- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:70.25-71.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利阐释了《范畴篇》第2章(1a16)中“结合着说”与“不结合说”的区分,并提出了无结合的单纯词语与事物的最小划分(普遍/个别×实体/偶性的四分法)与最大划分(十范畴),说明了最小划分何以必须为四种的原因。
Ἐ. Εἰρηκὼς δὴ αὐτάρκως περὶ τῆς σχέσεως τῶν ὀνομάτων τῆς πρὸς τὰ πράγματα καὶ τὰ περὶ τῆς σχέσεως τῶν ὅρων τῶν καθ’ ἕκαστον ὀνομάτων τῆς πρὸς τὰ πράγματα, ἑξῆς περὶ τίνος φῂς διαλαμβάνειν τὸν Ἀριστοτέλην; Ἀ. Λέγω τοίνυν ὅτι ἐπεὶ περὶ φωνῶν ἁπλῶν ἐστιν σημαντικῶν τῶν πραγμάτων ἡ πρόθεσις, καθὸ σημαντικαί εἰσιν αὐτῶν· εἰσὶ δὲ πρώτως κατὰ γένος ἀφοριζόμεναι καὶ κατὰ γένη τῶν πραγμάτων καὶ οὐ κατὰ ἀριθμὸν λαμβανόμεναι τὸν τῶν καθ’ ἕκαστα καὶ τὸν τῶν ἀτόμων· ἐπεὶ τοίνυν ἡ πρόθεσις τοιαύτη, ἀναγκαίως ὅτι περὶ ἁπλῶν λέξεών ἐστι διδάξαι δεικνύς, οἷαί εἰσιν αἱ ἁπλαῖ.1
问:既然您已经充分论述了名称与事物的关系,以及个别名称的定义与事物的关系,那么您说亚里士多德接下来要探讨什么呢? 答:那么我说,因为这里的意图是探讨指称事物的单纯语音,只要它们指称事物——而且它们首要是按属、按事物的诸属来规定的,而不是按个别之物和不可分之物的数目来把握的——既然意图是如此,他在指明教导是关于单纯词语的同时,就必然指出了单纯词语究竟是怎样的。
Ἐ. Τί γὰρ ἔφη; Ἀ. Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς.
问:他到底说了什么? 答:“在所说的事物中,有些是结合着说的,有些是不结合说的。”
Ἐ. Τὸ κατὰ συμπλοκὴν τί ἐστι καὶ ποσαχῶς λέγεται; Ἀ. Διχῶς· τὰ μὲν γὰρ κατὰ συμπλοκὴν λέγεται, ὅσα συμπλεκτικῷ ἐμπεριέχεται συνδέσμῳ οἷον ‘Σωκράτης καὶ Πλάτων’, τὰ δὲ κατὰ συμπλοκὴν λέγεται, ὅσα ὁμοῦ προφέρεται πράγματα διὰ τὸ τὸ ἕτερον συμβεβηκέναι τῷ ἑτέρῳ οἷον ‘Σωκράτης περιπατεῖ’. τῆς γὰρ περιπατήσεως συμβεβηκυίας Σωκράτει, ὅταν λέγωμεν ‘Σωκράτης περιπατεῖ’, συμπλέξαντες τῷ Σωκράτει τὸ περιπατεῖν ἄνευ συνδέσμου τοῦ κατὰ φωνὴν λέγομεν ‘Σωκράτης περιπατεῖ’, ἄνευ δὲ συμπλοκῆς εἴποιμεν ἂν ‘Σωκράτης’, εἶτα πάλιν ‘Πλάτων’, ἢ οὕτως ‘τρέχει’, εἶτα πάλιν ‘νικᾷ’. νῦν δὲ περὶ τῶν ἄνευ συμπλοκῆς λεγομένων πραγμάτων τε καὶ λέξεων ἡ πρόθεσίς ἐστιν, ἐν πόσοις γένεσι θεωρεῖται· ὡς γὰρ ἔχει τὰ πράγματα, οὕτως καὶ αἱ ταῦτα πρώτως δηλοῦσαι λέξεις.
问:“结合着说”是什么意思,它有几种说法? 答:有两种。因为结合着说的东西,一部分是凡由结合连词所包含的,例如“苏格拉底与柏拉图”;另一部分结合着说的,则是凡因一者偶性地发生于另一者而一同被说出的事物,例如“苏格拉底漫步”。因为漫步偶性地发生于苏格拉底,当我们说“苏格拉底漫步”时,就把漫步与苏格拉底结合起来,在没有语音连词的情况下说出“苏格拉底漫步”;而不结合地说,我们会说“苏格拉底”,然后又说“柏拉图”,或者这样说,“奔跑”,然后又说“获胜”。但目前意图探讨的是不结合而说的事物与词语,考察它们见于多少个属中;因为事物如何存在,首要指示它们的词语也如何存在。
Ἐ. Ἀλλ’ ὅτι μὲν περὶ ἁπλῶν σημαντικῶν λέξεων ἡ πρόθεσις, καθόσον εἰς γένη τινὰ ἀναφέρονται, παρέστησας· πῶς δ’ ἂν αὐτὰ διέλοις εἰς ἐλαχίστην διαίρεσιν, μεθ’ ἣν οὐκ ἔστιν ἐλάσσων, καὶ πῶς ἂν εἰς μεγίστην, μεθ’ ἣν οὐκ ἂν γένοιτο μείζων, ἐπίδειξον. Ἀ. Εἰς ἐλαχίστην μὲν οὖν διαίρεσιν γενῶν διέλοιμ’ ἂν τὰ ὄντα καὶ τὰς τούτων σημαντικὰς φωνὰς τὴν εἰς τέσσαρα,2 λέγων ὅτι τὰ ὄντα ἢ οὐσία καθόλου ἢ οὐσία ἐπὶ μέρους ἢ συμβεβηκότα καθόλου ἢ συμβεβηκότα ἐπὶ μέρους· εἰς γὰρ διαίρεσιν ταύτης ἐλάσσονα οὐκ ἂν γένοιτο ἄλλη. εἰς δὲ μεγίστην διαίρεσιν διέλοιμ’ ἂν εἰς δέκα, λέγων ὅτι τὰ ὄντα ἢ οὐσία ἢ ποσὰ ἢ ποιὰ ἢ πρός τι ἢ ποιεῖν ἢ πάσχειν ἢ ποτὲ ἢ ποῦ ἢ ἔχειν ἢ κεῖσθαι, ὥστε καὶ αἱ ταῦτα σημαίνουσαι ἁπλαῖ λέξεις τοσαύτας ἕξουσιν γενικὰς διαφοράς· μείζων δὲ τούτων οὐκ ἂν γένοιτο διαίρεσις.
问:然而,既然您已阐明,意图探讨的是单纯且有意义的词语,只要它们被归入某些属;那么请说明,您如何将它们区分为其下不再有更小的最小划分,以及如何区分为其上不可能有更大的最大划分。 答:那么,在属的最小划分上,我会把存在之物以及指称它们的语音区分为四,说存在之物要么是普遍实体,要么是个别实体,要么是普遍偶性,要么是个别偶性;因为不可能有比这更小的划分了。而在最大划分上,我会将它们区分为十,说存在之物要么是实体,要么是数量,要么是性质,要么是关系,要么是主动,要么是被动,要么是时间,要么是地点,要么是具有,要么是位置;以至于指称这些的单纯词语也将具有如此多的属的差异;不可能有比这些更大的划分了。
Ἐ. Διὰ τί οὖν εἰς τέσσαρα ἡ ἐλαχίστη γέγονε διαίρεσις; Ἀ. Ὅτι ἡ μὲν ἀνωτάτω καὶ πρώτη γένοιτ’ ἂν εἰς δύο, εἰς οὐσίαν καὶ συμβεβηκός· ἀλλ’ ἐπεὶ οὐκ ἔστι ταῦτα προενέγκαι ἄνευ τοῦ ἢ καθόλου προενεγκεῖν ἢ ἐπὶ μέρους3 (αἵ τε γὰρ οὐσίαι ἢ καθολικῶς ἂν προενεχθεῖεν, ὥσπερ τὸ ζῷον, κύων, ἄνθρωπος, ἢ ἐπὶ μέρους, ὥσπερ Σωκράτης, Βουκέφαλος, τά τε συμβεβηκότα καθόλου ἢ ἐπὶ μέρους, ἡ γὰρ ἐπιστήμη καθόλου συμβεβηκός, ἡ δὲ Ἀριστάρχου ἐπιστήμη μερικὸν συμβεβηκός)· ἐπεὶ τοίνυν οὐχ ἁπλῶς οὔτε ἡ οὐσία λέγεται ἀλλ’ ἢ καθόλου ἢ μερικῶς καὶ ἀτόμως, οὔτε τὸ συμβεβηκὸς ἀλλὰ καὶ τοῦτο ἢ καθόλου ἢ μερικῶς, εἰς τέσσαρα γίνεται ἡ διαίρεσις, καίτοι πρώτως γενομένη εἰς οὐσίαν καὶ συμβεβηκός. γέγονεν οὖν εἰς οὐσίαν καθόλου καὶ συμβεβηκὸς καθόλου, εἰς οὐσίαν ἐπὶ μέρους καὶ συμβεβηκὸς ἐπὶ μέρους.
问:那么,为什么最小划分会成为四种呢? 答:因为最高和首要的划分本该是区分为二,即实体与偶性;但由于不可能不在说出它们时要么作为普遍的、要么作为个别的来说出(因为实体要么作为普遍的被说出,如动物、狗、人,要么作为个别的被说出,如苏格拉底、布克法罗斯;偶性也同样要么是普遍的,要么是个别的,因为知识是普遍偶性,而阿里斯塔库斯的知识是个别偶性);因此,既然实体并非端然被言说,而是要么普遍地、要么个别且不可分地被言说,偶性也是如此,它也是要么普遍地要么个别地被言说,所以尽管首要的划分是在实体与偶性之间做出的,但划分最终成为了四种。因此,它就成了普遍实体与普遍偶性,以及个别实体与个别偶性。
- 3.2.11ἐπεὶ τοίνυν ἡ πρόθεσις τοιαύτη, ἀναγκαίως ὅτι περὶ ἁπλῶν λέξεών ἐστι διδάξαι δεικνύς, οἷαί εἰσιν αἱ ἁπλαῖ
这是一个恢复性句构(resumptive construction):前句的 ἐπεὶ ... ἡ πρόθεσις 被插入成分(εἰσὶ δὲ ...)打断后,由 ἐπεὶ τοίνυν ἡ πρόθεσις τοιαύτη 重新接续。主句缺乏明确的限定动词,而在句法上不规整地(破格,anacoluthon)依附于分词 δεικνύς 和副词 ἀναγκαίως,意为“在指明其教导关于单纯词语的同时,必然指出了单纯词语究竟是怎样的”。
- 3.2.14τὴν εἰς τέσσαρα
承接前文阴性名词 διαίρεσιν 的定语性/同位性短语(即 [διέλοιμ' ἂν τὴν διαίρεσιν] εἰς τέσσαρα),用作同源宾语或同位成分,指“区分为四种的那个划分”。
- 3.2.15ἄνευ τοῦ ἢ καθόλου προενεγκεῖν ἢ ἐπὶ μέρους
介词 ἄνευ 支配带冠词的不定式 τοῦ ... προενεγκεῖν,其中包含析取连词 ἢ ... ἤ,字面意为“若非要么普遍地、要么个别地说出(则无法说出)”,表示言说实体与偶性时不可避免地处于两分法之中。
