← 波菲利

亚里士多德《范畴篇》释义

§72.1-73.7

实体与偶性及普遍与个别的四种组合

波菲利探讨了实体、偶性、普遍与个别相互结合所形成的四种组合,并解释了亚里士多德为何使用“在基底之中/不在基底之中”与“述谓基底/不述谓基底”这些描述性说明来表述它们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.16

Ἐ. Ἐπεὶ τοίνυν τούτων τινὰ ἀλλήλοις οὐ δύναται συνελθεῖν καὶ τινὰ τούτων συνέλθοι ἄν;1 Ἀ. Φημὶ τοίνυν ὅτι ἡ οὐσία οὐκ ἂν γένοιτο συμβεβηκὸς οὐδὲ τὸ συμβεβηκὸς οὐσία· συμβεβηκέναι μὲν γὰρ τὸ συμβεβηκὸς δύναται τῇ οὐσίᾳ, εἶναι δὲ οὐσίαν συμβεβηκὸς ἀδύνατον ἢ τὸ συμβεβηκὸς εἶναι οὐσίαν. πάλιν τὸ καθόλου ἐπὶ μέρους εἶναι ἀδύνατον, καὶ τὸ ἐπὶ μέρους εἶναι καθόλου ἀδύνατον. τοῦ δὲ ἐπὶ μέρους δύναταί τι κατηγορεῖσθαι τῶν καθόλου, οἷον Σωκράτους μερικῆς ὄντος οὐσίας κατηγορηθείη ἂν ὁ ἄνθρωπος, ὅπερ ἐστὶ καθόλου, ἔστι γὰρ Σωκράτης ἄνθρωπος. γίνονται οὖν συμπλοκαὶ τέσσαρες· τὸ γὰρ καθόλου συμπλέκεται ἢ τῇ οὐσίᾳ ἢ τῷ συμβεβηκότι, καὶ εἰσὶν αὗται δύο συμπλοκαί, καὶ τὸ ἐπὶ μέρους συμπλέκεται ἢ τῇ οὐσίᾳ ἢ τῷ συμβεβηκότι, καὶ εἰσὶν αὗται ἄλλαι δύο συμπλοκαί. οὔτε δὲ ἡ οὐσία καθόσον οὐσία γένοιτ’ ἂν συμβεβηκὸς οὔτε δὲ τὸ συμβεβηκὸς καθόσον συμβεβηκὸς γένοιτ’ ἂν οὐσία, καὶ πάλιν οὔτε τὸ καθόλου καθόσον καθόλου γένοιτ’ ἂν μερικὸν οὔτε τὸ μερικὸν καθόσον μερικὸν γένοιτ’ ἂν καθόλου.

问:这么说来,既然这些东西中的某些不能相互结合,那么其中的某些能够结合吗? 答:那么我说,实体不可能变成偶性,偶性也不可能变成实体;因为偶性能够偶性地属于实体,但实体是偶性,或者偶性是实体,则是不可能的。再者,普遍是个别的这是不可能的,个别是普遍的也是不可能的。然而普遍之物中的某物能够述谓个别之物,例如苏格拉底是个别实体时,作为普遍的人能够被述谓;因为苏格拉底是人。因此产生了四种结合:因为普遍要么与实体结合,要么与偶性结合,这是两种结合;个别要么与实体结合,要么与偶性结合,这是另外两种结合。但是,实体只要是实体就不能成为偶性,偶性只要是偶性就不能成为实体;同样,普遍只要是普遍就不能成为个别的,个别只要是个别的就不能成为普遍。

§3.2.17

Ἐ. Διὰ τί προσέθηκας τὸ καθόσον οὐσία καὶ ἐπὶ τῶν ἄλλων οὕτως; Ἀ. Ὅτι γενέσθαι μὲν καὶ ὑποστῆναι τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ δύναται, καθόσον δὲ συμβεβηκός ἐστι καὶ ἐπινοεῖται τὸ συμβεβηκός, οὐκ ἂν εἴη αὐτὸ τοῦτο οὐσία· τὸ γὰρ λευκὸν τῷ σώματι συμβαίη ἄν, φαμὲν γὰρ λευκὸν τὸ σῶμα, τὸ δὲ λευκόν, καθὸ λευκόν ἐστιν, οὐκ ἂν εἴη ταὐτὸν τῷ σώματι (ἔστι δὲ τὸ μὲν σῶμα οὐσία, τὸ λευκὸν δὲ συμβεβηκός), ἀλλὰ μετέχει μὲν τὸ σῶμα λευκότητος ὡς συμβεβηκυίας αὐτῷ, οὐκ ἔστι δὲ ταὐτὸν τὸ σῶμα τῇ λευκότητι. οὐδὲν γὰρ αὐτοῦ μετέχει, ἀλλ’ ἔστι τοῦτο, ὅπερ ἐστίν.2 οὕτως καὶ τὸ καθόλου ᾗ καθόλου οὐκ ἂν εἴη τοῦ ἀτόμου μέρος, μετέχοι δ’ ἂν τὸ ἄτομον πρᾶγμα τοῦ καθόλου, ὡς ἂν ἐν εἴδει ὄντος τοῦ ἀτόμου ἐν τῷ καθόλου ἢ ἐν γένει, ὡς ὁ Σωκράτης ἐν εἴδει μέν ἐστι τῷ ἀνθρώπῳ, ἐν γένει δὲ τῷ ζῴῳ. καὶ τὸ μέρος δὲ ἐν τῷ ὅλῳ, ὡς ἡ χεὶρ ἐν τῷ ὅλῳ σώματι. διὰ τοῦτο οὖν πρόσκειται τὸ ὃ ᾗ τοιοῦτον ἕκαστον, οὐκ ἂν εἴη τὸ ἕτερον.

问:为什么您加上了“只要是实体”,对于其他各项也是如此? 答:因为偶性固然能够在实体中生成并持存,但只要它是偶性并被构想为偶性,这本身就不可能是实体;因为白能够偶性地属于物体——因为我们说物体是白的——而白只要它是白,就不可能与物体同一(物体是实体,而白是偶性),相反,物体分有白,视其为偶性地发生于自身的,但物体并不与白同一。因为没有任何事物分有自身,而是是其所是。同样,普遍就其作为普遍而言,不可能是不可分之物的部分,相反,不可分的事物会分有普遍,犹如不可分者作为在种中那样在普遍中,或作为在属中那样[在普遍中],正如苏格拉底作为在种中那样在人中,作为在属中那样在动物中。而部分也在整体中,例如手在整个身体中。因此之故,才附加了:各项只要是如此之物,就不可能是另一者。

§3.2.18

Ἐ. Ἀλλὰ πῶς σὺ μὲν τὴν διαίρεσιν πεποίησαι, ὅτι τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, Ἀριστοτέλης δὲ οὐ τοιούτοις ὀνόμασι κέχρηται, ἀλλὰ ἄλλοις; Ἀ. Ὅτι ἀντὶ τῶν ὀνομάτων τούτων τοὺς ἐξηγητικοὺς αὐτῶν λόγους ἔλαβεν καὶ οἷον ὑπογραφικούς. τὴν δὲ διαίρεσιν ταύτην τῶν γενικωτάτων εἶναι3 καὶ μὴ ἐχόντων ἄλλα πρὸ ἑαυτῶν ἕτερα γένη· οὔτε γὰρ τῆς οὐσίας εἴη ἄν τι ἐπαναβεβηκὸς γένος ἄλλο οὔτε τοῦ συμβεβηκότος.

问:但是,为什么您做出了划分,说存在之物有些是普遍实体,有些是普遍偶性,有些是个别实体,有些是个别偶性,而亚里士多德却没有使用这样的名称,而是使用了其他名称? 答:因为他没有采用这些名称,而是采用了它们解释性的、可以说是描述性的说明。而且[他认为]这一划分是针对那些最高属的、其自身之前不再有其他属的事物的;因为无论是对于实体还是对于偶性,都不可能存在更高层次的另一个属。

§3.2.19

Ἐ. Πῶς οὖν ὑπογραφικοὺς ἀποδέδωκεν λόγους, δεῖξον. Ἀ. Δύο λαβὼν τό τε ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ καθ’ ὑποκειμένου λέγεσθαι καὶ δύο τούτων ποιήσας ἀποφάσεις τήν τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὴν καθ’ ὑποκειμένου μὴ λέγεσθαι ἐφήρμοσεν τοὺς τέσσαρας τούτους λόγους ταῖς ἁπλαῖς καὶ ἀσυνθέτοις τῆς διαιρέσεως ἐπινοίαις.

问:那么请表明,他是如何给出描述性说明的。 答:他选取了两个说明,即“在基底之中”和“述谓基底”,并做出了这两个说明的两个否定,即“不在基底之中”和“不述谓基底”,随后他把这四个说明应用到了该划分的单纯且非复合的概念上。

语法注3 条
  1. 3.2.16Ἐπεὶ τοίνυν τούτων τινὰ ἀλλήλοις οὐ δύναται συνελθεῖν καὶ τινὰ τούτων συνέλθοι ἄν;

    由连词 ἐπεί 引导的从句自身构成了一个完整的疑问句。承接前节(§3.2.15)的论证,表示“既然如此,那么……吗?”的省略性质询句式。

  2. 3.2.17οὐδὲν γὰρ αὐτοῦ μετέχει, ἀλλ’ ἔστι τοῦτο, ὅπερ ἐστίν.

    代词 αὐτοῦ 在此作反身代词(相当于 ἑαυτοῦ)理解,表述了一条普遍的本体论原则,即“没有任何事物分有自身,而是是其所是”。

  3. 3.2.18τὴν δὲ διαίρεσιν ταύτην τῶν γενικωτάτων εἶναι

    带不定式的宾格结构(τὴν διαίρεσιν ... εἶναι),其受前文动词 ἔλαβεν 或承前省略的亚里士多德的认定动词(“因为他认为……”)所统辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:72.1-73.7