- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:61.6-62.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过问答形式阐明了亚里士多德在《范畴篇》开篇为何先论述同名异义之物而非同名同义之物,以及为何从事物而非语音(同名异义性)着手,随后探讨了同名异义之物定义中“名称”与“仅”的具体范围。
Ἐ. Διὰ τί οὖν ἀπὸ τῶν ὁμωνύμων καὶ οὐκ ἀπὸ τῶν συνωνύμων, εἴπερ τὰ συνώνυμα καὶ ὀνόματος τοῦ αὐτοῦ κοινωνεῖ καὶ τοῦ λόγου, σαφέστερον δὲ τὸ κατ’ ἄμφω κοινωνοῦν καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τοῦ κατὰ μόνου τοῦ ὀνόματος κοινωνοῦντος; Ἀ. Φημὶ ὅτι ἐπεὶ τὸ ὂν ὁμώνυμον δοκεῖ εἶναι τῷ Ἀριστοτέλει καὶ αἱ κατηγορίαι ὁμωνύμως λέγονται κατηγορίαι καθ’ ὧν κατηγοροῦνται, διὰ τοῦτο πρῶτον περὶ τῶν ὁμωνύμων ποιεῖται τὸν λόγον.
问:那么为什么从同名异义之物开始,而不是从同名同义之物开始呢?既然同名同义之物既共有相同的名称又共有说明,而在名称与说明两方面都共有者,比起仅在名称上共有者更为明晰。答:我说,因为在亚里士多德看来“存在”似乎是同名异义的,并且诸范畴相对于其所表述的事物而言是同名异义地被称为范畴的,正是为此,他首先就同名异义之物展开论述。
Ἐ. Διὰ τί οὖν οὐ περὶ ὁμωνυμίας πρότερον ποιεῖται τὸν λόγον ἀλλὰ περὶ ὁμωνύμων, εἴπερ ὁμωνυμία μὲν φωνή, ὁμώνυμα δὲ τὰ πράγματα, φῂς δὲ αὐτὸν προηγουμένως περὶ φωνῶν ἐνίστασθαι τὴν πραγματείαν, οὐ μὴν περὶ τῶν πραγμάτων; Ἀ. Ὅτι περὶ τὴν φωνὴν οὐ ποιεῖ ὁμωνυμίαν ὁ χαρακτὴρ τῆς λέξεως, τὰ δὲ πράγματα διάφορα εὑρεθέντα καὶ κατὰ μηδὲν ἀλλήλοις κοινωνοῦντα κατὰ μιᾶς καὶ τῆς αὐτῆς τυγχάνει λέξεως. πρὶν δὲ γνωσθῆναι ὅτι κατὰ πλειόνων τέτακται τὰ πράγματα τοῦ αὐτοῦ λόγου μὴ κοινωνοῦντα,1 οὐδ’ ἂν εἴη ὁμωνυμία.
问:那么为什么他不先就同名异义性展开论述,而是就同名异义之物展开论述呢?既然同名异义性是语音,而同名异义之物是事物,并且你说他主要就语音着手进行探讨,绝非就事物而言?答:因为并不是表达特征在语音方面造成了同名异义性,而是诸事物被发现是各异且彼此毫无共通之处的,却恰好从属于同一个表达。而在人们认识到不共有相同说明的事物被配属于多个事物之前,同名异义性甚至根本不会存在。
Ἐ. Τί οὖν τοῦτο ποιεῖ πρὸς τὸ μὴ ἀπὸ τῆς φωνῆς ἄρξασθαι,2 ἀλλ’ ἀπὸ τῶν πραγμάτων; Ἀ. Ὅτι οὐκ ἂν γνωσθείη ὅτι ὁμωνυμία ἐστὶν πραγμάτων, πρὶν τὰ πράγματα γνωσθῆναι ὅτι ὁμώνυμά ἐστιν. ἀνάγκη τοίνυν πρότερον διδαχθῆναι, τίνα ὁμώνυμά ἐστιν πράγματα, ἵνα καὶ ἡ ὁμωνυμία καὶ ἡ τοιαύτη λέξις γνωσθῇ.
问:那么这与不从语音开始而从事物开始有什么关系呢?答:因为在认识到事物是同名异义的之前,不可能认识到存在着事物的同名异义性。因此,必须先被讲授哪些事物是同名异义的,以便同名异义性以及此种表达亦能被认识。
Ἐ. Πῶς οὖν ὁ Ἀριστοτέλης ὁρίζεται τὰ ὁμώνυμα; Ἀ. Ὁμώνυμα λέγεται, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
问:那么亚里士多德如何定义同名异义之物?答:“被称为同名异义之物的,乃是仅有名称共通,而与名称相应的本质之说明各异者”。
Ἐ. Ἀλλ’ εἰ μὴ ἐν μόνοις τοῖς ὀνόμασίν ἐστιν ἡ ὁμωνυμία ἀλλὰ καὶ ἐν ῥήμασι καὶ ἐν συνδέσμοις, ὥσπερ ἐπὶ τοῦ ἠνδραπόδισται· καὶ γὰρ ὁ ἀνδραποδισάμενος ἄλλον ἠνδραπόδισται ἐκεῖνον καὶ ὁ ἀνδραποδισθεὶς ὑπὸ ἄλλου ἠνδραπόδισται· διὰ τί ὡς ἐν μόνοις τοῖς ὀνόμασιν οὔσης τῆς ὁμωνυμίας ἔφη ὧν ὄνομα μόνον κοινόν; Ἀ. Ὅτι τὸ ὄνομα οὐ μόνον ἐπὶ τῶν ἰδίως ὀνομαστικὸν ἐχόντων χαρακτῆρα τάττεται, ὧν προτίθεται τὰ ἄρθρα,3 ἀλλὰ ἐπὶ παντὸς μέρους λόγου διὰ τὸ καὶ ταῦτα, ὅταν ἐξετάζωνται εἰ ἔστιν ὁμώνυμα, μετὰ ἄρθρου προτεθέντος αὐτῶν λέγεσθαι καὶ κλίνεσθαί γε ὡς τὰ μονόπτωτα· φαμὲν γὰρ ὅτι ‘τῷ ἀνδραποδίζεσθαι ὁμωνύμῳ ὄντι’4 καὶ τὰ ἑξῆς. εἴληπται οὖν ὄνομα τὸ κοινῶς ἐπὶ παντὸς μέρους λόγου ταττόμενον.
问:但是,如果同名异义性不仅存在于名词中,也存在于动词和连词中——正如在“已奴役/已被奴役”的情形中;因为奴役了他人的人已将那人“奴役”,而被他人奴役的人也“已被奴役”——为什么他如同同名异义性仅存在于名词中那样,说“仅有名称共通”呢?答:因为“名称”不仅被用于那些特有地具有名词特征、前面冠以冠词之物,而且被用于每个词类,因为即使是这些词类,每当被审察是否存在同名异义时,也都在前面加上冠词而被言说,甚至如单格词那样进行变格;因为我们说“对于作为同名异义的‘奴役’”,等等。因此,“名称”被理解为共通地配属于每个词类之物。
Ἐ. Ἀλλὰ πῶς μὲν ἐλήφθη αὐτῷ τὸ ὄνομα, ἐξηγήσω· τὸ δὲ μόνον ποῖον ὑπακούειν δεῖ, ἆρα τὸ δηλοῦν τὸ ἕν, ὥσπερ φαμὲν ὅτι ‘μόνος ἐστὶν ὁ κόσμος’ ἀντὶ τοῦ ‘εἷς ἐστιν’, ἢ τὸ δηλοῦν τὴν πρὸς ἕτερον ἀντιδιαστολήν, ὡς ὅταν λέγωμεν ‘οὗτος χιτῶνα μόνον ἔχει’, ἔνθα προσυπακούομεν ‘ὅτι ἱμάτιον δὲ οὐκ ἔχει’ ἢ τι τοιοῦτον; Ἀ. Λέγω ὅτι τὸ κατὰ ἀντιδιαστολὴν τιθέμενον μόνον εἴληπται.
问:他那里的“名称”是如何被理解的,你已经解释了;但“仅”应当被理解为何种含义呢?是指明“单一”,正如我们说“宇宙是独一的”用来代替“是一个”那样,还是指明相对于另一事物的对比区分,正如当我们说“这人仅有一件内衣”,并在其中额外领会“然而他没有外衣”或诸如此类的意思那样?答:我说,所取的是依照对比区分而被设定的“仅”。
Ἐ. Πρὸς οὖν τίνος ἀντιδιαστολὴν εἴρηται; Ἀ. Πρὸς ὅρον φημί· ἐπεὶ γὰρ πᾶν πρᾶγμα καὶ ὄνομα ἔφαμεν ἔχειν καὶ ὁρισμόν, πρὸς ἀντιδιαστολὴν οὖν τοῦ ὁρισμοῦ τὸ μόνον εἴληπται· τὰ γὰρ ὁμώνυμα τὸ ὄνομα μὲν ἔχει κοινόν, οὐκ ἔτι δὲ τὸν λόγον τὸν ὁριστικόν.
问:那么它是相对于什么的对比区分而被言说的呢?答:我说,是相对于定义而言的。因为既然我们曾说每一事物都既有名称又有定义,那么“仅”便是相对于定义作为对比区分而被取的;因为同名异义之物虽共有名称,却不再共有定义性说明。
- 3.1.23πρὶν δὲ γνωσθῆναι ὅτι κατὰ πλειόνων τέτακται τὰ πράγματα τοῦ αὐτοῦ λόγου μὴ κοινωνοῦντα
此处为 πρὶν 引导不定式 γνωσθῆναι 的结构,进而由 ὅτι 从句承接为其语义主语从句。在 ὅτι 从句内部,τὰ πράγματα 为主语,被分词短语 τοῦ αὐτοῦ λόγου μὴ κοινωνοῦντα 所限定修饰,介词短语 κατὰ πλειόνων 则作动词 τέτακται 的状语。
- 3.1.24Τί οὖν τοῦτο ποιεῖ πρὸς τὸ μὴ ἀπὸ τῆς φωνῆς ἄρξασθαι
惯用表达 τί ποιεῖ πρὸς... 意为“这对于……有什么作用/关系”。介词短语 πρὸς τὸ μὴ ... ἄρξασθαι 接带冠词不定式,指示所涉及的关联对象。
- 3.1.26ὧν προτίθεται τὰ ἄρθρα
关系代名词 ὧν 为属格,指涉先行词(具有名词特征者)。动词 προτίθεται 为中动态/被动态,主语为 τὰ ἄρθρα,意为“在它们之前置入冠词者”(属格 ὧν 呼应动词前缀 προ- 所表示的前置方位意义)。
- 3.1.26τῷ ἀνδραποδίζεσθαι ὁμωνύμῳ ὄντι
中性单数与格冠词 τῷ 将不定式 ἀνδραποδίζεσθαι 实词化,形容词 ὁμωνύμῳ 和分词 ὄντι 与其同格一致而作与格修饰。整体作为一个语法引证示例,功能如同一个经过变格的名词短语。
