- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:58.21-59.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过从事物中引出语音的属的种差这一附带必然性,解释了亚里士多德在《范畴篇》中论述事物的原因,阐明了本书与《解释篇》的区别,指出了阿特诺多洛与科尔努图斯等批评者因混淆第一度与第二度设定而产生的误解,并介绍了波埃图斯与赫尔米努斯的正确看法。
Ἐ. Ἀλλὰ πῶς, εἰ περὶ φωνῶν σημαντικῶν ἐστιν ἡ πραγματεία, ἐν τοῖς ἑξῆς περὶ τῶν πραγμάτων ὁ πᾶς αὐτῷ γεγένηται λόγος; Ἀ. Ὅτι αἱ φωναὶ ἀγγέλῳ ἐοικυῖαι τὰ πράγματα ἀγγέλλουσιν, ἀπὸ δὲ τῶν πραγμάτων, ὧν ἀγγέλλουσι, τὰς διαφορὰς λαμβάνουσιν· ἀφ’ ὧν τοίνυν τὸ τῆς χρείας ἀναγκαῖον ἔχουσιν, ταῦτα ἀναγκαῖον θεωρεῖται, ἵνα κατὰ τὰς γενικὰς διαφορὰς ὧν ἀγγέλλουσι καὶ αὐταὶ τὸ διάφορον λάβωσι τὸ κατὰ γένος. ἐμπίπτουσα τοίνυν γέγονεν1 ἡ περὶ τῶν κατὰ γένος διαφορῶν ζήτησις τῶν ὄντων, προηγουμένη δέ ἐστιν ἡ περὶ τῶν φωνῶν τῶν σημαντικῶν, ὡς εἴρηται.
问:但是,如果探讨是关于有意义的语音的,那么在接下来的部分中,他全部的论说何以成了关于事物的呢? 答:因为语音宛如使者,报告着事物,并且从它们所报告的事物那里获得自身的种差;因此,既然语音从这些事物中获得其用处的必然性,这些事物便必然地受到考察,以便依据它们所报告之物的属的种差,语音自身也获得属上的差异。由此可见,关于存在者在属上的种差的探求乃是附带产生的,而正如所说的那样,首要的探求乃是关于有意义的语音的。
Ἐ. Ἀλλ’ εἰ ἐνθάδε εἰς δέκα γένη διεῖλεν τὰς σημαντικὰς φωνάς, πῶς ἐν τῷ Περὶ ἑρμηνείας εἰς δύο, εἰς ὄνομα καὶ ῥῆμα; Ἀ. Ὅτι ἐνθάδε μὲν περὶ τῆς προηγουμένης θέσεως τῶν λέξεων τῆς κατὰ τῶν πραγμάτων ποιεῖται τὸν λόγον, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ τῆς δευτέρας, ἣ οὐκέτι ἐστὶ περὶ τῶν σημαντικῶν λέξεων τῶν πραγμάτων, καθό εἰσι τούτων σημαντικαί, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων τοῦ τύπου τῶν φωνῶν, καθὸ τύποι εἰσὶ τοιούτων· τύπος γὰρ τῆς φωνῆς τὸ εἶναι ἢ ὄνομα ἢ ῥῆμα. καὶ τὸ κυρίαν δὲ εἶναι τὴν λέξιν ἢ μεταφορικὴν ἢ ἄλλως τροπικὴν τῆς δευτέρας ἐστὶ περὶ τῶν φωνῶν πραγματείας καὶ οὐ τῆς πρώτης.
问:但如果他在这里将有意义的语音划分为十个属,何以在《解释篇》中划分为两个,即名词和动词呢? 答:因为在这里他是就针对事物的词语的第一度设定进行论说,而在《解释篇》中则是就第二度设定进行论说,后者不再是关于作为事物的意指的词语在其意指这些事物的限度内的讨论,而是关于语音形式的意指词语在其作为此类事物的形式的限度内的讨论;因为语音的形式乃是在于其要么是名词,要么是动词。而词语是本义的、隐喻的抑或是其他转义的,也属于关于语音的第二度探讨,而不属于第一度探讨。
Ἐ. Ἆρα οὖν τὴν διαφορὰν ταύτην πάντες ἔγνωσαν οἱ περὶ τῶν κατηγοριῶν τι γράψαντες; Ἀ. Οὐδαμῶς· οὐ γὰρ ἂν οἱ μὲν περὶ τῶν γενῶν τῶν ὄντων προηγουμένως ᾤοντο ἐνταῦθα πραγματεύεσθαι, οἳ δὲ ἀντέλεγον ἀθετοῦντες αὐτῶν τὴν διαίρεσιν ὡς πολλὰ παριεῖσαν καὶ μὴ περιλαμβάνουσαν ἢ καὶ πάλιν πλεονάζουσαν.
问:那么,所有著述过关于范畴之作的人都认识到了这一区别吗? 答:绝非如此;因为否则某些人就不会认为这里主要是探讨存在者之属,而另一些人则不会通过指责这种划分遗漏了许多东西且未能加以囊括,或者指责其冗余,来反驳它们了。
Ἐ. Τίνες εἰσὶν οὗτοι; Ἀ. Οἱ περὶ Ἀθηνόδωρον καὶ Κορνοῦτον οἱ τὰ ζητούμενα περὶ τῶν λέξεων καθὸ λέξεις, οἷα τὰ κύρια καὶ τὰ τροπικὰ καὶ ὅσα τοιαῦτα, (διαφοραὶ γάρ ἐστι λέξεων καθὸ λέξεις εἰσί) τὰ τοιαῦτα οὖν προφέροντες καὶ ποίας ἐστὶ κατηγορίας ἀποροῦντες καὶ μὴ εὑρίσκοντες ἐλλιπῆ φασιν2 εἶναι τὴν διαίρεσιν, ὡς ἂν μὴ πάσης φωνῆς σημαντικῆς εἰς αὐτὴν περιλαμβανομένης.
问:这些人是谁? 答:就是阿特诺多洛与科尔努图斯一派的人。他们提出关于词语就其作为词语而言所探究的事情——诸如本义词、转义词以及所有此类东西(因为这些乃是词语就其作为词语而言的种差)——由于困惑于它们属于哪种范畴且无从寻得,便断言这种划分是不完备的,理由是并非所有有意义的语音都被囊括于其中。
Ἐ. Ἆρα οὖν πάντες ἐσφάλησαν περὶ τὴν πρόθεσιν τῆς τῶν κατηγοριῶν γνώσεως; Ἀ. Οὐδαμῶς· ἀλλὰ καὶ Βόηθος ἐν τοῖς εἰς τὰς Κατηγορίας εἴρηκεν ταῦτα καὶ Ἑρμῖνος βραχέως.
问:那么,所有人都错看了范畴知识的旨趣吗? 答:绝非如此;波埃图斯在对《范畴篇》的注疏中也说到了这些,赫尔米努斯亦简要地谈到了。
Ἐ. Εἰπὲ τὰ Ἑρμίνου, ἐπείπερ αὐτὰ φῂς διὰ βραχέων εἰρῆσθαι. Ἀ. Λέγει τοίνυν ὁ Ἑρμῖνος προκεῖσθαι οὔτε περὶ τῶν ἐν τῇ φύσει πρώτων καὶ γενικωτάτων γενῶν (οὐ γὰρ νέοις προσήκουσα ἡ τῶν τοιούτων διδασκαλία) οὔτε τίνες αἱ πρῶται καὶ στοιχειώδεις τῶν λεγομένων διαφοραί,3 ὡς τὸν λόγον εἶναι δοκεῖν περὶ τῶν τοῦ λόγου μερῶν, ἀλλὰ μᾶλλον περὶ τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων οἰκείας ἂν ἐσομένης τῶν λεγομένων κατηγορίας· διὸ καὶ ἀναγκαῖον ἐγένετο ἁμωσγέπως ἅψασθαι τῶν γενῶν, ἐφ’ ἅπερ ἡ τῶν κατηγορουμένων ἀναφορά· ἀδύνατον γὰρ τὴν ἑκάστου οἰκείαν σημασίαν γνώριμον εἶναι μηδεμιᾶς αὐτῷ προλήψεως προυποκειμένης. διὰ τοῦτο δὲ καὶ ἡ ἐπιγραφὴ Κατηγορία, δηλωτικὴ οὖσα τῆς ἑκάστῳ γένει συνημμένης οἰκείας σημασίας. ὅτι δὲ αὐτὰ τὰ γένη τὸν ἀριθμὸν δέκα, προϊὼν ὁ λόγος δηλώσει· ταύτῃ δὲ καὶ ὁ ἀριθμὸς ὁ τῶν κατηγοριῶν δέκα. ὁ δὲ ἐπιγράφων Περὶ δέκα γενῶν οὐδὲ αὐτὸς ἀπεικότως, εἰ μόνον πρὸς τὴν ἐπὶ τὰ γένη ἀναφορὰν ποιοῖτο τὴν ἐπιγραφήν, ἀλλὰ μὴ ὅτι προηγουμένως περὶ τῶν δέκα γενῶν νομίζοι.
问:请讲讲赫尔米努斯的观点,既然你说他是简要陈述的。 答:赫尔米努斯因此说道,所设定的主题既不是关于自然中在先且最为普遍的属(因为对于青年人而言讲授此类内容并不适宜),也不是关于所言说之物在先且具基始性的种差为何(以至于论述显得像是关于词类的),而是毋宁关于所言说之物按照存在者的各个属而成为本己的述定;因此,以某种方式触及那些被述定之物所指向的属,也就成了必然之事;因为如果事先没有任何预先把握为其前提,要认识每一项的本己含义是不可能的。正因如此,题名也是《范畴篇》,指示着与每个属相结合的本己含义。至于这些属自身在数目上是十个,论述的推进将会指明;由此范畴的数目也是十个。而将其题为《论十个属》的人本身也并非没有道理,只要他仅仅是针对指向属的关联来确立该题名,而不是因为他认为本书主要是探讨十个属。
- 3.1.10ἐμπίπτουσα τοίνυν γέγονεν
现在分词 ἐμπίπτουσα 与动词 γέγονεν 连用,表达这一探讨乃是作为附带或插话性质而产生的,与下文中的“首要的(προηγουμένη)”形成直接对比。
- 3.1.13οἱ περὶ Ἀθηνόδωρον καὶ Κορνοῦτον οἱ τὰ ζητούμενα ... τὰ τοιαῦτα οὖν προφέροντες ... φασιν
该句为一个长大的重开结构:主语 οἱ περὶ Ἀθηνόδωρον καὶ Κορνοῦτον 之后带有冗长的定语成分,在插入句(διαφοραὶ γάρ...)后,通过 τὰ τοιαῦτα οὖν 重新承接宾语,并经由分词 προφέροντες、ἀποροῦντες 及 μὴ εὑρίσκοντες,最终落实到主要动词 φασιν。
- 3.1.15οὔτε τίνες αἱ πρῶται καὶ στοιχειώδεις τῶν λεγομένων διαφοραί
间接疑问节 τίνες αἱ πρῶται... 在意义上与前面的介词短语 οὔτε περὶ τῶν... 相并列,共同作为不定式 προκεῖσθαι 所设定的主题内容(“既不是关于……,也不是关于……是什么”)。
