- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:73.8-74.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利整理了定义“实体/偶性”与“普遍/个别”这四个单纯概念的四种表述(在/不在基底之中,述谓/不述谓基底),并通过问答展示了如何将它们结合以推导出普遍实体、普遍偶性及个别实体的说明。
Ἐ. Τί ἐστιν ὃ λέγεις ταῖς ἁπλαῖς καὶ ἀσυνθέτοις τῆς διαιρέσεως ἐπινοίαις; Ἀ. Λέγω ὅτι ἁπλαῖ 〈καὶ〉 ἀσύνθετοι ἐπίνοιαι ἐν διαιρέσει τοιαύτῃ ληφθεῖεν ἄν· τῶν ὄντων τὰ μὲν οὐσίαι, τὰ δὲ συμβεβηκότα, τὰ δὲ καθόλου, τὰ δὲ ἐπὶ μέρους. ἁπλοῦν γάρ τι ἐλήφθη καὶ ἀσύνθετον· τό τε γὰρ τὴν οὐσίαν εἰπεῖν ἁπλῶς εἴρηται καὶ τὸ συμβεβηκὸς εἰπεῖν ἁπλοῦν εἴρηται καὶ τὸ καθόλου εἰπεῖν ἁπλῇ λέξει εἴρηται καὶ τὸ μερικὸν ὁμοίως. συμπεπλεγμένως δὲ πῶς ἂν εἴποις, ὅταν οὕτως εἴπω·1 τῶν ὄντων τὰ μὲν οὐσίαι καθόλου, συμπλέκεται γὰρ ταῖς οὐσίαις τὸ καθόλου, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, συμπλέκεται γὰρ τῇ οὐσίᾳ τὸ ἐπὶ μέρους, τὰ δὲ συμβεβηκότα καθόλου, συμπλέκεται γὰρ τῷ συμβεβηκότι τὸ καθόλου, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, συμπλέκεται γὰρ τῷ συμβεβηκότι τὸ ἐπὶ μέρους. εἰ τοίνυν δειχθείη τίνας λόγους ἐξηγητικοὺς πεποίηται τῶν ἁπλῶν καὶ συμπλέξομεν, φανερὸν γίνεται.
问:你所说的“该划分的单纯且非复合的概念”是什么意思? 答:我是说,在这样的划分中,单纯且非复合的概念可以这样被选取:存在之物有些是实体,有些是偶性,有些是普遍,有些是个别。因为所选取的乃是某种单纯且非复合的东西;因为说“实体”是单纯地说的,说“偶性”也是作为单纯之物说的,说“普遍”是用单纯的措辞说的,而“个别”也是同样。但你会如何以复合的方式言说呢?就是当我这样说的时候:存在之物有些是普遍实体(因为普遍与实体结合),有些是个别实体(因为个别与实体结合),有些是普遍偶性(因为普遍与偶性结合),有些是个别偶性(因为个别与偶性结合)。因此,如果表明了他为这些单纯的名称制定了什么样的解释性说明,并且我们把它们结合起来,事情就变得清楚了。
Ἐ. Πῶς δεῖ συμπλέξαι τοὺς παραστατικοὺς τούτων λόγους, δεῖξον. Ἀ. Παραστατικὸν τοίνυν καὶ οἷον ἐννοηματικὸν ἀποδέδωκε λόγον τοῦ συμβεβηκότος, καθόσον συμβεβηκός ἐστι, τὸ ἐν ὑποκειμένῳ εἶναι. ὥστε καθάπερ ἀδιάφορον ἄνθρωπον εἰπεῖν ἢ ζῷον λογικὸν θνητόν, οὕτως ἀδιάφορον ἢ συμβεβηκὸς εἰπεῖν ἢ ἐν ὑποκειμένῳ εἶναι· εἴ τι γὰρ συμβεβηκός, ἐκεῖνο ἐν ὑποκειμένῳ ἐστί, καὶ εἴ τί ἐστιν ἐν ὑποκειμένῳ, ἐκεῖνο συμβεβηκός ἐστιν. πῶς δὲ ἐν ὑποκειμένῳ εἴρηκεν, ὕστερον δείξω. ἀλλ’ εἰ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ ἐστίν, ἡ οὐσία ἑτέρα οὖσα τοῦ συμβεβηκότος εἴη ἂν οὐκ ἐν ὑποκειμένῳ. ὥστε εἴ τις οὐσία ἐστίν, ἐκείνη ἂν οὐκ ἐν ὑποκειμένῳ εἴη. πάλιν εἴ τί ἐστι καθόλου, ἐκεῖνο καθ’ ὑποκειμένου λέγεται, εἰ δέ τί ἐστιν ἐπὶ μέρους, ἐκεῖνο οὐ καθ’ ὑποκειμένου λέγεται. γεγόνασιν οὖν λόγοι τέσσαρες ἐξηγητικοὶ τῶν ἁπλῶν ὀνομάτων, τῆς μὲν οὐσίας τὸ ἐν ὑποκειμένῳ μὴ εἶναι, τοῦ δὲ συμβεβηκότος τὸ ἐν ὑποκειμένῳ εἶναι, καὶ τοῦ μὲν καθόλου τὸ καθ’ ὑποκειμένου λέγεσθαι, τοῦ δὲ ἐπὶ μέρους τὸ καθ’ ὑποκειμένου μὴ λέγεσθαι. ἀλλ’ ἐπεὶ οὐ τῶν ἁπλῶν λεγομένων πεποίηται τὴν διαίρεσιν, συνθεὶς δὲ καὶ συμπλέξας, ὥστε εἶναι τὰ μὲν καθόλου οὐσίας, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίας, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, δεῖ καὶ ἡμᾶς συνθέτους τοὺς ἐξηγητικοὺς λόγους ἀντὶ τῶν συνθέτων ὀνομάτων εἰπεῖν. φέρε οὖν ἐμοῦ καὶ σοῦ λέγοντος2 σύνθεσίν τινα ὀνομάτων σύλλεγε τοὺς συμφώνους λόγους τοῖς ῥηθεῖσιν ὀνόμασι συμπλέξας.
问:请表明,应当如何结合呈现这些概念的说明。 答:那么,作为呈现并可以说是概念性地表述偶性(就其为偶性而言)的说明,他给出了“在基底之中”。因此,正如说“人”还是说“理性的有死动物”没有区别一样,说“偶性”还是说“在基底之中”也没有区别;因为如果有某物是偶性,那它就在基底之中,如果有某物在基底之中,那它就是偶性。至于他是如何说“在基底之中”的,我随后会表明。但是,如果偶性是在基底之中,那么实体由于与偶性不同,就不会在基底之中。因此,如果有某物是实体,那它就不会在基底之中。再者,如果有某物是普遍,那它就被述谓基底,如果有某物是个别,那它就不被述谓基底。因此,便产生了关于单纯名称的四个解释性说明:实体的说明是“不在基底之中”,偶性的说明是“在基底之中”,普遍的说明是“被述谓基底”,个别的说明是“不被述谓基底”。然而,由于他做出的不是单纯言说之物的划分,而是加以复合与结合,以致有些是普遍实体,有些是普遍偶性,有些是个别实体,有些是个别偶性,所以我们也必须用复合的解释性说明来代替复合的名称。来吧,在我和你之间有人说出某种名称的复合时,你便通过结合,把与所说名称相符的说明收集起来。
Ἐ. Ποίησον ὃ λέγεις. ἰδοὺ γὰρ προβάλλω· ἡ καθόλου οὐσία πῶς ἂν διὰ τῶν λόγων σημανθείη ἐκείνων ὧν ἀπέδωκας; Ἀ. Λέγω ὅτι ἐπεὶ τῶν καθόλου παραστατικὸν ἦν τὸ καθ’ ὑποκειμένου λέγεσθαι, τῆς δὲ οὐσίας τὸ ἐν ὑποκειμένῳ μὴ εἶναι, ῥηθείη ἂν ἡ καθόλου οὐσία ἡ καθ’ ὑποκειμένου μὲν λεγομένη, ἐν ὑποκειμένῳ δὲ μηδενὶ οὖσα.
问:照你说的做吧。看,我提出:普遍实体如何通过你给出的那些说明而被指明呢? 答:我说,既然呈现普遍的是“被述谓基底”,而呈现实体的是“不在基底之中”,那么普遍实体就可以被表述为:虽被述谓基底,却不在任何基底之中的东西。
Ἐ. Ἀλλὰ μὴν τὸ καθόλου συμβεβηκὸς πῶς ἂν διὰ τῶν λόγων συνθεὶς παραστήσειας; Ἀ. Λέγω ὅτι ἀντὶ μὲν τοῦ καθόλου λήψομαι ἐξηγητικὸν αὐτοῦ λόγον τὸ καθ’ ὑποκειμένου λέγεσθαι, ἀντὶ δὲ τοῦ συμβεβηκότος τὸ ἐν ὑποκειμένῳ εἶναι· καὶ ἔσται ὁ συντεθεὶς λόγος σημαίνων τὸ καθόλου συμβεβηκὸς τὸ καθ’ ὑποκειμένου λέγεσθαι καὶ ἐν ὑποκειμένῳ εἶναι.
问:那么,你通过诸说明加以复合,又如何呈现普遍偶性呢? 答:我说,我要取用其解释性说明“被述谓基底”代替“普遍”,取用“在基底之中”代替“偶性”;而指明普遍偶性的复合说明将是:“被述谓基底并且在基底之中”。
Ἐ. Πάλιν μοι τὴν μερικὴν οὐσίαν συνθεὶς σημαντικοὺς αὐτῆς λόγους δήλωσον. Ἀ. Ἡ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί·3 καθὸ μὲν γὰρ οὐκ ἔστι καθόλου ἀλλὰ μερική, οὐκ ἂν καθ’ ὑποκειμένου ῥηθείη, καθὸ δὲ οὐσία καὶ οὐ συμβεβηκός, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ.
问:请再次向我表明个别实体,复合出指明它的诸说明。 答:它既不述谓任何基底,也不在基底之中;因为就其不是普遍而是个别而言,它不会被述谓基底,而就其是实体而不是偶性而言,它也不会在基底之中。
- 3.2.20συμπεπλεγμένως δὲ πῶς ἂν εἴποις, ὅταν οὕτως εἴπω·
该句对比了前文的“单纯言说”,引入“复合言说”。πῶς ἂν εἴποις 提出设问(“你会如何说……”),而由 ὅταν 引导的从句(“当我这样说的时候……”)则直接给出了落实该情况的具体条件与回答结构。
- 3.2.21ἐμοῦ καὶ σοῦ λέγοντος
这是一个独立属格结构,尽管并列了第一人称代词属格 ἐμοῦ 与第二人称代词属格 σοῦ,现在分词 λέγοντος 仍保留单数形式。这是分词与最近的代词 σοῦ 在数上取得的一致(邻近一致),意为“在我和你[之间有人]说出……时”。
- 3.2.24Ἡ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί
句首的 Ἡ 是定冠词或关系代词 ἥ 的写法,承接前文提问中的阴性宾格 τὴν μερικὴν οὐσίαν 并充当主语。它以主格独立成句,起到实质性定义/关系从句的作用,意为“[个别实体即]既不述谓任何基底,也不在基底之中的东西”。
