- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:75.35-77.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利依次讨论亚里士多德四分法中属于个别偶性、普遍偶性与个别实体的具体例证及其说明组合的逻辑,并总结了这一分类背后的基础规定。
Ἐ. Δὸς καὶ τούτου παράδειγμα. Ἀ. Δώσω καὶ οὐχ ἕν, ἀλλ’ ἐπεὶ τὰ μέν ἐστι συμβεβηκότα τῇ ψυχῇ τὰ δὲ συμβεβηκότα τῷ σώματι, δώσω ἀφ’ ἑκατέρων παράδειγμα. ἐπὶ μὲν γὰρ συμβεβηκότος τῇ ψυχῇ λεγέσθω ἡ τὶς γραμματική· ἔστι δὲ τὶς γραμματικὴ ἡ Ἀριστάρχου φέρε εἰπεῖν· μερικὴ γὰρ ἡ Ἀριστάρχου γραμματική. αὕτη δὲ συμβέβηκε μὲν αὐτοῦ τῇ ψυχῇ, καὶ διὰ τοῦτό ἐστιν ὡς ἐν ὑποκειμένῳ τῇ ψυχῇ. καθ’ ὑποκειμένου δὲ οὐ λέγεται· μερικὴ γάρ ἐστι, τὸ δὲ μερικὸν ἄτομον ὂν οὐκ ἂν ῥηθείη καθ’ ὑποκειμένου. τοῦτο μὲν οὖν τὸ παράδειγμα ψυχικοῦ συμβεβηκότος, σωματικοῦ δὲ τὸ τὶ λευκόν· ἐν ὑποκειμένῳ γάρ ἐστι τῷ σώματι, ἔστι γὰρ τὸ λευκὸν χρῶμα, ἅπαν δὲ χρῶμα ἐν σώματι· καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οὐ γάρ ἐστι καθόλου τὸ λευκὸν ἀλλ’ ἐπὶ μέρους.
问:请也举出这个的例子。答:我会举出,而且不仅举出一个;但既然有些偶性属于灵魂,有些偶性属于身体,我便从两者各举一例。就灵魂的偶性而言,且说某种语法知识;例如阿里斯塔库斯的语法知识就是某种语法知识;因为阿里斯塔库斯的语法知识是个别的。这语法知识附随于他的灵魂,并因此在作为基底的灵魂之中。但它不被述谓基底;因为它是个别的,而个别的事物作为不可分割之物,是不会被述谓基底的。这便是灵魂偶性的例子;而身体偶性的例子则是某种白;因为它在作为基底的身体之中,因为白是颜色,而所有颜色都在身体之中;但它不被述谓任何基底,因为这白不是普遍的,而是个别的。
Ἐ. Ὅταν δὲ ἐπάγῃ ὁ Ἀριστοτέλης τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί, τί σημαίνει διὰ τῆς τοιαύτης τῶν λόγων συμπλοκῆς; Ἀ. Φημὶ ὅτι βούλεται λέγειν· τὰ δέ ἐστι καθόλου συμβεβηκότα. διὰ μὲν γὰρ τοῦ φάναι τὰ μὲν καθ’ ὑποκειμένου λέγεται δηλοῖ ὅτι τὰ καθόλου λέγει· τῶν γὰρ καθόλου ἦν ἐξηγητικὸς λόγος τὸ καθ’ ὑποκειμένου λέγεσθαι. διὰ δὲ τοῦ ἐν ὑποκειμένῳ εἶναι, ὅτι συμβεβηκότα λέγει· ταῦτα γὰρ ἦν ἐν ὑποκειμένῳ. λέγει τοίνυν ὅτι τὰ δέ ἐστι καθόλου συμβεβηκότα.
问:但是,当亚里士多德接着说“有些既被述谓基底,又在基底之中”时,他通过诸说明的这种结合表达了什么意思?答:我说,他是指:“有些是普遍偶性”。因为通过说“有些被述谓基底”,他表明他指的是普遍;因为被述谓基底是普遍的解释性说明。又通过“在基底之中”,[他表明]他指的是偶性;因为这些原是在基底之中的。因此他说:“有些是普遍偶性”。
Ἐ. Δὸς οὖν παράδειγμα. Ἀ. Οἷον ἡ ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη τῇ ψυχῇ συμβεβηκυῖα ὑποκείμενον αὐτῇ ἔχει τὴν ψυχήν·1 ὑπόκειται γὰρ τῇ ἐπιστήμῃ ἡ ψυχή. καθολικὴ γὰρ οὖσα κατὰ τῶν μερικωτέρων ἐπιστημῶν λέγεται οἷον κατὰ τῆς γραμματικῆς· γένος γάρ ἐστιν ἡ ἐπιστήμη τῆς γραμματικῆς. ἔστι δὲ συμβεβηκὸς ἡ γραμματική, συμβεβηκὸς δὴ καὶ ἡ ἐπιστήμη· τὰ γὰρ τῶν συμβεβηκότων γένη καὶ εἴδη καὶ αὐτὰ συμβεβηκότα.
问:那么请举一个例子。答:例如知识;因为知识附随于灵魂,便以灵魂为其基底;因为灵魂作为基底横亘于知识之下。并且由于知识是普遍的,它被述谓于更个别的诸知识,例如述谓于语法知识;因为知识是语法知识的属。而语法知识是偶性,因此知识也是偶性;因为偶性的属和种,它们自身也是偶性。
Ἐ. Παράγων τοίνυν καὶ τὸ λοιπὸν τῆς διαιρέσεως μέρος ὁποῖον εἶναι λέγει; Ἀ. Λέγε ποῖον.
问:那么,他引入划分的其余部分时,说它是怎样的呢?答:你说说是怎样的。
Ἐ. Τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου λέγεται. Ἀ. Φημὶ ὅτι διὰ τούτου τοῦ λόγου φησί· τὰ δέ ἐστιν ἄτομοι οὐσίαι· διὰ μὲν γὰρ τοῦ φάναι οὐκ ἐν ὑποκειμένῳ ἔφη οὐσίας εἶναι, διὰ δὲ τοῦ οὐ καθ’ ὑποκειμένου λέγεσθαι ἔφη ἀτόμους εἶναι.
问:“有些既不在基底之中,也不被述谓基底”。答:我说,他通过这一说明是指:“有些是不可分割的实体”;因为通过说“不在基底之中”,他说它们是实体;通过“不被述谓基底”,他说它们是不可分割的。
Ἐ. Δὸς οὖν παράδειγμα. Ἀ. Οἷον ὁ τὶς ἵππος, ὡς Ἀλεξάνδρου Βουκέφαλος ἐλέγετο, καὶ ὁ τὶς ἄνθρωπος οἷον Σωκράτης· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστίν, οὐ γάρ ἐστι συμβεβηκὸς ἀλλ’ οὐσία, οὔτε καθ’ ὑποκειμένου λέγεται, οὐ γὰρ λέγεται καθόλου ἀλλ’ ἐπὶ μέρους. ταῦτα ἐπήγαγε διδάξαι θέλων τοὺς ἁπλῶς καὶ ἄνευ συμπλοκῆς αὐτῶν λεγομένους ὑπογραφικοὺς λόγους,2 ὅπερ ἐξ ἀρχῆς ἡμεῖς ὑπεδείξαμεν εἰπόντες ὅτι τοῦ ἀτόμου καὶ μὴ καθόλου ἀλλ’ ἓν ἀριθμῷ ὄντος σημαντικόν ἐστι τὸ μὴ καθ’ ὑποκειμένου τινὸς λέγεσθαι, ὥσπερ τοῦ καθόλου τὸ καθ’ ὑποκειμένου τινὸς λέγεσθαι, ὥσπερ καὶ τοῦ μὲν συμβεβηκότος παραστατικὸς λόγος τὸ ἐν ὑποκειμένῳ εἶναι, τῆς δὲ οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἐπεὶ τοίνυν συμπλέκεται ἡ οὐσία τῷ συμβεβηκότι, φησί, καθὸ μὲν ἐπὶ μέρους ἐστίν, ἄν τε οὐσία ᾖ ἄν τε συμβεβηκός, καθ’ ὑποκειμένου οὐδενὸς λέγεται.3 εἰ μέντοι συμβεβηκὸς εἴη τὸ ἐπὶ μέρους, ἐνδέχεται ἐν ὑποκειμένῳ εἶναι, ὡς εἴ γε οὐσία εἴη τὸ ἐπὶ μέρους, οὔτε ἐν ὑποκειμένῳ ἂν εἴη οὔτε καθ’ ὑποκειμένου τινὸς λέγοιτο, εἰ δὲ ἐπὶ μέρους συμβεβηκός, καθ’ ὑποκειμένου μὲν οὐκ ἂν κληθείη τινός, ἐν ὑποκειμένῳ δὲ ἂν εἴη.
问:那么请举一个例子。答:例如某匹具体的马,正如亚历山大的布克法洛斯曾被称呼的那样,以及某位具体的人,例如苏格拉底;因为此类事物既不在基底之中(因为不是偶性而是实体),也不被述谓基底(因为不是作为普遍被言说,而是作为个别被言说)。他接着提出这些,是想要讲授它们单纯地且不加结合地被言说的描述性说明,正如我们从一开始所指出的那样,当时我们说,“不被述谓任何基底”所表明的是不可分割的且非普遍而是数目为一的事物,正如“被述谓某个基底”表明普遍一样,也正如“在基底之中”是呈现偶性的说明,而“不在基底之中”是呈现实体的说明一样。因此,他说,当实体与偶性结合时,就其为个别而言,无论它是实体还是偶性,都不被述谓任何基底。然而,如果这具体个别是偶性,便有可能在基底之中,正如具体个别若是实体,便既不会在基底之中,也不会被述谓任何基底;但若是具体个别的偶性,便不会被称述于任何基底,却会在基底之中。
- 3.2.36ὑποκείμενον αὐτῇ ἔχει τὴν ψυχήν
τὴν ψυχήν 作 ἔχει 的直接宾语,ὑποκείμενον 作谓语性宾格,构成双重宾格结构(“以灵魂为其基底”)。紧随其后的句子 ὑπόκειται γὰρ τῇ ἐπιστήμῃ ἡ ψυχή(“因为灵魂作为基底横亘于知识之下”)正对此作出了互为呼应的解释。
- 3.2.39ταῦτα ἐπήγαγε διδάξαι θέλων τοὺς ἁπλῶς καὶ ἄνευ συμπλοκῆς αὐτῶν λεγομένους ὑπογραφικοὺς λόγους
主动词 ἐπήγαγε 的主语是亚里士多德。分词 θέλων 为主格,修饰主语,带表目的的不定词 διδάξαι。διδάξαι 的宾语为长宾语短语 τοὺς ἁπλῶς καὶ ἄνευ συμπλοκῆς αὐτῶν λεγομένους ὑπογραφικοὺς λόγους(“它们单纯地且不加结合地被言说的描述性说明”)。αὐτῶν 依存于介词短语 ἄνευ συμπλοκῆς,指代前述被结合的诸成分项。
- 3.2.39ἐπεὶ τοίνυν συμπλέκεται ἡ οὐσία τῷ συμβεβηκότι, φησί, καθὸ μὲν ἐπὶ μέρους ἐστίν, ἄν τε οὐσία ᾖ ἄν τε συμβεβηκός, καθ’ ὑποκειμένου οὐδενὸς λέγεται
句首的 ἐπεὶ τοίνυν... 为表原因的从属从句,主句为 καθὸ μὲν ἐπὶ μέρους ἐστίν... καθ’ ὑποκειμένου οὐδενὸς λέγεται(“就其为个别而言……不被述谓任何基底”)。插入语 φησί 标示亚里士多德的论述,在句法上独立。ἄν τε... ἄν τε... 构成让步条件从句(“无论……还是……”)。
