- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:69.14-70.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利注疏了亚里士多德关于派生名之物的定义(Categories 1a12–15),阐明派生名成立的三个必备条件(分有事物、分有名称以及通过词尾屈折的形态变化),并通过反例考察了缺少任一条件时的情形。
Ἐ. Ἐπεὶ τοίνυν λείπεται τὰ παρώνυμα, ὧν καὶ ὁ Ἀριστοτέλης ἐμνήσθη, λέγε δὴ καὶ περὶ τούτων. Ἀ. Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος.
问:既然还剩下派生名之物,亚里士多德也提到了它们,那么请谈谈这些吧。 答:“从某物依词尾屈折而有所不同、并依名称具有其称谓的,凡此种种都被称为派生名之物,例如依语法学而有文法家,依勇敢而有勇敢者。”
Ἐ. Σαφήνισον οὖν ἡμῖν τὸν ὅρον. Ἀ. Παρώνυμα, φησίν, λέγεται ὅσα ἀπό τινος ὀνόματος παρεσχηματίσθη καὶ ἔσχε τὴν προσηγορίαν, οἷον ἡ ἀνδρεία ἐστὶν ἐπ’ ἀρετῆς κατηγορουμένη τινός, ἀπὸ δὲ τῆς προσηγορίας τῆς ἀνδρείας μετασχηματισθεὶς κατὰ τὸ τέλος τοῦ ὀνόματος ἐκλήθη τις ἀνδρεῖος τοῦ αὐτοῦ μὲν ὀνόματος ἔχων τὴν πτῶσιν, ἤγουν τὴν ἀνδρείαν, μετασχηματισμὸν δὲ κατὰ τὸ τέλος μόνον.1 τὸν δὲ μετασχηματισμὸν πτῶσιν ἐκάλεσεν, οὐ γὰρ ἃς καλοῦμεν ἡμεῖς πτώσεις ὀνόματος δεῖ νῦν λέγειν αὐτὸν νομίσαι· ὁ ἀνδρεῖος διαφέρων τῆς ἀνδρείας τῇ πτώσει, τοῦτ’ ἔστι τῷ μετασχηματισμῷ κατὰ τὸ αὐτὸ ὄνομα τῆς ἀνδρείας, ἀνδρεῖος κέκληται μετεσχηματισμένως· τοῦτο γὰρ ὃ ἔφη τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει μετεσχηματισμένην κατὰ τὸ τέλος μόνον.2
问:那么请为我们阐明这一界说。 答:他说,凡是从某种名称变化形态并获得称谓的,都被称为派生名之物;例如勇敢是对某种美德被述说的,而有人从勇敢这一称谓在名称的末尾变化形态,被称为勇敢者,具有同一名称的屈折即“勇敢”,但仅在末尾具有形态变化。他把形态变化称为“词尾屈折”,因为决不能认为他现在说的是我们所称的名称的格。勇敢者因词尾屈折(即因依勇敢这一同一名称的形态变化)而不同于勇敢,在形态改变后被称为勇敢者;因为这就是他所说的仅在末尾变化形态地“依名称具有称谓”。
Ἐ. Τίνων οὖν χρεία ἐστὶ πρὸς τὸ γενέσθαι παρώνυμα; Ἀ. Τριῶν.
问:那么要成为派生名之物,需要哪些条件呢? 答:三个条件。
Ἐ. Τίνων τούτων; Ἀ. Πρῶτον μὲν εἶναι δεῖ πρᾶγμα οὗ δεῖ μετέχειν, δεύτερον τοῦ ὀνόματος οὗ δεῖ μετέχειν, καὶ τρίτον διαφέρειν τοῦ ὀνόματος μετασχηματισμῷ τινι. ἑνὸς δὲ τῶν τριῶν ἀφαιρεθέντος οὐκέτι ἂν εἴη παρώνυμα.3 ὁ γὰρ ἀνδρεῖος παρώνυμόν ἐστιν, ἔστιν γὰρ ἡ ἀνδρεία πρᾶγμα ἧς μετέχει· ἀλλὰ καὶ τοῦ ὀνόματος αὐτῆς μετέχει· ἀπὸ γὰρ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. ἀλλὰ μετέχει καὶ μετασχηματισμοῦ τῆς πτώσεως γενομένης κατὰ τὸ τέλος τῆς ἀνδρείας ὀνόματος· ἡ μὲν γὰρ ἀνδρεία εἰς τὴν ᾱ λήγει συλλαβήν, ὁ δὲ ἀνδρεῖος εἰς τὴν ος.
问:哪三个条件? 答:首先,必须有应当分有的事物;其次,必须有应当分有的名称;第三,必须通过某种形态变化而不同于该名称。如果三者中去掉其一,就不再会是派生名之物了。因为勇敢者是派生名之物,因为勇敢是他所分有的事物;而且他也分有了它的名称,因为勇敢者是源自勇敢的;而且他还分有了在“勇敢”这一名称末尾所产生的词尾屈折的形态变化;因为“勇敢”是以音节 ᾱ 结尾,而“勇敢者”是以 ος 结尾。
Ἐ. Δεῖξον οὖν πῶς ἑνὸς τούτων ἐκλελοιπότος οὐκέτι παρώνυμον γίνεται. Ἀ. Αὐτίκα· ἔστι τις τῆς μουσικῆς μετέχουσα γυνή, ἣ καλεῖται μουσική, καὶ ἔστι μὲν τὸ πρᾶγμα οὗ μετέχει, ἔστι δὲ καὶ τοὔνομα ἀφ’ ἧς κέκληται μουσική. ἀλλ’ ἐπεὶ οὐ μετεσχηματίσθη, ἀλλ’ ὁμοίως καὶ ἡ ἕξις καὶ ἡ γυνὴ κέκληται μουσική, οὐκ ἔστιν παρωνύμως λεγομένη ἡ γυνὴ μουσικὴ ἀλλ’ ὁμωνύμως. ὁ δὲ μουσικὸς παρωνύμως τῆς μουσικῆς κέκληται, ἐπειδὴ πρόσεστιν αὐτῷ τὰ τρία, μετοχὴ πράγματος, μετοχὴ ὀνόματος, μετασχηματισμὸς τοῦ ὀνόματος. πάλιν ἀρετῆς οὔσης ὁ μετέχων ταύτης σπουδαῖος κέκληται· ἐνταῦθα τὸ μὲν πρᾶγμά ἐστιν ἡ ἀρετὴ οὗ μετέχει ὁ ἄνθρωπος, ἀλλ’ ἐπειδὴ τοῦ ὀνόματος οὐ μετέχει (ὁ γὰρ σπουδαῖος καὶ ἡ ἀρετὴ ἕτερά εἰσιν ὀνόματα), οὐκ ἂν εἴη παρώνυμα, ὥστε μετέχων ἀρετῆς ὁ σπουδαῖος οὐκ ἂν εἴη παρωνύμως κεκλημένος σπουδαῖος.
问:那么请指明,如果缺少其中之一,是如何不再成为派生名之物的。 答:马上:有一个分有音乐之技的妇人,被称为 mousikē,她所分有的事物存在,她据以被称为 mousikē 的名称也存在。但由于它并未变化形态,而是品质和妇人都同样被称为 mousikē,所以该妇人不是派生名地、而是同名异义地被称为 mousikē。但男音乐家则是从 mousikē 派生名地被称呼的,因为他具备这三者:分有事物、分有名称、名称的形态变化。再者,当存在美德时,分有它的人被称为善人;在此,人所分有的事物是美德,但由于他并不分有名称(因为“善人”与“美德”是不同的名称),便不会是派生名之物,以至于分有美德的善人不会是派生名地被称为善人。
Ἐ. Διά τί οὖν οὐκ ἀπὸ τοῦ τὴν σπουδὴν ἔχειν σπουδαῖος καλεῖται ὁ σπουδαῖος ἀλλὰ τοῦ ἔχειν ἀρετήν; Ἀ. Ὅτι εἰ διὰ τὸ σπουδὴν ἔχειν σπουδαῖος ἐκαλεῖτο, πάντας ἐνῆν τοὺς περί τι σπουδὴν ἔχοντας καλεῖν σπουδαίους. νῦν δὲ οὐχ ὁ περί τι σπουδάζων σπουδαῖος καλεῖται, ἀλλὰ μόνος ὁ ἀρετῆς μετέχων. ὥστε ποιὸς μὲν ἂν εἴη ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος, οὐ μέντοι καὶ παρώνυμος.
问:那么,为什么善人不是因具有热忱而被称作善人,而是因具有美德呢? 答:因为如果是由于具有热忱而被称作善人,那么就可以把凡对某事具有热忱的人都称作善人了。但事实并非对某事热忱的人被称为善人,而是唯有分有美德的人如此被称为。因此,善人固然因美德而成为具有性质者,却决非派生名之物。
- 3.2.6τοῦ αὐτοῦ μὲν ὀνόματος ἔχων τὴν πτῶσιν, ἤγουν τὴν ἀνδρείαν, μετασχηματισμὸν δὲ κατὰ τὸ τέλος μόνον
分词 ἔχων 支配两个由 μέν...δέ 形成对比的宾语:前半部分是 τὴν πτῶσιν τοῦ αὐτοῦ ὀνόματος(附带同位语 ἤγουν τὴν ἀνδρείαν),后半部分是 μετασχηματισμόν。如紧接着的文句所阐明,此处的 πτῶσις 并非狭义的语法格,而是指形态的屈折演变。
- 3.2.6τοῦτο γὰρ ὃ ἔφη τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει μετεσχηματισμένην κατὰ τὸ τέλος μόνον
主句骨架为 τοῦτο γὰρ [ἐστιν] ὃ ἔφη,其中直接嵌入了引自亚里士多德原文的短语(τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει),并附带 μετεσχηματισμένην 作为修饰 προσηγορίαν 的述语性补足语,用以说明形态改变的方式。
- 3.2.8ἑνὸς δὲ τῶν τριῶν ἀφαιρεθέντος οὐκέτι ἂν εἴη παρώνυμα
ἑνὸς τῶν τριῶν ἀφαιρεθέντος 为表示条件的属格绝对结构。归结分句的主语为隐含的中性复数主语(讨论中的事物),依中性复数主语支配单数动词规则接希求法 εἴη,表语 παρώνυμα 为中性复数。
