- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:68.5-69.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利给出并详解了亚里士多德关于同义之物的定义,随后引入了多名之物(分有同一说明但名称不同)与异名之物(名称与说明均相异)的定义。
Ἀ. Συνώνυμα λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα τῆς οὐσίας λόγος ὁ αὐτός, οἷον ζῷον 〈ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς〉. ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ ὁ αὐτός· ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκάστου λόγον τί ἐστιν αὐτῶν τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν ἀποδώσει λόγον.
答:“被称为同义之物的,是那些名称共通且依该名称的实质说明同一的事物,例如人和牛都是动物。”因为人和牛都以“动物”这一共通名称被称呼,并且其说明也是同一的;因为如果有人给出它们各自作为动物的存在是什么的说明,他将给出同一的说明。
Ἐ. Ἐξήγησαι οὖν τὸν ὅρον. Ἀ. Συνώνυμα δέ, φησί, λέγεται τὰ πράγματα εἶναι, ὧν τό τε ὄνομα κοινόν, ἀλλ’ οὐ μόνον, ὡς ἐπὶ τῶν ὁμωνύμων. καὶ δηλονότι ὄνομα ληπτέον τὸ κοινῶς ἐπὶ παντὸς μέρους λόγου λεγόμενον1 καὶ τὸ κοινὸν ὡς εἴρηται πρότερον. ἄν τε δὲ προστεθῇ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας, ἄν τε μὴ προστεθῇ, ἀλλὰ μόνον λέγηται ὁ δὲ λόγος ὁ αὐτός, δῆλον ὅτι προσυπακουσόμεθα καὶ τὸ κατὰ τοὔνομα δεῖν ἀποδίδοσθαι τὸν λόγον καὶ ὅτι λόγον τὸν τῆς οὐσίας χρὴ2 ἐξακούειν· οὗτος γάρ ἐστιν ὁ ὁριστικός. ὅταν οὖν ὀνόματος ὄντος κοινοῦ ὁ κατὰ τοὔνομα ὁριστικὸς λόγος ὁ αὐτὸς ᾖ, συνωνύμως ταῦτα καλεῖται τούτῳ τῷ ὀνόματι. δηλοῖ δὲ τὸ παράδειγμα τὸ εἰρημένον· ἄνθρωπος γὰρ ἔστω τὸ ὑποκείμενον καὶ βοῦς καὶ κύων, οὗτοι δὲ κοινῷ ὀνόματι καλείσθωσαν ζῷα· ἐπὶ ταύτης τῆς κοινότητος τοῦ ὀνόματος ἐὰν ἀποδῶμεν τὸν κατὰ τοὔνομα ὅρον (ἔστι δὲ ὁ σύζυγος τῇ τοῦ ζῴου προσηγορίᾳ ὅρος οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική· καὶ γὰρ ὁ ἄνθρωπος ζῷόν τε λέγεται καὶ ἔστιν οὐσία ἔμψυχος αἰσθητική), δῆλον ὅτι καὶ ὁ ὅρος κοινὸς ἔσται πάντων· ἕκαστον γὰρ τῶν εἰρημένων ἀληθῶς ἂν ῥηθείη οὐσία ἔμψυχος αἰσθητική.
问:那么请解释这一界说。答:他说,被称为同义之物的事物,“是那些名称共通的”——但并非像在同名异义之物上那样仅仅是名称共通。显而易见,“名称”应当取对言论的每一个部分都共通言说的东西,而“共通”则如前所述那样来理解。无论是否加上“依该名称的实质说明”,还是没有加上而仅仅说“并且说明是同一的”,显而易见我们都将补充领会:既必须依名称给出说明,并且说明必须听取为实质的说明;因为这就是定义性的说明。因此,当存在共通的名称且依该名称的定义性说明是同一的时,这些事物就依这一名称被称为是同义的。所提及的例子表明了这一点:设主项为人、牛和狗,并且设它们以共通的名称被称为“动物”;在名称的这种共通性之上,如果我们给出依该名称的定义(与“动物”这一称谓成对的定义乃是“有灵魂的感觉实体”;因为人既被称为动物,又是有灵魂的感觉实体),显而易见这一定义对所有这些事物也将是共通的;因为所提及的每一个事物都能真实地被称为有灵魂的感觉实体。
Ἐ. Ἀλλὰ ταῦτα μὲν κατὰ Ἀριστοτέλην ὡρίσω, ἐπειδὴ καὶ τούτων μνησθεὶς ὁ αὐτὸς τοὺς ὅρους αὐτῶν τοιούτους πεποίηται· ὅταν δὲ τοῦ μὲν λόγου κοινωνῇ τινα τοῦ αὐτοῦ, τοῦ δὲ ὀνόματος μή, ἃ δεῖ καλεῖσθαι πολυώνυμα, τίς ἂν γένοιτο ὅρος; Ἀ. Λέγω ὅτι πολυώνυμά ἐστιν ὧν διάφορα μὲν καὶ πλεῖστα ὀνόματα, ὁ δὲ λόγος εἷς καὶ ὁ αὐτός, ὡς ἄορ, ξίφος, φάσγανον, καὶ ἐπὶ τοῦ ἐνδύματος λώπιον καὶ ἱμάτιον· τὸ μὲν γὰρ πρᾶγμα ἓν τὸ τοῦ ξίφους καὶ ὁ ὅρος καὶ λόγος εἷς ὁ κατὰ τοὔνομα (ἔστι γὰρ σίδηρος ἀμφήκης εἰς ζῴων ἀναίρεσιν εἰργασμένος), ἄλλο δὲ ὄνομα καὶ διάφορον τὸ ξίφος καὶ τὸ ἄορ καὶ τὸ φάσγανον. καὶ ἔοικεν ταῦτα ἀντικεῖσθαι τοῖς ὁμωνύμοις, ὡς εἴ τις αὐτὰ ἐκάλει ὁμοιόλογα καὶ ὁμοιόριστα καὶ τὸν μὲν λόγον ἔχοντα κοινόν, τὰ δὲ ὀνόματα κατὰ λόγον ἕτερα.3 οὕτω δὲ καὶ οἱ Ῥωμαίων παῖδες εἰώθασιν πολλὰ ἔχειν ὀνόματα ἕκαστος.
问:但这些你是依据亚里士多德来定义的,因为他也提到了这些,并把它们的定义制定成如此;然而,当某些事物分有着同一说明、却不分有同一名称,即应当被称为多名之物时,会产生什么样的定义呢?答:我说,多名之物是那些名称各异且极多、但说明却是一个且同一的事物,例如佩剑、长剑、刀刃,以及对于衣物而言的外袍与斗篷;因为剑的事物是一个,依名称的定义和说明也是一个(因为是“为杀灭动物而制造的双刃铁器”),但长剑、佩剑和刀刃则是不同且各异的名称。这些事物似乎与同名异义之物相对立,仿佛有人称它们为同说明的、同定义的,拥有共通的说明,但其名称依说明各异。罗马人的子弟们按惯例每个人也都拥有许多名称,正是如此。
Ἐ. Ὅρισαι δὲ καὶ τὰ ἑτερώνυμα. Ἀ. Ἔστι δὲ ἑτερώνυμα ἃ μήτε τοῦ ὀνόματος μήτε τοῦ λόγου κοινωνεῖ, ὡς πῦρ, χρυσὸς καὶ Σωκράτης καὶ ἀνδρεία. ἑτερώνυμα δέ ἐστιν ὧν τό τε ὄνομα καὶ ὁ λόγος ἕτερος.
问:也请定义异名之物。答:异名之物是既不分有名称也不分有说明的事物,例如火、黄金、苏格拉底和勇敢。异名之物就是那些名称与说明都各异的事物。
- 3.2.2ὄνομα ληπτέον τὸ κοινῶς ἐπὶ παντὸς μέρους λόγου λεγόμενον
动词性形容词 ληπτέον 作无人称用法,支配宾格宾语 τὸ ... λεγόμενον。此处解释“名称”(ὄνομα)应作广义理解,普遍适用于言论的各个部分,而不仅限于语法上的名词。
- 3.2.2ἄν τε δὲ προστεθῇ ... ἄν τε μὴ προστεθῇ, ἀλλὰ μόνον λέγηται ..., δῆλον ὅτι προσυπακουσόμεθα καὶ τὸ ... δεῖν ... καὶ ὅτι ... χρή
相关连词 ἄν τε ... ἄν τε ... 构成选择让步条件从句(“无论……还是……”)。主句为 δῆλον ὅτι,其动词 προσυπακουσόμεθα(补充领会)通过 καὶ ... καὶ ... 并列支配两个补足成分:冠词引导的宾格不定式短语 τὸ ... δεῖν ἀποδίδοσθαι 以及 ὅτι ... χρή 从句。
- 3.2.3ὡς εἴ τις αὐτὰ ἐκάλει ὁμοιόλογα καὶ ὁμοιόριστα καὶ τὸν μὲν λόγον ἔχοντα κοινόν, τὰ δὲ ὀνόματα κατὰ λόγον ἕτερα
短语 ὡς εἰ 引导假设比况(“仿佛有人称它们为……”)。分词 ἔχοντα 作为宾语 αὐτά 的述谓性补充(与形容词 ὁμοιόλογα 和 ὁμοιόριστα 并列),补充说明其分有共通说明但在名称上依说明相异的特性。
