- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:66.22-68.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利阐明亚里士多德使用的是基于“相似性”的同名异义方式,随后讨论“类比”与“隐喻”的异同,确立了根据事物是否拥有固有名称来区分同名异义与单纯隐喻的原则。
Ἐ. Ὁ δὲ Ἀριστοτέλης ποίῳ κέχρηται τρόπῳ τῶν ὁμωνύμων; Ἀ. Τῷ ἀπὸ τῆς ὁμοιότητος εἰπὼν ζῷον τόν τε ἄνθρωπον καὶ τὸ γεγραμμένον, ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν ἑκατέρῳ τὸ ζῴῳ εἶναι,〈ἴδιον ἑκατέρου λόγον〉 ἀποδώσει· τὸν δὲ κατὰ τοὔνομα λόγον ἀποδιδοὺς ἄλλον ἄλλῳ ἀποδώσει, τὸν μὲν ἄνθρωπον ζῷον εἶναι, ὅτι οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, τὸ δὲ γεγραμμένον ζῷον εἶναι, ὅτι ὁμοίωμά ἐστιν οὐσίας ἐμψύχου αἰσθητικῆς.
问:那么亚里士多德使用了同名异义之物的哪一种方式?答:使用了源于相似性的方式,通过把人与绘制之物都称为“动物”;因为如果有人给出对于二者而言作为动物的存在是什么,他将给出各自固有的说明;但在给出依名称的说明时,他将为每一方给出不同的说明:人是动物,因为是有灵魂的感觉实体;而绘制之物是动物,因为它是有灵魂的感觉实体的摹本。
Ἐ. Ἐπειδὴ ἕνα τρόπον ὁμωνύμων εἴρηκας τὸν κατὰ ἀναλογίαν, ἆρά γε καὶ κατὰ μεταφορὰν ὁμώνυμά τε ἂν εἴη καὶ ὑπαχθείη τῷ κατὰ ἀναλογίαν τρόπῳ, ἢ ἕτερός ἐστί τις τρόπος ὁ κατὰ μεταφορὰν καὶ ἕτερος ὁ κατὰ ἀναλογίαν; καὶ εἰ δεῖ ἐν τῷ κατὰ ἀναλογίαν τάττειν τὸν κατὰ μεταφορὰν ἢ καθ’ αὑτὸν ἄλλον τρόπον ἡγεῖσθαι ὁμωνύμων κατὰ ἀναλογίαν; Ἀ. Ἐσφάλησαν μὲν πολλοί, ὧν καὶ ὁ Ἀττικός, ἕνα τρόπον καταλέξας ὁμωνύμων τὸν κατὰ μεταφορὰν καὶ κατὰ ἀναλογίαν καὶ συγχέας τὸν κατὰ μεταφορὰν τῷ κατὰ ἀναλογίαν.
问:既然你把依类比的方式说成是同名异义之物的一种方式,那么依隐喻之物是否也是同名异义的并归入依类比的方式之下,还是依隐喻的方式是某种方式,而依类比的方式是另一种?并且是应当把依隐喻的方式配置在依类比的方式之中,还是应当把它本身视为同名异义之物中独立于依类比的另一种方式?答:确实有许多人陷入了错误,其中也包括阿提库斯,他把依隐喻和依类比列为同名异义之物的同一种方式,并将依隐喻混同于依类比。
Ἐ. Σαφῶς οὖν ἡμῖν εἰπέ, τί βούλει λέγειν. Ἀ. Φημὶ τοίνυν κατὰ μεταφοράν ἐστιν, ὅταν μέν τι πρᾶγμα ἔχῃ ἴδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ’ αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τούτῳ χρώμενος ὡς κειμένῳ ἐπ’ αὐτοῦ· ἐνταῦθα οὐκ ἂν εἴη ὁμωνυμία τις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο ἀλλὰ τοῦτο, τότε γίνεται ὁμωνυμία. οἷον ὀρῶν τὰ κάτω μέρη καλεῖται ὑπώρεια· ἀλλ’ ἔθ’ ὑπωρείας ἔναιον πολυπιδάκου Ἴδης. ταύτας τὰς ὑπωρείας ὄνομα οὔσας τῶν κάτω μερῶν τοῦ ὄρους οἱ ποιηταὶ πολλάκις προσεῖπον πόδας· πάντες δ’ ἐσείοντο πόδες πολυπιδάκου Ἴδης. ἔστι δὲ καὶ κλίνης τὰ βαστάζοντα τὸ ὅλον κοῖτος πόδες καλούμενα, ἀλλὰ καὶ τραπέζης πόδες καὶ νηός· αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ἐπὶ τούτων πόδα μὲν νηὸς καὶ πόδας Ἴδης οὐκ ἂν εἴποι τις ὁμωνύμως εἰρῆσθαι· ἔχει γὰρ ἡ μὲν ναῦς προσαγορευόμενον τὸ 〈εὔθυν〉ον τὴν ναῦν ἰδίως πηδάλιον. ἀλλ’ οὐδὲ τοῦ ὄρους τὰ κάτω πόδας ἂν εἴποιμι ὁμωνύμως λέγεσθαι· ἔχει γὰρ ὄνομα ὑπωρείας. ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης οὐκ ἔτι ἂν εἴποιμι μεταφορὰν ἀλλ’ ὁμωνυμίαν· τοῦτο γὰρ ὄνομα ἔχει τῆς κλίνης τὸ βαστάζον τὸ ὅλον κοῖτος καὶ τῆς τραπέζης κατὰ ἀναλογίαν τῶν τοῦ ζῴου ποδῶν. οὐ χάριν ὧν ὄνομα μόνον κοινὸν δεῖν εἴρηται εἶναι ἐπὶ τῶν ὁμωνύμων,1 ὄνομα δὲ ἐπὶ κλίνης καὶ τραπέζης οἱ πόδες τὰ τοιάδε μέρη, ἐπὶ δὲ ὄρους καὶ νηὸς ὀνόματα μὲν ὑπώρεια καὶ πηδάλιον. ἄλλως δὲ μετενήνεκται ἡ τῶν ποδῶν προσηγορία ἐπ’ αὐτῶν· κατὰ μεταφορὰν ἂν εἴη ταῦτα λεγόμενα, ὁμωνύμως δὲ οὔ. οὐδὲ γὰρ καθ’ ὁμοίωσιν εἴποις ἂν εἶναι ὁμώνυμα· ποίαν γὰρ ἔχειν ὁμοιότητα πρὸς ζῴου πόδας ὑπώρειαν; ἀλλὰ μετενηνεγμένως λέγεται ἡ ὑπώρεια πούς, ὁμωνύμως δὲ οὐ λέγεται, εἰ μή τι τῷ ὅρῳ προσέχοι τῶν ὁμωνύμων,2 ὅτι ἥ τε ὑπώρεια λέγεται ποὺς καὶ ἀνθρώπου πούς, καὶ τὸ μὲν ὄνομα κοινὸν τὸ τοῦ ποδός, ὁ δὲ λόγος ἕτερος, κοινῶς τοῦ ὀνόματος καὶ ἐπὶ τῆς μεταφορᾶς ταττομένου. διὸ ἐπὶ τούτου ζητῆσαι ἄξιον.
问:那么请向我们清楚地说出,你究竟意指什么。答:因此我说,依隐喻是指当某一事物拥有固有名称,但有人滥用另一个名称转移到它身上,并把它当作确立在该事物上的名称来使用;在此情况下不会有任何同名异义性;但当它没有别的名称而只有这一个时,那时便产生了同名异义性。例如,山脉的下部被称为“山麓”:“但他们仍居住在多泉之伊达的山麓”;诗人们常常把作为山脉下部之名称的这些山麓称为“脚”:“多泉之伊达所有的脚都震颤了”。床上支撑整个床架的部分也被称为“脚”,但桌子也有“脚”,船也有“脚”:“因为我总是在掌管船的脚”。在这些例子中,任何人都不至于说船的“脚”和伊达的“脚”是以同名异义的方式被言说的;因为船拥有固有地被称为“舵”的操控船只之物;但我也不至于说山脉的下部作为“脚”是以同名异义的方式被言说的,因为它拥有“山麓”这个名称。但在桌子和床的例子中,我不会再说这是隐喻,而是说这是同名异义性;因为依动物之脚的类比,支撑整个床架的床之部分以及桌子之部分拥有这个[“脚”]作为名称。正因如此,才说在同名异义之物上必须仅有名称是共通的,而对于床和桌子来说,“脚”是此类部分的名称,但在山脉和船的例子中,名称乃是“山麓”和“舵”。而脚的称谓是以其他方式转移到它们之上的;这些应当被说成是依隐喻被言说的,而不是同名异义地被言说的。因为你也不能说它们是依相似性的同名异义之物;因为山麓与动物的脚究竟有什么相似性呢?相反,山麓是以隐喻的方式被称为“脚”的,却不是同名异义地被言说的,除非有人紧抓同名异义之物的定义不放,认为山麓被称为“脚”,人的脚也被称为“脚”,而名称——即“脚”的名称——是共通的,但说明却是相异的,因为名称也共通地被配置在隐喻之上。因此关于这一点值得进行探讨。
Ἐ. Ἀλλὰ πῶς μὲν ὡρίσατο ὁ Ἀριστοτέλης καὶ τίνες οἱ τρόποι τῶν ὁμωνύμων, αὐτάρκως παρέστησας· μεταβατέον δέ σοι καὶ ἐπὶ τὰ συνώνυμα καὶ ἀποδοτέον τὸν Ἀριστοτέλους ὅρον.
问:亚里士多德是如何定义的,以及同名异义之物有哪些方式,你都已经充分阐明了;现在你应当转入同义之物,并给出亚里士多德的定义。
- 3.1.44οὐ χάριν ὧν ὄνομα μόνον κοινὸν δεῖν εἴρηται εἶναι ἐπὶ τῶν ὁμωνύμων
οὐ χάριν 应理解为 οὗ χάριν(“正因如此”、“为此”),作为连接短语引出间接引语 δεῖν εἶναι。ὧν 既可视为后置先行词 τῶν ὁμωνύμων 的前置关系代词属格,亦可视为指代前述整件事态的连接性关系代词。
- 3.1.44εἰ μή τι τῷ ὅρῳ προσέχοι τῶν ὁμωνύμων
εἰ μή τι 搭配希求式(προσέχοι)构成条件从句,表达限制性让步或可能出现的极端反论(“除非有人过分关注/执着于……”)。προσέχω 在此作“关注”、“执着”解,后接与格补足语 τῷ ὅρῳ。
