← 波菲利

亚里士多德《范畴篇》释义

§62.17-63.29

共通的四种含义与同名异义物的定义要求

波菲利区分了“共通”的四种含义(可分、不可分的使用、暂时占用、作为整体不可分地同时使用),并说明最后一种适用于同名异义物。随后他解释了为何要加上“与名称相应的说明”,指出定义必须与名称共轭对应并在外延上既无多余亦无欠缺地相互换位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.29

Ἐ. Τὸ κοινὸν πῶς εἴληπται; πρῶτον δὲ εἰπέ, ποσαχῶς λέγεται τὸ κοινόν; Ἀ. Λέγω ὅτι πολλαχῶς· κοινὸν γὰρ λέγεται καὶ τὸ εἰς μέρη διαιρετὸν ὡς ἄρτος καὶ οἶνος, εἰ εἷς εἴη τῶν διαιρούντων,1 καὶ τὰ χρήματα κοινὰ τῷ εἰς μέρη εἶναι διαιρετὰ τῶν ὄντων. λέγεται δὲ κοινὸν καὶ τὸ εἰς μέρη μὲν οὐ διαιρετόν, εἰς δὲ τὴν χρῆσιν ὑπὸ πολλῶν παραλαμβανόμενον ὡς ἵππος καὶ οἰκέτης κοινὸς πλείοσιν ἀδελφοῖς. λέγεται κοινὸν καὶ τὸ ἐν προκαταλήψει τινὸς γινόμενον καὶ μετὰ τὴν χρῆσιν ἀναπεμπόμενον εἰς τὸ κοινόν, οἷον δή τί ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον. λέγεται δὲ πάλιν ἄλλως κοινὸν τὸ ὅλον ἅμα εἰς χρῆσιν ἐρχόμενον πολλῶν ἀδιαιρέτως· οὕτως γὰρ διὰ τῆς τοῦ κήρυκος φωνῆς κοινὴ ἡ χρῆσις τοῖς ἐν τῷ θεάτρῳ μὴ διαιρουμένης τῆς εἰς ἐλάχιστα φωνῆς καθ’ ἕκαστον τῶν παρόντων.

问:“共通”是如何被理解的?但请先说说,“共通”按多少种方式被言说?答:我说有许多种方式。因为可被分割为各部分的事物也被称为“共通”,正如面包与葡萄酒,若它对于分食者们而言是单一的一样;财产也是“共通”的,因其属于所有物中可被分割为各部分之物。另一方面,不可被分割为各部分、却被许多人用于使用的事物也被称为“共通”,正如归数个兄弟共有的马匹和家奴。此外,先落入某人的暂时占用、在使用之后又归还给公共的事物也被称为“共通”,公立浴室和剧场正属此列。又以另一种方式,不可分割地同时供许多人使用之整体也被称为“共通”;因为通过传令官的声音,在剧场中的人们的使用便以这种方式成为共通的,而声音并未针对每个在场者被分割为极微小的部分。

§3.1.30

Ἐ. Κατὰ ποῖον οὖν σημαινόμενον τὸ κοινὸν εἴληπται; Ἀ. Κατὰ τὸ τελευταῖον λέγω, καθ’ ὃ κοινὴ χρῆσις γίνεται ἅμα πολλοῖς ταὐτοῦ ὅλου ἀδιαιρέτου μένοντος· ἡ γὰρ Αἴας φωνὴ κοινὴν ἔχει χρῆσιν καὶ ἐπὶ τοῦ Ὀϊλέως παιδὸς καὶ ἐπὶ τοῦ Τελαμῶνος ὅλη λαμβανομένη καὶ ἀδιαίρετος μένουσα ἐπ’ ἀμφοτέρων.

问:那么,“共通”是依照哪种含义被理解的?答:我说,是依照最后一种,依照它,同一事物在整体保持不被分割的情况下,同时供许多人共有使用。因为“埃阿斯”这个语音,无论用于奥琉斯之子还是用于忒拉蒙之子,都具有共通的使用,在两种情形下它都被作为整体接受且保持不被分割。

§3.1.31

Ἐ. Ἀλλὰ πῶς μὲν εἴρηται ὁμώνυμα ὅτι ὧν ὄνομα μόνον κοινόν, ἐξηγήσω· ἃ δὲ ἑξῆς ἐπήγαγεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἐξήγησαι ἡμῖν. καὶ πρῶτον διὰ τί προσέθηκεν, ὁ δὲ κατὰ τοὔνομα λόγος, ἀλλ’ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ λόγος ἕτερος; Ἀ. Φημὶ ὅτι οὐδὲ ἄλλως γένοιτο ἂν ὁ ὅρος ὑγιής, εἰ μὴ κατὰ τοὔνομα ἀποδίδοιτο καὶ συζύγως ἔχων πρὸς τοὔνομα.2

问:同名异义之物如何被称作“仅有名称共通者”,你已经解释了;但他接下来补充的“而与名称相应的本质之说明各异”,请为我们解释。首先,他为什么添加了“与名称相应的说明”,而不仅仅满足于说“说明各异”呢?答:我说,若非依照名称、并与名称保持共轭配对地给出,定义在任何其他情况下都无法成为健全的。

§3.1.32

Ἐ. Εἰπὲ ἔτι ὃ λέγεις σαφέστερον. Ἀ. Προφθάσαντες εἰρήκαμεν ὅτι πᾶν πρᾶγμα ἢ διὰ ὀνομάτων σημαίνεται ἢ διὰ λόγου ὁριστικοῦ. δεῖ δὲ τὸν ὁριστικὸν λόγον σύζυγον εἶναι τῷ ὀνόματι καὶ ἐξηγητικὸν τοῦ πράγματος, καθὸ τῷδε κέχρηται τῷ ὀνόματι. οἷον ἥδε ἡ οὐσία, ἔστω δὲ ἄνθρωπος ὑποκείμενος, καλεῖται ἄνθρωπος, καὶ ἀθρόως μὲν οὕτως, καὶ ζῷον ἐπὶ κεφαλαίου ἔχει τοὔνομα τούτου·3 διὰ δὲ λόγου ἰσοδυναμοῦντος εἰς δήλωσιν τῷ ὀνόματι ἀποδοθείη ἂν τῷ ζῷον λογικὸν θνητόν. ἔστι δὲ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική· ἀλλὰ καθὸ μὲν ἄνθρωπος καλεῖται σύζυγον ἔχων κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου λόγον, ζῷον λογικὸν θνητόν, καθὸ δὲ ζῷον, οὐσία ἔμψυχος αἰσθητική. ἄν τοίνυν ἄνθρωπον εἰπὼν τὴν ὑποκειμένην οὐσίαν καὶ δι’ ὀνόματος οὕτως αὐτὴν δηλώσας διὰ λόγου μηνῦσαι αὐτὴν θέλων εἴπῃς οὐσία ἔμψυχος αἰσθητική, εἴρηκας μέν τι ἀληθές, οὐκέτι δὲ συζύγως τῷ ἄνθρωπος ὀνόματι ἀποδέδωκας τὸν λόγον, ἀλλὰ περιττῶς καὶ πεπλασμένως.

问:把你的意思说得更清楚些。答:我们此前早已说过,每一事物要么通过名称被指明,要么通过定义性说明被指明。而定义性说明必须与名称共轭配对,并对该事物作出阐明,以它使用这个名称为准。例如,设此实体系底层的“人”,该实体被称为“人”,整全而言如此,概括而言它也具有作为后者的名称“动物”;而通过一个在指明上与名称等效的说明,它会被表述为“有理性的、会死的动物”。但人也是“有灵魂的、具感觉的实体”;然而,就其被称为“人”而言,它依照人的名称具有共轭的说明,即“有理性的、会死的动物”,而就其被称为“动物”而言,则是“有灵魂的、具感觉的实体”。因此,如果你称底层的实体系“人”,并如此通过名称指明了它,在想要通过说明揭示它时却说“有灵魂的、具感觉的实体”,你说的固然是真话,却不再是与“人”这一名称共轭地给出了说明,而是多余且做作地给出了说明。

§3.1.33

Ἐ. Τί οὖν ἐστιν ὃ φῂς περιττῶς καὶ πεπλασμένως; Ἀ. Ὅτι οἱ ὅροι ἀντιστρέφειν ὀφείλουσι τοῖς ὀνόμασιν· ἔστι δὲ ἀντιστρέφειν τὸ ἐξισάζειν καὶ μὴ πλεονάζειν μήτε ἐλλείπειν, οἷον εἴ τίς ἐστιν ἄνθρωπος, ἐκεῖνος ζῷόν ἐστι λογικὸν θνητόν.

问:那么,你所说的“多余且做作”是指什么呢?答:是指定义应当与名称换位;而换位就是使之均等,既不多余亦不欠缺,例如:“若某者是人,那人便是有理性的、会死的动物”。

§3.1.34

Ἐ. Ἀληθές, ἀλλὰ καὶ ἀντίστρεψον. καὶ ὅρα, εἰ ὁμοίως ἀληθὲς τὸ λεγόμενον. Ἀ. Καὶ εἴ τί ἐστιν ζῷον λογικὸν θνητόν, τοῦτ’ ἔστιν ἄνθρωπος.

问:确实如此;但也请换位看看,并观察所说的话是否同样为真。答:“且若某物是有理性的、会死的动物,这便是人”。

§3.1.35

Ἐ. Ἀληθὲς καὶ τοῦτο. Ἀ. Πάλιν εἴ τίς ἐστιν ἄνθρωπος, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική.

问:这也为真。答:再如:“若某者是人,他便是有灵魂的、具感觉的实体”。

§3.1.36

Ἐ. Ἀληθὲς τοῦτο, ἀντίστρεψον. Ἀ. Εἴ τί ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ἄνθρωπός ἐστιν.

问:这为真;请换位。答:“若某物是有灵魂的、具感觉的实体,它便是人”。

语法注3 条
  1. 3.1.29εἰ εἷς εἴη τῶν διαιρούντων

    附加于前面的 ὡς ἄρτος καὶ οἶνος 之后的条件分句,字面直译为“如果对于分割者们而言[它是]一个”。它表明对于要分食的人们而言原为单一的食物,正是通过被切分而成为共有物的情形。

  2. 3.1.31συζύγως ἔχων πρὸς τοὔνομα

    副词 συζύγως 与动词分词 ἔχων 结合并支配介词短语 πρὸς τοὔνομα,表示“与名称保持共轭配对关系”。它与前半句的 κατὰ τοὔνομα ἀποδίδοιτο 形成并列,指明定义必须与其名称在外延和指称上完全对应协调。

  3. 3.1.32καὶ ἀθρόως μὲν οὕτως, καὶ ζῷον ἐπὶ κεφαλαίου ἔχει τοὔνομα τούτου

    承接主语 ἥδε ἡ οὐσία,该结构对比了 καὶ ἀθρόως μὲν οὕτως[省略 καλεῖται](“整全而言如此[被称呼]”)与 καὶ ζῷον ἐπὶ κεφαλαίου ἔχει τοὔνομα τούτου(“概括而言它也具有作为后者的名称‘动物’”)。属格 τούτου 修饰 τοὔνομα 或指代底层的实体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:62.17-63.29