← 波菲利

亚里士多德《范畴篇》释义

§74.21-75.34

亚里士多德的界定与日常名称的对应

波菲利完成了四分法中个别偶性的说明,随后通过问答方式将问题倒转,根据亚里士多德的描述性界定(1a20–1b9)反推日常熟知名称,阐明普遍实体(如人)与个别偶性的规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.25

Ἐ. Πάλιν μοι τὸ μερικὸν συμβεβηκὸς διὰ τῶν λόγων παράστησον. Ἀ. Λέγω ὅτι καθ’ ὑποκειμένου μὲν μὴ λέγεσθαι, ἐν ὑποκειμένῳ δὲ εἶναι· καθόσον μὲν γὰρ μερικόν ἐστι, καθ’ ὑποκειμένου οὐκ ἂν ῥηθείη, καθόσον δὲ συμβεβηκός, ἐν ὑποκειμένῳ ἂν εἴη.

问:请再次通过诸说明向我呈现个别偶性。 答:我说,那是“不被述谓基底,却在基底之中”;因为就其是个别而言,它不会被述谓基底,而就其是偶性而言,它会在基底之中。

§3.2.26

Ἐ. Ἐπεὶ τοίνυν ἐμοῦ ἐρωτῶντος τὰ γνώριμα ὀνόματα τοὺς ποιηθέντας περὶ αὐτῶν λόγους ὑπὸ Ἀριστοτέλους εἴρηκας, ὅρα εἰ καὶ ἀναστρέψαντός μου καὶ ἐρωτῶντός σε,1 τί βούλονται οἱ ὑπὸ Ἀριστοτέλους λόγοι, δύνασαι εἰπεῖν μοι ὀνόματα γνώριμα. Ἀ. Ἐρώτησον· καὶ γὰρ ὁ Ἀριστοτέλης παρεὶς τὰ γνώριμα ὀνόματα τοὺς ἐξηγητικοὺς αὐτῶν λόγους ἀντ’ αὐτῶν εἴρηκε.

问:那么,既然在我询问熟知名称时,你说明了亚里士多德就它们所制定的说明,那么请看,如果我颠倒过来询问你,亚里士多德所给出的诸说明意味着什么,你是否能告诉我那些熟知的名称。 答:你问吧;因为亚里士多德确实省略了熟知的名称,而用它们的解释性说明代替了它们。

§3.2.27

Ἐ. Λέγε δή μοι, τί ἐστιν ὅ φησι τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι. Ἀ. Λέγω ὅτι ἔφη τῶν ὄντων τὰ μέν ἐστι καθόλου οὐσίαι.

问:请告诉我,他说“存在之物有些被述谓某个基底,却不在任何基底之中”是什么意思? 答:我说,他是说存在之物有些是普遍实体。

§3.2.28

Ἐ. Πῶς καὶ πόθεν λαβὼν τοῦτο ἔφης; Ἀ. Ὅτι τῶν μὲν καθόλου παραστατικὸς ἦν ὁ λόγος ὁ λέγων αὐτὰ καθ’ ὑποκειμένου λέγεσθαι, καὶ τῆς οὐσίας παραστατικὸς ἦν ὁ λόγος ὁ λέγων αὐτὴν μὴ ἐν ὑποκειμένῳ εἶναι.

问:你是如何以及从何依据说出这一点的? 答:因为呈现普遍的是说它们被述谓基底的那个说明,而呈现实体的是说它不在基底之中的那个说明。

§3.2.29

Ἐ. Δὸς οὖν παράδειγμα. Ἀ. Λέγω ὅτι ἄνθρωπος.

问:那么请举一个例子。 答:我说:“人”。

§3.2.30

Ἐ. Καὶ πῶς διὰ μιᾶς λέξεως καὶ ἁπλῆς τῆς ἄνθρωπος σύνθετον ἀποδέδωκας λόγον; Ἀ. Ὅτι ἄνθρωπος διχῶς λέγεται καὶ ὡς οὐσία καὶ ὡς καθόλου καὶ οὐ τῶν ἐπὶ μέρους τι.

问:你又是如何通过“人”这单一且单纯的措辞给出了复合的说明呢? 答:因为“人”是以双重方式说的:既作为实体,又作为普遍,而非个别之物中的某一个。

§3.2.31

Ἐ. Πῶς οὖν οὐσία ἐπινοεῖται; Ἀ. Ὅτι οὐκ ἔστιν ἐν ὑποκειμένῳ ὁ ἄνθρωπος οὐδὲ συμβεβηκός τι.

问:那么它是如何被构想为实体的呢? 答:因为人不在基底之中,也不是某种偶性。

§3.2.32

Ἐ. Πῶς δὲ καὶ ὅτι καθόλου; Ἀ. Ὅτι καθ’ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου καὶ οὐκ ἔστι μερικόν τι καὶ ἄτομον, ἀλλὰ κατὰ πλειόνων λέγεται τῷ ἀριθμῷ διαφερόντων. καλῶς οὖν καὶ ὁ Ἀριστοτέλης εἶπεν ὅτι ἄνθρωπος καθ’ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ὅτι μὲν γὰρ καθόλου ἐστί, καθ’ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου· λέγεται γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ὁ Πλάτων. ἀλλ’ οὕτως λέγεται ἄνθρωπος οὐχ ὅτι συμβέβηκε τῷ Σωκράτει ὡς τὸ μουσικὸν καὶ τὸ λευκόν, ἀλλ’ ὅτι εἶδός ἐστι τοῦ Σωκράτους ὁ ἄνθρωπος, ὥσπερ καὶ τὸ ζῷον ἐὰν λέγῃς κατὰ τοῦ Σωκράτους, οὐχ ὡς συμβεβηκὸς ἐρεῖς ἀλλ’ ὡς γένος· τὰ δὲ εἴδη καὶ τὰ γένη τῶν μὲν οὐσιῶν καὶ αὐτὰ οὐσίαι,2 τῶν δὲ συμβεβηκότων συμβεβηκότα. αἱ δὲ οὐσίαι οὐκ ἦσαν ἐν ὑποκειμένῳ, ὥστε οὐδὲ τὰ εἴδη οὐδὲ τὰ γένη τῶν οὐσιῶν ἔσται ἐν ὑποκειμένῳ, ἀλλὰ καθ’ ὑποκειμένου μὲν ῥηθήσεται τῶν ἀτόμων οὐσιῶν, οὐ μέντοι καὶ ἐν ὑποκειμένῳ ἔσται.

问:那又是如何〔构想〕它也是普遍的呢? 答:因为它被述谓基底即某个具体的人,且不是某种个别之物和不可分割之物,而是被述谓在数目上有所不同的较多数目之物。因此亚里士多德也说得很对:“人被述谓基底即某个具体的人,却不在任何基底之中”。因为就其为普遍而言,它被述谓基底即某个具体的人;因为苏格拉底被称为人,柏拉图也是如此。但“人”被这样言说,并不是因为像有音乐素养和白那样附随于苏格拉底,而是因为人是苏格拉底的种,正如你若述谓苏格拉底为动物,你不是作为偶性而言说,而是作为属而言说一样;而实体的种和属它们自身也是实体,偶性的种和属则是偶性。但实体原先就不在基底之中,所以实体的种和属也都不会在基底之中;相反,它们虽会被述谓不可分割的实体这一基底,却决不会在基底之中。

§3.2.33

Ἐ. Διὰ τί οὖν τὰ μὲν καθόλου ἔφης καθ’ ὑποκειμένου λέγεσθαι, τὰ δὲ συμβεβηκότα ἐν ὑποκειμένῳ εἶναι; τί γὰρ βούλεται τὸ τὰ μὲν λέγεσθαι φάναι σε, τὰ δὲ συμβεβηκότα εἶναι; βαθὺς ὁ λόγος καὶ μείζων τῆς σῆς ἕξεως·3 ὅτι γὰρ τὰ μὲν συμβεβηκότα ἐστὶν ὥσπερ καὶ αἱ οὐσίαι, τὰ δὲ καθόλου τι λέγεσθαι οὐκ ἔστιν ἐν ὑπάρξει, ἀλλὰ μέχρι ἐπινοίας λέγεται, οὐκ ἔστι τῆς τῶν εἰσαγομένων ἕξεως γνῶναι. ταῦτα μὲν οὖν παρείσθω· ὅταν δὲ ἐπάγῃ τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται τί βούλεται, παράστησον. Ἀ. Λέγω ὅτι τὰ συμβεβηκότα ἅ ἐστιν ἐπὶ μέρους· τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ εἶναι παραστατικόν ἐστι τοῦ συμβεβηκότος, τὸ δὲ καθ’ ὑποκειμένου οὐδενὸς λέγεται δηλοῖ τὸ ἐπὶ μέρους.

问:那么,你为什么说普遍是被述谓基底,而偶性是在基底之中呢?你对前者说“被述谓”,对偶性却说“在”,究竟是什么意思?这一论述深奥,且超出了你的能力;因为偶性正如实体一样存在,而述谓普遍的某种东西并不在于实存,而仅在构想的范围内被言说,这并不是初学者的能力所能知晓的。因此,这些事情且置之不理吧;但当他接着说“有些在基底之中,却不被述谓任何基底”时,它意味着什么,请呈现出来。 答:我说,是指那些属于个别的偶性;因为“在基底之中”呈现的是偶性,而“不被述谓任何基底”则表明是个别。

语法注3 条
  1. 3.2.26ἀναστρέψαντός μου καὶ ἐρωτῶντός σε

    属格绝对结构,在间接疑问从句 εἰ ... δύνασαι 内部表示时间或条件背景(“当我颠倒过来询问你时”)。

  2. 3.2.32τὰ δὲ εἴδη καὶ τὰ γένη τῶν μὲν οὐσιῶν καὶ αὐτὰ οὐσίαι

    系动词 εἰσί 被省略。τῶν μὲν οὐσιῶν 是限定主语 τὰ εἴδη καὶ τὰ γένη 的属格,καὶ αὐτά 起强调作用(“它们自身也”),表语为 οὐσίαι。

  3. 3.2.33βαθὺς ὁ λόγος καὶ μείζων τῆς σῆς ἕξεως

    在传抄文本中此句置于提问者(Ἐ.)的话语之内,但在内容上或者反映了答者(Ἀ.)对初学者能力的评价(“这超出了你的能力”),或者是提问者自问自答式的撤回问题。句法上省略了系动词 ἐστί,τῆς σῆς ἕξεως 是由比较级 μείζων 所支配的比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:74.21-75.34