← 波菲利

亚里士多德《范畴篇》释义

§59.34-61.5

论亚里士多德首先探讨三类先备术语的原因

波菲利通过与几何学家预设公理相类比,解释了亚里士多德为何不从范畴本身开始而是首先讨论同名异义、同名同义和派生名,并阐述了基于名称与定义共有关系的五种划分中何以仅选取了必要的三种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.16

Ἐ. Ἀλλ’ εἰ περὶ τῶν δέκα κατηγοριῶν ὁ λόγος, διὰ τί οὐκ ἀπὸ τούτων τὴν ἀρχὴν τῆς διδασκαλίας πεποίηται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων; ὅμοιος γάρ ἐστι τῷ ἄλλο μὲν ὑποσχομένῳ, διδόντι δὲ ἕτερον. Ἀ. Ἀλλ’ οὔτε περιττεύων οὔτε ἐπιλελησμένος τοῦ σκοποῦ περὶ τούτου ποιεῖται πρῶτον λόγον, ἀλλὰ τὰ ἀναγκαῖα πρὸς τὴν παράδοσιν τῶν κατηγοριῶν προεκτίθεται, ἵνα μὴ διὰ μέσου ἐκδιδάσκων παρεκβάσεις ποιοῖ καὶ διακόπτοι τὸ συνεχές. ὥσπερ οὖν οἱ γεωμέτραι προεκτίθενται ὅρους τινὰς καὶ ἀξιώματα καὶ αἰτήματα καὶ διαιρέσεις, ἃ χρήσιμά ἐστι προλαβόντα μαθεῖν1 εἰς σαφήνειαν τῶν θεωρημάτων, οὕτω καὶ ὁ Ἀριστοτέλης προλαμβάνει τὰ περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων καὶ πάντα ἐφεξῆς χρησιμώτατα πρὸς αὐτὴν τὴν τῶν κατηγοριῶν παράδοσιν, τινὰ δὲ καὶ μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπιδιδάσκων, ὧν τὸ χρήσιμον ἐν τῷ τόπῳ χρὴ παριστάναι.

问:但是,如果论说乃是关于十个范畴的,他为何不从这些开始进行讲授,而是关于同名异义之物、同名同义之物以及派生名之物呢?因为他就像许诺了一件事却给出另一件事的人。答:但他既不是出于多余,也不是忘记了自己的旨趣才首先论述此事,而是为了传达范畴而预先陈述必要的内容,以免在讲授的中途进行离题之论并打断连续性。正如几何学家们预先陈述某些定义、公理、公准和划分,预先掌握并学习这些对于定理的明晰性是有益的;亚里士多德同样将关于同名异义之物、同名同义之物和派生名之物的事情,以及接下来的所有事情预先把握为对于传达范畴本身最有益之物,并且在传达范畴之后还额外讲授了某些内容,它们的用处应当在适宜的场合予以表明。

§3.1.17

Ἐ. Τὸ μὲν χρήσιμον τῶν προλεγομένων εἰς τὴν παράδοσιν τῶν κατηγοριῶν παραστήσεις, νῦν δὲ λέγε, τί βούλεται τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ εἴ τινα ἄλλα ἐστὶ τῆς τοιαύτης συστοιχίας, τί βούλεται ἕκαστον καὶ πόθεν καὶ πῶς ὑπέστη; Ἀ. Φημὶ τοίνυν ὅτι παντὸς πράγματος ὄνομα καὶ ὁρισμὸν ἢ ὑπογραφὴν ἔχοντος,2 οἷον τοῦδε μὲν τοῦ πράγματος ὄνομα ἔχοντος ἄνθρωπος καὶ δηλουμένου δι’ αὐτοῦ, ἔστιν αὐτοῦ καὶ ὁ ὁρισμός· λέγομεν γὰρ ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· δηλοῦται γὰρ ἕκαστον τῶν πραγμάτων καὶ δι’ ὀνόματος καὶ διὰ λόγου τοῦ ὁριστικοῦ καὶ παραστατικοῦ τῆς οὐσίας αὐτοῦ, ὡς ὅταν τὴν φωνὴν λέγωμεν τὸ ἴδιον αἰσθητὸν ἀκοῆς· παντὸς οὖν πράγματος καὶ ὄνομα καὶ λόγον ὁριστικὸν ἔχοντος σχέσεις ἐν τοῖς πράγμασι τῶν τοιούτων λόγων πρὸς τὰ ὀνόματα γίνονται τέσσαρες· τὰ γὰρ πράγματα ἢ καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τοῦ αὐτοῦ κοινωνεῖ, ἢ τοῦ μὲν ὀνόματος οὐ μέντοι τοῦ λόγου, ἢ τοῦ μὲν λόγου τοῦ δὲ ὀνόματος οὔ, ἢ οὔτε τοῦ λόγου οὔτε τοῦ ὀνόματος. καὶ ὅταν μὲν τοῦ αὐτοῦ ὀνόματος κοινωνῇ τὰ πράγματα τοῦ δὲ λόγου μηδαμῶς, ὁμώνυμα καλεῖται, ὅταν δὲ καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος, συνώνυμα τὰ τοιαῦτα προσαγορεύεται διὰ τὸ ὥσπερ σὺν τῷ ὀνόματι καὶ τὸν λόγον ἔχειν τὸν αὐτόν.3 ὅταν δὲ τοῦ μὲν λόγου κοινωνῇ τοῦ αὐτοῦ τοῦ δὲ ὀνόματος μή, πολυώνυμα ταῦτα καλεῖται, ἐπειδὰν δὲ μήτε τοῦ ὀνόματος μήτε τοῦ λόγου, ἑτερώνυμα καλεῖται. πέμπτος δέ ἐστι τρόπος, ὅταν τινὰ ἕτερα ὄντα ἀπὸ ἑτέρων γένηται μετέχοντά πως καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου, διαφέροντα δὲ τῷ μετασχηματισμῷ, ἃ καὶ καλεῖται παρώνυμα.

问:预先言说之物对于传达范畴的用处你随后会表明;但现在请讲,同名异义之物与同名同义之物意味着什么,如果还有属于此类同列关系的其他事物,每一项又意味着什么,它们从何而来、如何成立?答:那么我说,既然每一事物都拥有名称与定义或描述性说明——例如此处的这个事物拥有名称“人”并通过它被表明,亦有它的定义;因为我们说人是理性的、必死的、能接受智性与知识的动物;每一事物不仅通过名称被表明,也通过规定并呈现其本质的定义性说明被表明,正如当我们说语音是听觉的专有感觉对象一样——因此,既然每一事物都兼具名称与定义性说明,在事物中便产生了此类说明对于名称的四种关系;因为事物要么同时共有名称和相同的说明,要么共有名称却不共有说明,要么共有说明却不共有名称,要么既不共有说明也不共有名称。当事物共有相同的名称而绝不共有说明时,它们被称为同名异义之物;而当它们既共有说明又共有名称时,此类事物被称为同名同义之物,因为它们宛如随着名称一起亦拥有相同的说明。当它们共有相同的说明却不共有名称时,它们被称为多名同义之物;而当它们既不共有名称也不共有说明时,则被称为异名异义之物。第五种方式则是,某些事物虽属不同,却由其他事物派生而来,在某种程度上兼具名称与说明,只是在词形变换上有所不同,这些便被称为派生名之物。

§3.1.18

Ἐ. Ἆρα οὖν πάντων μέμνηται ὁ Ἀριστοτέλης; Ἀ. Οὐδαμῶς.

问:那么亚里士多德提到了所有的这些吗?答:绝非如此。

§3.1.19

Ἐ. Τίνων οὖν μέμνηται; Ἀ. Ὁμωνύμων, συνωνύμων, παρωνύμων· οὔτε δὲ τῶν πολυωνύμων οὔτε δὲ τῶν ἑτερωνύμων μέμνηται.

问:那么他提到了哪些?答:同名异义之物、同名同义之物、派生名之物;但既没有提到多名同义之物,也没有提到异名异义之物。

§3.1.20

Ἐ. Διὰ τί; Ἀ. Ὅτι τούτων οὐκ ἔχρῃζεν εἰς τὰ ἑξῆς, ὧν δὲ ἔχρῃζεν τούτων ἐμνημόνευσεν.

问:为何?答:因为对于接下来的讨论他并不需要这些,而他所需要的那些,他便提及了。

§3.1.21

Ἐ. Ἀπὸ τίνων οὖν ἤρξατο; Ἀ. Ἀπὸ τῶν ὁμωνύμων.

问:那么他是从哪些开始的?答:从同名异义之物开始。

语法注3 条
  1. 3.1.16προλαβόντα μαθεῖν

    宾格分词 προλαβόντα 充当不定式 μαθεῖν 的逻辑主语(指泛指的学习者),与非人称表达 χρήσιμά ἐστι 搭配,而非与主句主语(几何学家)一致。

  2. 3.1.17παντὸς πράγματος ὄνομα καὶ ὁρισμὸν ἢ ὑπογραφὴν ἔχοντος... παντὸς οὖν πράγματος καὶ ὄνομα καὶ λόγον ὁριστικὸν ἔχοντος

    句首的独立属格结构 παντὸς πράγματος... ἔχοντος 由于长篇举例说明(οἷον τοῦδε... ἀκοῆς)的插入而与主句发生严重离隔,随后借助 οὖν 进行复述复归(παντὸς οὖν πράγματος... ἔχοντος),并最终与主句的主语 σχέσεις 和动词 γίνονται 相接。

  3. 3.1.17διὰ τὸ ὥσπερ σὺν τῷ ὀνόματι καὶ τὸν λόγον ἔχειν τὸν αὐτόν

    由介词 διά 加带冠词不定式 τὸ ἔχειν 构成的因果短语。其中的 σὺν τῷ ὀνόματι 配合副词 ὥσπερ,为 συνώνυμα(同名同义)这一名称提供了词源学解释,即指其“随同”(σύν)名称一起亦具有相同的说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:59.34-61.5