- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:65.12-66.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利将同名异义的诸方式大体区分为“出于偶然”与“出于意图”,将后者进一步细分为相似、类比、源于一和归于一并列举实例,并记录了将最后一种视为同名异义与同义之中间状态的学说。
Ἐ. Ἀλλ’ ἐπεὶ τὸν ὅρον ἀποδέδωκας τῶν ὁμωνύμων, δεῖ δὲ καὶ παράδειγμα τούτων κομίσαι, ἆρά γε εἷς τρόπος ἐστὶ τῶν ὁμωνύμων, ἵνα καθ’ ἕνα τρόπον τοῦτον λαβόντες τὸ παράδειγμα αὐτάρκως αὐτῶν ἔχωμεν τὴν διδασκαλίαν, ἢ πλείους εἰσὶν ὁμωνύμων τρόποι; Ἀ. Πλείους.
问:但是,既然你已经给出了同名异义之物的定义,并且也必须为此举出例证,那么,究竟是存在同名异义之物的单一方式,从而使我们依照这单一方式获取例证便能对它们拥有充分的教益,还是同名异义之物有多种方式? 答:有多种。
Ἐ. Τίνες οὗτοι; Ἀ. Ὡς μὲν ἀνωτάτω εἰπεῖν δύο, ὧν ὁ μέν ἐστιν ἀπὸ τύχης, ὁ δὲ ἀπὸ διανοίας. διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ’ ὁμοιότητα καὶ τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι.1
问:这些都是哪些方式? 答:从最普遍的层面上来说有两种,其中一种出于偶然,另一种出于意图。而对于把出于意图的方式进一步细分为依相似性的方式、依类比的方式以及源于一且归于一的方式的人而言,所有的形式就都齐备了。
Ἐ. Τίς οὖν ἐστιν ὁ ἀπὸ τύχης τρόπος; Ἐ. Ἃ ὡς ἔτυχεν καὶ ἀνεπιστάτως διάφορα πράγματα τῆς αὐτῆς ἔτυχε προσηγορίας,2 ὥσπερ Ἀλέξανδρός τε ὁ Πριάμου καὶ Ἀλέξανδρος ὁ Φιλίππου ὁ Μακεδόνων βασιλεύσας. ταῦτα γὰρ κατὰ τύχην ὁμώνυμα εἶναι λέγεται, οἱ δὲ ἄλλοι ἀπὸ διανοίας εἶεν ἂν ἠρτημένοι, ὅτι ὅ τε καθ’ ὁμοίωσιν συνιστάμενος τρόπος τῆς ὁμωνυμίας, ὅταν φέρε ἄνθρωπόν τε προσαγορεύσω τὸ ζῷον λογικὸν θνητὸν καὶ εἰκόνα ἀνθρώπου, ὅταν ἰδὼν λέγω ὅτι ‘ἄνθρωπος τοῦτο’, δηλονότι οὐχ ὡς ἔτυχεν καὶ τὸ ἐν τῇ εἰκόνι γράμμα καλῶ ἄνθρωπον, ἀλλ’ ὅτι ὁμοίωμά ἐστι τοῦ ζῶντος ἀνθρώπου· ἀπὸ διανοίας οὖν ἄνθρωπόν τε τὸν ζῶντα καὶ τὸν ἀνδριάντα ἢ τὴν εἰκόνα καλῶ ἄνθρωπον. πάλιν ὅταν ἀρχὴν ἀριθμῶν καλέσω τὴν μονάδα, ἀρχὴν δὲ γραμμῆς τὴν στιγμήν, ἀρχὴν δὲ ποταμῶν τὴν πηγήν, ἀρχὴν δὲ τοῦ ζῴου τὴν καρδίαν, τὸ τῆς ἀρχῆς ὄνομα ἐπὶ ὁμωνύμων ταττόμενον ἐκ διανοίας ἂν εἴην κατὰ ἀναλογίαν πᾶσι τούτοις κοινὸν τοῦτο θέμενος ὄνομα· ὡς γὰρ ἔχει ἐν ἀριθμοῖς ἡ μονάς, οὕτως ἔχει ἐν γραμμαῖς μὲν ἡ στιγμή, ἐν ποταμοῖς δὲ ἡ πηγή, ἐν ζῴοις δὲ ἡ καρδία. ὁ δὲ τοιοῦτος λόγος τῆς δείξεως κατὰ ἀναλογίαν λέγεται παρὰ τοῖς γεωμέτραις, καὶ διὰ τοῦτο τὸ τῆς ἀρχῆς ὄνομα εἴληπται ἐν τοῖς κατὰ ἀναλογίαν ὁμωνύμοις. τρίτος δέ ἐστι τρόπος τῶν ἀπὸ διανοίας τὸ ἀπό τινος ἑνὸς κοινὴν διαφόροις πράγμασι προσηγορίαν γενέσθαι· οἷον μιᾶς οὔσης τῆς ἰατρικῆς ἀπὸ ταύτης κεκλήκαμεν τό τε βιβλίον ἰατρικὸν τό τε φάρμακον καὶ τὸ σμιλίον, ἀλλ’ ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν μαθημάτων ἀναγραφὴν ἔχει, τὸ δὲ σμιλίον ἰατρικόν, ὅτι πρὸς τομὰς τὰς κατὰ ἰατρικήν ἐστιν ὄργανον, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς τὰς ἰάσεις ἐστὶν χρήσιμον τῷ ἰατρῷ. ὥστε κοινὸν μὲν τοὔνομα, ὁ δὲ κατὰ τοὔνομα λόγος καθ’ ἕκαστον 〈τῶν〉 κοινῶς προσαγορευομένων ἕτερος. ἀπὸ μιᾶς δὲ τῆς ἰατρικῆς ἐκλήθη ταῦτα ἰατρικὰ θέντων οὐκ ἀπὸ τύχης ἀλλὰ ἀπὸ διανοίας πᾶσι τούτοις ὀνόματα τῶν οὕτως ὀνομασάντων ταῦτα. τέταρτος δὲ ἀπὸ διανοίας, ὅταν διάφορά τινα πρὸς ἓν σπεύδοντα τέλος ἀπ’ ἐκείνου τῆς κοινῆς προσηγορίας τύχῃ, ὥσπερ ὑγείας οὔσης ἣν τέλος ποιεῖται ὁ ὑγιαζόμενος, ἀπὸ ταύτης τό τε σιτίον λέγεται ὑγιεινὸν καὶ ὁ περίπατος ὑγιεινὸς καὶ τὸ ἀνάγνωσμα ὑγιεινόν. τοῦτον δὲ τὸν τρόπον οἱ μὲν συνῆψαν τῷ ἀφ’ ἑνὸς τὸ ὅλον τοῦτο καλέσαντες ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οἱ δὲ οὐδὲ ἐν τοῖς ὁμωνύμοις κατηρίθμουν, ἀλλ’ οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ’ ἐν μέσῳ ἐτίθεσαν τῶν ὁμωνύμων τε καὶ συνωνύμων διὰ τὸ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα.3
问:那么,出于偶然的方式是什么? 答:是指不同事物偶然且无深思地碰巧获得了相同的称谓,正如普里阿摩斯之子亚历山大与统治马其顿人的腓力之子亚历山大一样。因为这些被说成是偶然的同名异义之物,而其他方式则可以说是取决于意图的;因为依相似性构成的同名异义方式——例如,当我既把有理性的会死动物称呼为“人”,又把人的肖像在看到时说“这是一个人”——显然我绝非碰巧把肖像中绘制的形象称为人,而是因为它乃是活人的相似摹本;因此,我是出于意图既把活生生的人、又把雕像或肖像称为“人”。 再者,当我把单子称为数的始基,把点称为线的始基,把源泉称为河流的始基,把心脏称为动物的始基时,在将“始基”这一名称配置给同名异义之物时,我便是出于意图、依照类比将这个共通的名称赋予这所有事物的;因为正如单子在数中具有相应关系,点在线中、源泉在河流中、心脏在动物中也同样如此。这种证明的说明方式在几何学家那里被称为“依类比”,正因如此,“始基”这一名称被列在依类比的同名异义之物中。 出于意图的方式中的第三种,是指因某一个事物而使不同的事物产生了共通的称谓;例如,既然医术是一,因它之故我们便把书籍称为医术的(医学的),把药品也称为医学的,把手术刀也称为医学的,但书籍被称为医学的是因为它包含医学学识的记述,手术刀被称为医学的是因为它是依据医术施行切开的器具,而药品被称为医学的是因为它对医生的治疗是有用的。所以名称虽是共通的,但依名称的说明在被共通称呼的每一事物中却是各异的。这些事物之所以因单一的医术而被统称为医学的,是因为这样命名这些事物的人不是出于偶然、而是出于意图给所有这些事物赋予名称的。 出于意图的第四种方式,是指若干不同的事物朝向一个单一的目的努力,因而由此获得了共通的称谓;正如既然有作为被医治者之目的的健康存在,由它出发,食物便被称为健康的,散步被称为健康的,阅读也被称为健康的。有些人将这种方式与源于一的方式结合起来,把这整体称为“源于一且归于一”;而另一些人甚至不把它们列在同名异义之物中,但也不列在同义之物中,而是将它们置于同名异义与同义之间,因为通过分享相同的说明,互异的事物被共通地称为医学的,并且通过获得相同的健康,如此被共通称呼的事物被称为了健康的。
- 3.1.40διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ’ ὁμοιότητα καὶ τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι.
分词 διελόντι 为关系与格或判断者与格(“对进行区分的人而言……”),表达若将出于意图的方式进一步细分,则一切方式便齐备了。εἴς τε ... καὶ ... καὶ ... 引导出于意图的三种亚类。
- 3.1.41Ἃ ὡς ἔτυχεν καὶ ἀνεπιστάτως διάφορα πράγματα τῆς αὐτῆς ἔτυχε προσηγορίας
尽管抄本和校勘本在此处错将问者标签“Ἐ.”连用,但根据文意此处当为答者(Ἀ.)的发话。句首的中性复数关系代词 Ἃ 省略了先行词及系词主句[ταῦτά ἐστιν],构成简略的定义句式(“[出于偶然者即是]那些……的事物”)。
- 3.1.41διὰ τὸ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα.
介词结构 διὰ τὸ ... καλεῖσθαι ... τε ... καλεῖσθαι ... 是带冠词的不定式结构,表原因。两个不定式的宾格主语分别为 τὰ διάφορα πράγματα 与 τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα,与格短语 λόγου μετοχῇ τοῦ αὐτοῦ 和 ὑγείας περιποιήσει τῆς αὐτῆς 分别作为手段/原因状语修饰各自动词。
