- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:63.30-65.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过考察定义的换位性,借助“埃阿斯”之例说明了定义必须依照名称给出的理由,随后解释了因“说明”一词具有多重含义而必须附加“本质的”以限定定义性说明的原因。
Ἐ. Τοῦτο ψεῦδος· ἰδοὺ γὰρ ὁ βοῦς οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, καὶ οὐκ ἔστιν ἄνθρωπος. τί οὖν τὸ αἴτιον; Ἀ. Ὅτι τὸ μὲν ζῷον θνητὸν κατὰ τοὔνομα ἀπεδόθη τὸ τοῦ ἀνθρώπου. διὸ καὶ ἀδιάφορον εἰπεῖν τὴν οὐσίαν ταύτην, ἔστω δὲ ἄνθρωπος, τοῦτο ζῷον λογικὸν θνητόν ἐστιν, ἢ τοῦτο, ἄνθρωπός ἐστιν· ἰσοδυναμεῖ γὰρ τῷ ὀνόματι τῷ τοῦ ἀνθρώπου ὁ ὁριστικὸς λόγος τὸ ζῷον λογικὸν θνητόν. τὸ δὲ ἄνθρωπον εἰπόντα ὁριστικὸν αὐτοῦ λόγον ἐπάγειν οὐσία ἔμψυχος αἰσθητική οὐ κατὰ τοὔνομα τὸ ῥηθὲν τοῦ ἀνθρώπου ἐστὶν ἀποδιδόντος τὸ ἄνθρωπος.1 πᾶς οὖν ὅρος εἰ μέλλοι ἀποδίδοσθαι ὑγιῶς, κατὰ τοὔνομα καὶ συζύγως τῷ ὀνόματι ἀποδίδοσθαι ὀφείλει. καὶ ὅτι τοῦτο ἐπὶ παντὸς ὅρου δεῖ θεωρεῖσθαι, δηλοῖ καὶ ὁ τούτου συνώνυμος ὅρος καὶ αὐτὸς κατὰ τοὔνομα ἀποδίδοσθαι τὸν ὁριστικὸν λόγον ἀεὶ παραγγέλλων. ὅταν οὖν Αἴαντος καλουμένου τοῦ Τελαμῶνος παιδὸς καὶ τοῦ Ὀϊλέως θέλωμεν ἀποδοῦναι τὸν τοῦ Ὀϊλέως, ὅστις ἐστί, καὶ προσαγορεύσας αὐτὸν Αἴας λέγῃς ὅτι ‘οὗτός ἐστιν Αἴας ὁ τοῦ Ὀϊλέως παῖς Λοκρὸς ὢν τῷ γένει’, θέλων δὲ τὸν τοῦ Τελαμῶνος λέγῃς ‘οὗτος δέ ἐστιν ὁ Αἴας τοῦ Τελαμῶνος παῖς Σαλαμίνιος τῷ γένει’, δῆλον μὲν ὅτι τῷ Αἴας ὀνόματι κοινῶς ἐπ’ αὐτῶν κέχρησαι (ἑκάτερος γὰρ Αἴας κέκληται), ἀποδιδοὺς δὲ ὑπογραφὴν τὴν παραπλησίαν ὅρῳ δῆλον ὡς ἄλλον μὲν ὁριστικὸν ἢ ὑπογραφικὸν ἀπέδωκας τοῦ Αἴαντος τοῦ Λοκροῦ, ἄλλον δὲ τοῦ Σαλαμινίου. καίτοι εἰ ἀνθρώπους ἀμφοτέρους ὠνόμασας, οὐκ ἂν καὶ ἄλλον αὐτοῖς ὅρον ἀπέδωκας κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου, καθὸ ἀμφοτέρους ἀνθρώπους προσηγόρευσας, ἀποδιδοὺς τὸν ὅρον· ἀμφοτέρους γάρ, καθὸ ἄνθρωποί εἰσιν καὶ καλοῦνται κοινῷ ὀνόματι τῷ ἄνθρωπος, ἀποδιδοίης ἂν εἶναι ζῷα λογικὰ θνητά.
问:这是假的;因为看哪,牛也是有灵魂的、具感觉的实体,却不是人。那么,原因何在?答:因为“会死的动物”是依照人的名称被给出的。因此,对这一实体,设它是人,说“这是一只有理性的、会死的动物”与说“这是一个人”并无分别;因为作为定义性说明的“有理性的、会死的动物”在效力上等同于“人”的名称。但是在说了“人”之后,却把“有灵魂的、具感觉的实体”作为其定义性说明引出,这并非依照所言的人的名称、即“人”给出说明者的做法。因此,一切定义若要被健全地给出,都必须依照名称且与名称共轭配对地被给出。而且,在一切定义中都必须注意这一点,由与该定义同名(同等)的定义本身也表明了这一点,因其始终训令要依照名称给出定义性说明。因此,当忒拉蒙之子与奥琉斯之子都被称为埃阿斯时,若我们想阐明奥琉斯之子究竟是谁,你在称呼他为埃阿斯之后说“这是奥琉斯之子埃阿斯,族属上是洛克里斯人”,而在想[阐明]忒拉蒙之子时说“这是忒拉蒙之子埃阿斯,族属上是萨拉米斯人”,显然你对他们共通地使用了埃阿斯这一名称(因为二者都被称为埃阿斯),但在给出类似于定义的描摹性说明时,显然你给出了关于洛克里斯人埃阿斯的一个定义性或描摹性说明,而给出了关于萨拉米斯人的另一个说明。然而,如果你把二者都命名为人,你就不会在给出定义时依照人的名称给他们各自分配不同的定义(就你把二者都称为人而言);因为就他们是人、且被“人”这一共通名称所称呼而言,你对二者都会给出他们是“有理性的、会死的动物”。
Ἐ. Ἀλλ’ ὅτι μὲν ἀναγκαίως πρόσκειται ὁ δὲ κατὰ τοὔνομα λόγος οὐκ ἐπὶ μόνου τοῦ τῶν ὁμωνύμων ὅρου, ἀλλ’ ὅτι οὐδὲ οἷόν τε ἄλλως ὅρον τινὸς ἀποδιδόναι ὑγιῶς μὴ κατὰ τοὔνομα τὴν ἀπόδοσιν ποιούμενον τοῦ ὁριστικοῦ λόγου, ὀρθῶς τοῦτο ἀπέδειξας· διὰ τί δὲ πρόσκειται τῷ λόγῳ ὁ λόγος τῆς οὐσίας, καὶ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος, δεῖξαι ὀφείλεις. Ἀ. Ὅτι τοῦ λόγου πλεοναχῶς λεγομένου·2 ἔστιν γὰρ λόγος καὶ ψηφιστικός, ἔστι λόγος καὶ προφορικός, ἔστι λόγος καὶ ἐνδιάθετος, ἔστιν λόγος καὶ σπερματικός· καὶ πλειόνων ὄντων τῶν σημαινομένων ἐκ τοῦ λόγου διὰ τὸ ὁμοίως πολλὰ καὶ διάφορα πράγματα χρῆσθαι τῷ τοῦ λόγου ὀνόματι· λόγος δέ ἐστι καὶ κατ’ ἄλλο σημαινόμενον ὁ ὅρος, οὗτος δὲ ὁ λόγος ὁ ὁριστικός· τὸ ὅλον τοῦτο λέγεται λόγος τῆς οὐσίας, ἡ γὰρ προσθήκη τῆς οὐσίας διαστέλλει αὐτὸν ἀπὸ τῶν ἄλλων σημαινομένων τοῦ λόγου. ὥσπερ οὖν δραχμῆς οὔσης ἀργυρᾶς, οὔσης δὲ καὶ χρυσῆς καὶ ἄλλης χαλκῆς ὁ ἁπλῶς εἰπὼν ‘δραχμὴν δός μοι’ ἄδηλόν τινα λέγει, ὁ δὲ προσθεὶς ‘δός μοι χρυσῆν δραχμὴν’ διέστειλεν ἣν θέλει λαβεῖν ἀπὸ τῶν ἄλλων· οὕτως πλεοναχῶς λεγομένου τοῦ λόγου ὁ εἰπὼν λόγος ὁ τῆς οὐσίας τῇ προσθήκῃ τῆς οὐσίας ἐδήλωσεν τὸν ὁριστικὸν λόγον. ὁ οὖν κατὰ τοὔνομα ὁριστικὸς λόγος καὶ ὁ τῆς οὐσίας δηλωτικὸς λόγος, ὅστις ἐστὶν ὁρισμός, ἕτερος εἶναι ὀφείλει καθ’ ἕκαστον τῶν ὁμωνύμων πραγμάτων.
问:但是,不仅在同名异义之物的定义中,“与名称相应的说明”是必然被附加的,而且在为任何事物健全地给出定义时,若不依照名称做出定义性说明的表述便绝无可能——这你已经正确地证明了;但是,为什么在“说明”之后附加了“本质的说明”,而他不满足于仅说“与名称相应的说明各异”呢?这是你必须指明的。答:因为“说明”按多种方式被言说;因为既有计算之说明,又有言语之说明,又有心智之说明,又有种子之说明;而且由于许多互不相同的事物同样使用“说明”这一名称,由“说明”所表示的含义便有多种。而在另一种含义下,定义也是说明,这就是定义性说明;这整个被称为“本质之说明”,因为“本质”这一附加将它与“说明”的其他含义区分开来。正如既然有银德拉克马,又有金德拉克马,还有另一种铜德拉克马,仅说“给我一枚德拉克马”的人所言是不明确的,而附加说“给我一枚金德拉克马”的人则将他想获取的那种与其他区分了开来;同样,在“说明”按多种方式被言说的情况下,说“本质之说明”的人通过“本质”的附加明确指出了定义性说明。因此,与名称相应的定义性说明,即指明本质的说明,也就是定义,在每个同名异义的事物中必须是各异的。
- 3.1.37τὸ δὲ ἄνθρωπον εἰπόντα ὁριστικὸν αὐτοῦ λόγον ἐπάγειν οὐσία ἔμψυχος αἰσθητική οὐ κατὰ τοὔνομα τὸ ῥηθὲν τοῦ ἀνθρώπου ἐστὶν ἀποδιδόντος τὸ ἄνθρωπος
主语为带冠词的不定式短语 τὸ ... ἐπάγειν(其逻辑主语为宾格 ἄνθρωπον εἰπόντα,宾语为直接引语式的 οὐσία ἔμψυχος αἰσθητική)。谓语为 οὐ ... ἐστὶν ἀποδιδόντος,系动词 ἐστίν 与属格分词 ἀποδιδόντος 连用,构成表示特征或属性的属格结构(“不是……者的做法”)。
- 3.1.38Ὅτι τοῦ λόγου πλεοναχῶς λεγομένου
破格句(anacoluthon)。在引出回答的 ὅτι 之后紧接独立属格 τοῦ λόγου πλεοναχῶς λεγομένου,中间插入了解释性短句(ἔστιν γὰρ...),主句的陈述最终在 λόγος δέ ἐστι... 和 τὸ ὅλον τοῦτο λέγεται... 中得以恢复接续。
