- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:56.33-58.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利论证了范畴并非事物本身,而是意指事物的有意义语音;他在区分第一度设定(命名事物)与第二度设定(命名语法形式)的基础上,阐明由于本书的旨趣在于关注包容于十个属之中的第一度设定的语音,因而题为《范畴篇》是完全正当的。
Ἐ. Διὰ τί; Ἀ. Ὅτι τὰ μὲν ὄντα καὶ τὰ τούτων γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ πράγματά ἐστι καὶ οὐ φωναί. ὁ δὲ Ἀριστοτέλης καταριθμησάμενος τὰ δέκα ταῦτα, τὴν οὐσίαν, τὸ ποιόν, τὸ ποσόν, τὰ λοιπά φησιν· ‘ἕκαστον δὲ τῶν εἰρημένων αὐτὸ μὲν καθ’ αὑτὸ οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται’. εἰ γὰρ ἡ τούτων συμπλοκὴ κατάφασιν ποιεῖ, ἡ δὲ κατάφασις ἐν φωνῇ σημαντικῇ καὶ λόγῳ ἀποφαντικῷ τὴν ὑπόστασιν ἔχει, οὐκ ἂν εἴη περὶ γενῶν τοῦ ὄντος ἡ πραγματεία οὐδ’ ὅλως περὶ πραγμάτων ᾗ πράγματα, ἀλλὰ μᾶλλον περὶ φωνῶν σημαντικῶν τῶν πραγμάτων· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ κατάφασις γίνεται, ἀλλ’ ἡ φωνῶν σημαντικῶν τῶν δηλουσῶν τὰ πράγματα συμπλοκὴ ἀποτελεῖ τὴν κατάφασιν, αὐτός τε ῥητῶς ἔφη· ‘τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσόν’ καὶ τὰ ἑξῆς· εἰ γὰρ περὶ πραγμάτων ἦν αὐτῷ ὁ λόγος, οὐκ ἂν εἶπεν τὸ ‘ἤτοι οὐσίαν σημαίνει’·1 οὐ γὰρ σημαίνουσι τὰ πράγματα ἀλλὰ σημαίνεται.
问:为什么?答:因为存在者以及它们的属、种与种差乃是事物,而不是语音。但亚里士多德在列举了这十个东西(即实体、性质、数量及其他诸项)之后说道:“所说的每一项按其自身而言并不在任何肯定中被言说,而是通过它们相互之间的结合才产生肯定。”因为如果它们之间的结合产生肯定,而肯定是在有意义的语音与陈述性言辞中具有其成立根据的,那么这一探讨就不会是关于存在之属的,也根本不是关于作为事物的事物的,而是毋宁关于指明事物的有意义的语音;因为并不是事物的结合成为肯定,而是指明事物的有意义的语音的结合构成了肯定,并且他自己也明确地说:“在不依任何结合而被言说者中,每一项要么意味着实体,要么意味着数量”,等等。因为如果他的论说针对的是事物,他就不会说“要么意味着实体”;因为事物并不作意指,而是被意指。
Ἐ. Ἀλλ’ ὅτι μὲν οὔτε Πρὸ τῶν τοπικῶν ἐπιγέγραπται οὔτε Περὶ τῶν γενῶν τοῦ ὄντος οὔτε Περὶ τῶν δέκα γενῶν τοῦ ὄντος, αὐτάρκως παρέστησας· ὅτι δὲ Περὶ τῶν κατηγοριῶν ἐπιγραπτέον, ἐπίδειξον ἡμῖν. Ἀ. Ἀλλ’ οὐκ ἂν τοῦτο ἐπιδειχθείη, εἰ μὴ ἡ πρόθεσις πρότερον δηλωθείη ἡ τοῦ βιβλίου· ταύτης γὰρ δειχθείσης καὶ τὸ ἐπίγραμμα ὅτι οἰκεῖον τὸ τῶν κατηγοριῶν, δειχθήσεται.
问:然而,关于它既没有题为《论题篇之前》,也没有题为《论存在之属》,亦没有题为《论存在的十个属》,你已经充分予以说明;那么请向我们表明,它应当被题为《论范畴》。答:但是,若非首先阐明这部书的旨趣,这一点是无法表明的;因为一旦旨趣得到表明,将《范畴篇》作为其固有题名这一点也将随之得到表明。
Ἐ. Δεῖξον οὖν τὴν οἰκείαν πρόθεσιν τῆς τοῦ βιβλίου πραγματείας. Ἀ. Φημὶ τοίνυν ὅτι τῶν πραγμάτων ἐκκειμένων δηλωτικὸς γενόμενος καὶ σημαντικὸς αὐτὸς ὁ ἄνθρωπος ἦλθεν ἐπὶ τὸ καὶ διὰ τῆς φωνῆς κατονομάζειν καὶ δηλοῦν ἕκαστον. καὶ γέγονεν αὐτῷ ἡ πρώτη χρῆσις τῶν λέξεων εἰς τὸ παραστῆσαι ἕκαστον τῶν πραγμάτων διὰ φωνῶν τινων καὶ λέξεων, καθ’ ἣν δὴ σχέσιν τῶν φωνῶν τὴν πρὸς τὰ πράγματα τόδε μέν τι πρᾶγμα βάθρον κέκληκεν, τόδε δὲ ἄνθρωπον, τόδε δὲ κύνα, ἥλιον δὲ τόδε, καὶ πάλιν τόδε μὲν τὸ χρῶμα λευκόν, τόδε δὲ μέλαν, καὶ τόδε μὲν ἀριθμόν, τόδε δὲ μέγεθος, καὶ τόδε μὲν δίπηχυ, τόδε δὲ τρίπηχυ, καὶ οὕτως ἑκάστῳ πράγματι λέξεις καὶ ὀνόματα τέθεικεν σημαντικὰ αὐτῶν καὶ μηνυτικὰ διὰ τῶν τοιούτων τῆς φωνῆς ψόφων. τεθεισῶν δὲ τοῖς πράγμασι συμβολικῶς τινων λέξεων προηγουμένως, πάλιν ὁ ἄνθρωπος κατὰ δευτέραν ἐπιβολὴν ἐπανελθὼν2 (αὐτὰς τὰς τεθείσας λέξεις θεωρήσας) τὰς μὲν τοιοῦτον φέρε τύπον ἐχούσας, ὥστε ἄρθροις συνάπτεσθαι τοιοῖσδε, ὀνόματα κέκληκε, τὰς δὲ τοιαύτας οἷον τὸ περιπατῶ, περιπατεῖς, περιπατεῖ, ‘’ῥήματα,’ δηλώματα τῶν ποιῶν τύπων παριστὰς τῶν φωνῶν διὰ τοῦ τὰς μὲν ὀνόματα καλέσαι τὰς δὲ ῥήματα.3 ὥστε τόδε μέν τι τὸ πρᾶγμα καλέσαι χρυσὸν καὶ τὴν τοιαύτην ὕλην τὴν οὕτω διαλάμπουσαν προσαγορεῦσαι ἥλιον τῆς πρώτης ἦν θέσεως τῶν ὀνομάτων, τὸ δὲ τὴν χρυσὸν λέξιν εἰπεῖν εἶναι ὄνομα τῆς δευτέρας θέσεως καὶ τοὺς τύπους τῆς ποιᾶς λέξεως σημαινούσης. ἔστι τοίνυν ἡ πρόθεσις τοῦ βιβλίου περὶ τῆς πρώτης θέσεως τῶν λέξεων τῆς παραστατικῆς τῶν πραγμάτων· ἔστιν γὰρ περὶ φωνῶν σημαντικῶν ἁπλῶν, καθὸ σημαντικαί εἰσι τῶν πραγμάτων, οὐμὴν τῶν κατὰ ἀριθμὸν ἀλλήλων διαφερόντων ἀλλὰ τῶν κατὰ γένος· ἄπειρα μὲν σχεδὸν καὶ τὰ πράγματα καὶ αἱ λέξεις κατὰ ἀριθμόν. ἀλλ’ οὐ τὰς κατὰ ἀριθμὸν πρόκειται διελθεῖν λέξεις· ἑκάστη γὰρ κατὰ ἀριθμὸν σημαίνει τῶν ὄντων· ἀλλ’ ἐπεὶ τῷ ἀριθμῷ πολλὰ ἐστιν ἓν ὄντα τῷ εἴδει ἢ τῷ γένει, καὶ ἡ ἀπειρία τῶν ὄντων καὶ τῶν σημαινουσῶν αὐτὰ λέξεων εἰς δέκα γένη εὕρηται περιλαμβανομένη εἰς τὸ γράφεσθαι.4 εἰς δέκα τοίνυν γενικὰς διαφορὰς περιληφθέντων τῶν ὄντων δέκα καὶ αἱ δηλοῦσαι ταῦτα φωναὶ γεγόνασι κατὰ γένη καὶ αὐταὶ περιληφθεῖσαι. δέκα οὖν λέγονται κατηγορίαι τῷ γένει δηλονότι, ὥσπερ καὶ αὐτὰ τὰ ὄντα δέκα τῷ γένει. ὅθεν ἐπεὶ περὶ φωνῶν σημαντικῶν ἡ πρόθεσις καθὸ σημαίνουσι τῶν κατὰ γένος διαφόρων ὄντων, τὸ δὲ ἀγορεύειν τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν ἔλεγον καὶ ὅλως τὸ λέξιν σημαντικὴν κατὰ πραγμάτων λέγειν, εἰκότως Κατηγορίας ἐπέγραψεν τὴν περὶ τῶν ἁπλῶν λέξεων στοιχείωσιν τὴν καθὸ σημαντικαὶ τῶν πραγμάτων εἰσὶν προηγουμένως κατὰ γένος ἕκαστον θεωρουμένην.
问:那么请表明这部书之探讨所特有的旨趣。答:我因此断言,在事物摆在面前之时,人自身出于表达和意指的需要,便进而通过语音来对每一事物予以命名和表达。于是对他而言便产生了词语的第一种使用,旨在通过某些语音和词语来指明每一事物;正是依照语音相对于事物的这种关系,他将这件特定事物称为“长凳”,将那件称为“人”,那件称为“狗”,而将这件称为“太阳”;又将这种颜色称为“白”,那种称为“黑”,将这个称为“数”,那个称为“量度”,将这个称为“两肘长”,那个称为“三肘长”;并以此方式为每一事物制定了词语和名称,通过语音的此类响声来意指并指示它们。在首先为事物象征性地制定了某些词语之后,人又依据第二次投注重新返回(考察了这些已被制定的词语本身),将例如具有能与这类冠词相结合的这种形式的词语称为“名词”,而将诸如“我散步”、“你散步”、“他散步”这类词语称为“动词”,通过将前者称为名词、后者称为动词,来表述这些语音属于何种形式的说明。因此,将特定的这件物称为“金”,并将如此闪闪发光的这种质料称为“太阳”,乃属于名称的第一度设定;而说“金”这个词是一个名词,则属于意指特定词语形式的第二度设定。由此可见,这部书的旨趣在于关注陈述事物的词语的第一度设定;因为它是关于单纯的有意义的语音的,只要它们意指事物——却并非在数目上彼此不同的那些〔事物〕,而是在属上不同的那些〔事物〕。事物与词语在数目上固然近乎无限。但并不打算在数目上去穷尽各词语;因为各词语在数目上意指着存在者中的某物;但既然在数目上众多的东西在种或属上是一,那么存在者以及意指它们之词语的无限性,为了被加以记述,就被发现可以包容于十个属之中。因此,随着存在者被包容于十项属上的差异之中,指示这些存在者的语音本身按属被包容后也就成了十个。所以显然在属上被说成有十个范畴,正如存在者自身在属上也是十个一样。由此可见,既然旨趣在于关注就意指属上不同的存在者而言的有意义的语音,而人们将按照某种所意指者来陈述事物称为“范畴化(述定)”,并且概言之即将有意义的词语加于事物来言说,那么,他将这部关于单纯词语的、在其意指事物的限度内主要按各个属来加以考察的奠基性著作题为《范畴篇》,乃是极其合情合理的。
- 3.1.7εἰ γὰρ περὶ πραγμάτων ἦν αὐτῷ ὁ λόγος, οὐκ ἂν εἶπεν τὸ ‘ἤτοι οὐσίαν σημαίνει’
由条件从句的未完成过去时直陈式(ἦν)与主句中带 ἄν 的不定过去时直陈式(οὐκ ἂν εἶπεν)构成的反事实条件句。“如果他的论说针对的是事物本身,他就不会说‘意味着实体’”。其理据在于事物是被意指的(σημαίνεται),而作能动意指(σημαίνει)的只能是语言,以此证明亚里士多德探讨的对象是词语而非事物本身。
- 3.1.9κατὰ δευτέραν ἐπιβολὴν ἐπανελθών
意为“依据第二次投注(着眼)重新返回”。指在最初命名事物(第一度设定)之后,心智的关注(ἐπιβολή)重新投向语言符号本身的反思性、元语言阶段。紧随其后的分词短语 αὐτὰς τὰς τεθείσας λέξεις θεωρήσας(“考察了这些已被制定的词语本身”)在句法与语义上充当同义的解释。
- 3.1.9δηλώματα τῶν ποιῶν τύπων παριστὰς τῶν φωνῶν διὰ τοῦ τὰς μὲν ὀνόματα καλέσαι τὰς δὲ ῥήματα
分词 παριστάς 为主格,与主语(ὁ ἄνθρωπος)一致,支配宾语 δηλώματα。属格短语 τῶν ποιῶν τύπων ... τῶν φωνῶν 修饰 δηλώματα,意为“语音属于何种形式的说明”。介词短语 διὰ τοῦ ... καλέσαι 带冠词不定式,表示手段,意为“通过将前者称为名词、后者称为动词”。
- 3.1.9εἰς τὸ γράφεσθαι
介词 εἰς 与中被动态带冠词不定式 τὸ γράφεσθαι 结合,表示目的或结果(“为了被记述/在被书面记录时”)。表明无数的事物与词语之所以被归入十个最高属,是为了使它们能够在哲学写作中被系统地描述与界定。
