστὶ τέλος τοῦ ἀνθρώπου, τὰ πάντα ἐστὶ τοῖς ἀνθρώποις. ἔστι δὲ ἄλλο ἔν τινι τὸ ἐν τῷ κρατοῦντι, ὡς λέγομεν ἐν τῷ βασιλεῖ εἶναι τὰ πράγματα. ἄλλο δὲ πάλιν ἔν τινι τὸ ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος καθάπερ ἐν τῷ χαλκῷ ἡ μορφὴ τοῦ ἀνδριάντος κἀν τῷ σιδήρῳ τὸ σχῆμα τῆς μαχαίρας κἀν τῇ ψυχῇ ἡ ἐπιστήμη κἀν τῷ σώματι τὸ χρῶμα.

问:那么,他通过这话意指什么呢?答:我说,他把“在基底之中”表述为那在某物之中的事物。但既然“在某物之中”有多种表述且是同名异义的,就必须附加若干规定,以使他特意想要用以表示偶性与“在基底之中”的那个“在某物之中”得到界定。因此,“在某物之中”是具有多种含义的事物之一:因为“在处所之中”也被说成“在某物之中”,如同苏格拉底在房屋之中,或在吕克昂之中,或在浴室之中,或在剧场之中。作为在容器之中也是“在某物之中”,例如水在杯中,酒在坛中。作为部分在整体之中也是“在某物之中”,正如手在人的整个身体之中。作为整体在自身的一切部分之中,也是“在某物之中”。作为种在属之中也是“在某物之中”,正如人在动物之中;因为种被属所包涵。作为属在种之中也是“在某物之中”;因为诸种分有属;因为动物作为被人所分有者而被述谓于人。作为在目的之中也是“在某物之中”;因为在过得幸福这一作为人的目的之中,存在着属于人们的一切事物。另一种“在某物之中”是“在统治者之中”,正如我们说政务掌握在君王手中。再有一种“在某物之中”则是作为形式在质料之中,正如雕像的形状在青铜之中,短剑的形式在铁之中,知识在灵魂之中,颜色在身体之中。

§3.2.42

Ἐ. Πόσα οὖν σημαινόμενα τοῦ ἔν τινι κατηρίθμησας; Ἀ. Ἐννέα;

问:那么,你一共列举了“在某物之中”的多少种含义?答:九种。

§3.2.43

Ἐ. Τίνα ταῦτα; Ἀ. Τὸ ὡς ἐν τόπῳ, τὸ ὡς ἐν ἀγγείῳ, τὸ ὡς ἐν ὅλῳ τὸ μέρος καὶ τὸ ὡς ἐν τοῖς μέρεσι τὸ ὅλον καὶ τὸ ὡς ἐν τῷ γένει τὸ εἶδος καὶ τὸ ὡς ἐν τῷ εἴδει τὸ γένος καὶ τὸ ὡς ἐν τέλει καὶ τὸ ὡς ἐν τῷ κρατοῦντι καὶ τὸ ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος.

问:是哪几种?答:作为在处所之中、作为在容器之中、作为部分在整体之中、作为整体在诸部分之中、作为种在属之中、作为属在种之中、作为在目的之中、作为在统治者之中,以及作为形式在质料之中。

§3.2.44

Ἐ. Ποῖον οὖν τούτων τῶν ἐννέα λαμβάνεται ἐν τῷ ὑποκειμένῳ ἔν τινι; Ἀ. Τὸ ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος.

问:那么,这九种之中哪一种被用于基底的“在某物之中”?答:作为形式在质料之中的那一种。

§3.2.45

Ἐ. Διὰ τί; Ἀ. Ὅτι μόνα τὰ εἴδη τῶν ὑλῶν ἀχώριστά ἐστιν.

问:为什么?答:因为唯独形式是与其质料不可分离的。

§3.2.46

Ἐ. Ἅμα οὖν καὶ ὁ Ἀριστοτέλης τῶν ἐννέα ἐμνήσθη; Ἀ. Οὐδαμῶς.

问:那么亚里士多德也同时提到了这九种吗?答:绝非如此。

§3.2.47

Ἐ. Ἀλλὰ τίνων; Ἀ. Δύο μόνων, τοῦ τε ὄντος ἔν τινι ὡς ἐν ὅλῳ εἶναι μέρος καὶ τοῦ ἐν ἀγγείῳ ὄντος· ἔφη γὰρ ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον· οὐ γὰρ οὕτως ἐστὶν τὸ ἐν ὑποκειμένῳ ἔν τινι, ὥσπερ ἐν τῷ ὅλῳ τὸ μέρος. οὐδὲ μὴν οὕτως, ὡς τὸ ἐν ἀγγείῳ· τὰ μὲν γὰρ ἐν ἀγγείῳ δύναται χωρὶς γενέσθαι ἐκείνων σῳζόμενα ἐν οἷς ἔστιν, τὸ δὲ συμβεβηκός, ὅπερ ἐν ὑποκειμένῳ, ἔφη ἀδύνατον χωρὶς εἶναι ἐκείνου ἐν ᾧ ἔστιν, οὐχ ὅτι χωρίζεται ἡ λευκότης φέρε τοῦ σώματος καὶ τὸ σχῆμα τοῦ χαλκοῦ, ἀλλ’ ὅτι οὐ σωζόμενον χωρίζεται ὡς ὁ οἶνος ἐκ τοῦ ἀγγείου, ἀλλ’ ὅτι εἰ χωρίζοιτο, φθείρεται,2 οὐδὲ χωρίζεται οὖν, ἀλλὰ μόνον φθείρεται.

问:那么他提到了哪几种?答:仅仅两种:作为在整体之中的部分而在某物之中的那一种,以及在容器之中的那一种。因为他说“在某物之中并非作为部分存在”;因为在基底之中的事物并非像部分在整体之中那样“在某物之中”。也绝不像在容器之中的事物那样;因为在容器之中的事物能够离开它们所在之物而自身保持完好,而关于在基底之中的偶性,他说它不可能脱离它所在之物而存在;这并不是说,比方说,白从身体分离、形状从青铜分离,而是说它并非像酒从容器分离那样在保持完好的情况下分离,而是说假若它被分离,它便毁灭;因此它甚至谈不上被分离,而只是毁灭。

语法注2 条
  1. 3.2.41ἵνα ὃ ἰδίως βούλεται ἔν τινι σημαντικὸν εἶναι τοῦ συμβεβηκότος καὶ τοῦ ἐν ὑποκειμένῳ ἀφορισθῇ

    目的从句(ἵνα ... ἀφορισθῇ)的主语是由关系代词 ὅ 引导的无先行词名词性关系从句。句子骨架为“[ὃ ... βούλεται ... εἶναι](主语)ἀφορισθῇ(被动谓语)”,关系代词 ὅ 在 βούλεται 的宾语不定式结构中充当宾格主语,而 σημαντικὸν εἶναι 为谓语不定式,意为“为了使他所特意意图作为偶性及在基底之中的表征的[在某物之中]得以界定”。

  2. 3.2.47οὐχ ὅτι χωρίζεται ἡ λευκότης φέρε τοῦ σώματος καὶ τὸ σχῆμα τοῦ χαλκοῦ, ἀλλ’ ὅτι οὐ σωζόμενον χωρίζεται ὡς ὁ οἶνος ἐκ τοῦ ἀγγείου, ἀλλ’ ὅτι εἰ χωρίζοιτο, φθείρεται

    此处为 οὐχ ὅτι ... ἀλλ’ ὅτι ... ἀλλ’ ὅτι 的对比句式。最初被否定的误解是“白或形状能够分离”(亚里士多德说“不可能分离而存在”并非预设了其实际上会分离)。随后予以肯定的是,“即使分离,也不是像酒离开容器那样在保持自身完好的状态下分离”,以及“假若分离,它便毁灭”。理清被否定之物与被确证之核心主张之间的从属界限是准确理解本句的关键。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:77.13-78.21