← 波菲利

亚里士多德《范畴篇》释义

§55.3-56.32

范畴一词的借用与书名题定的论据

波菲利通过问答形式,援引“隐德来希”等造词与借词之例,解释了亚里士多德何以将日常法律语境中指法庭“指控”的词借用于哲学上的述定分类,并逐一驳斥流传的其他书名,确立《范畴篇》这一题名的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1

Ἐρώτησις. Διὰ τί κατηγορίας ἐν τῇ συνηθείᾳ καλουμένης τῆς ἐν ἐγκλήματι πρὸς τὰς δικαιολογίας, ᾗ ἀντίκειται ἡ ἀπολογία,1 ὁ Ἀριστοτέλης οὐ προελόμενος διδάσκειν, πῶς ἐπὶ τοῖς δικαστηρίοις τῶν ἀντιδίκων κατηγοροῦμεν, ἀλλ’ ἕτερόν τι, ὅπερ οὐ παρὰ τοῖς Ἕλλησι τῷδε καλεῖται τῷ ὀνόματι, ξενίζειν εἵλετο κατηγορίας ἐπιγράψας τὸ βιβλίον; Ἀπόκρισις. Ὅτι ἡ μὲν συνήθεια τῶν προχείρων οὖσα πραγμάτων παραστατική, περὶ τούτων καὶ τὰς δηλωτικὰς λέξεις ἐν τῇ πολλῇ χρήσει παρέλαβεν, οἱ δὲ φιλόσοφοι τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων ἐξηγηταὶ ὄντες καινοτέρων δεηθέντες ὀνομάτων εἰς παράστασιν τῶν ὑπ’ αὐτῶν ἐξευρεθέντων πραγμάτων ἢ αὐτοὶ ἐποίησαν λέξεις καινὰς καὶ ἀσυνήθεις ἢ ταῖς κειμέναις κατεχρήσαντο εἰς δήλωσιν τῶν ὑπ’ αὐτῶν εὑρεθέντων πραγμάτων.

问:既然在日常用语中,诉讼控告中与申辩相对立的指控被称为“控告(范畴)”,那么亚里士多德并非选择教导我们在法庭上如何指控对手,而是选择了在希腊人中并不以该名称呼的另一回事,为何他竟选择使用奇特的名词,把该书题为《范畴篇(控告篇)》?答:因为日常用语表达的是唾手可得的事物,所以在广泛使用中采纳了指示这些事物的词语;而哲学家们是不为大众所知的事物的阐释者,在表述他们所发现的事物时需要更新的名称,于是他们要么自己创造了新奇而不寻常的词语,要么借用了已有的词语来指示他们所发现的事物。

§3.1.2

Ἐ. Παράστησον ἡμῖν διὰ παραδείγματος ὃ λέγεις. Ἀ. Ὁ Ἀριστοτέλης κατανοήσας, ὅτι τινὰ εἴδη, ἃ ἐπιγίνεται, ὅταν τὸ οἰκεῖον τέλος λάβῃ τὸ γινόμενον ἢ ὑπὸ φύσεως ἢ ὑπὸ τέχνης, ὥσπερ ὅταν ὑπὸ τῆς φύσεως τὸ καταβληθὲν σπέρμα ζῴου κινηθὲν καὶ ἀποτελεσθέν, φέρε ἵππος ἀποτελεῖται, ὅταν ἔμψυχον γένηται καὶ τὰ ἰδιώματα φέρῃ τοῦ ἐμψύχου, τὴν ψυχὴν ἐντελέχειαν προσηγόρευσεν ἀπὸ τοῦ εἰς τέλος τὸ οἰκεῖον ἀφικόμενον τὸ σπέρμα ἔμψυχον ἀποτελέσαι ζῷον,2 ὑπὸ δὲ τοῦ ἀνδριαντοποιοῦ ὅταν ὁ χαλκὸς ἀνδριὰς γένηται, ἐντελέχειαν εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος τὸ περιτεθὲν ὑπὸ τοῦ τεχνίτου τῷ χαλκῷ· αὐτὸς γὰρ ἐποίησε τὸ τῆς ἐντελεχείας ὄνομα ἐπὶ τῶν τοιούτων μὴ ὂν ἐν τῇ συνηθείᾳ. τὸ δὲ κεφαλωτὸν ἐπὶ ἄλλου ἐν τῇ συνηθείᾳ λεγόμενον αὐτὸς ἐπὶ τοῦ κεφαλὴν ἔχοντος καταχρῆται, οἰκειότερον λέγων τὴν κεφαλὴν κεφαλωτοῦ κεφαλὴν ἢ ζῴου κεφαλήν· τοῦ μὲν γὰρ κεφαλὴν ἔχοντος σημεῖον τὸ κεφαλωτὸν εἴη ἄν· κεφαλωτοῦ γὰρ κεφαλὴ διὰ τὸ μὴ πάντα τὰ ζῷα ἔχειν κεφαλὴν ὥσπερ ἐχῖνοι καὶ ἀκαλῆφαι καὶ ὅσα τοιαῦτα. διὸ καὶ αὐτός ἔφη· ‘ἐνίοτε καὶ ὀνοματοποιεῖν δεῖ’. τὸ οὖν τῆς κατηγορίας ὄνομα κείμενον ἐν τῇ συνηθείᾳ ἐπὶ δικαιολογίας ἐλεγκτικῆς, τῆς διὰ λόγων μηνύσεως, λαβὼν αὐτὸς τὰς τῶν λέξεων τῶν σημαντικῶν κατὰ τῶν πραγμάτων ἀγορεύσεις κατηγορίας προσείπεν. ὥστε πᾶσα ἁπλῆ λέξις σημαντικὴ ὅταν κατὰ τοῦ σημαινομένου πράγματος ἀγορευθῇ τε καὶ λεχθῇ, λέγεται κατηγορία. οἷον ὄντος πράγματος τοῦδε τοῦ δεικνυμένου λίθου, οὗ ἁπτόμεθα ἢ ὃ βλέπομεν, ὅταν εἴπωμεν ἐπ’ αὐτοῦ ὅτι τόδε λίθος ἐστίν, ἡ λίθος λέξις κατηγόρημά ἐστι· σημαίνει γὰρ τὸ τοιόνδε πρᾶγμα καὶ ἀγορεύεται κατὰ τοῦ δεικνυμένου πράγματος λίθου. καὶ οὕτω ἐπὶ τῶν ἄλλων.

问:请用一个例子向我们说明你所说的话。答:亚里士多德认识到,当生成之物无论因自然还是因技艺而获得其本有的终极时,会附随生成某些形式——正如当由自然播下的动物胚种被发动并得以完成,比方说一匹马得以完成,当它拥有灵魂并带有有灵魂者的特征时——他便因胚种达到其本有的终极从而完成了一个有灵魂的动物,而将灵魂称为“隐德来希(完全现实态)”;并且当青铜由雕塑家制成雕像时,工匠赋予青铜的雕像形式也就是“隐德来希”;因为是他自己为这类事物创造了“隐德来希”这个在日常用语中并不存在的名称。而对于日常用语中用于别处的“有头之物”,他自己则借用来指代“具有头部的物”,认为说头是“有头之物的头”比说是“动物的头”更为切当;因为“有头之物”才是有头者的标记(之所以是“有头之物的头”,是因为并非所有动物都具有头部,例如海胆、海葵以及所有这类物)。因此他自己也说:“有时亦须造词。”于是,他取来日常用语中用于驳斥性申辩(即通过言辞提出指控)的“控告”这一名称,自己将有意义的词语对事物的陈述称为“述定(范畴)”。因此,每一个单纯的有意义的词语,每当它对所意味的事物被陈述和言说时,便被称为“述词(范畴)”。例如,当有这里所指出的石头这样一件我们触摸或看见的事物存在时,每当我们指着它说“这是石头”时,“石头”这个词就是一个述题;因为它意味这样一件事物,并且对指出的事物“石头”被陈述。其他情况亦然。

§3.1.3

Ἐ. Ἆρα οὖν Κατηγορίας μόνον ἐπέγραψε τὸ βιβλίον ἢ καὶ ὡς ἄλλοι Δέκα κατηγορίας; Ἀ. Οὐδαμῶς.

问:那么他究竟是仅仅将该书题为《范畴篇》,还是像其他人那样也题为《十范畴篇》?答:绝非如此。

§3.1.4

Ἐ. Διὰ τί ἔφης οὐδαμῶς; Ἀ. Ὅτι ἄλλοι μὲν Πρὸ τῶν τοπικῶν ἐπέγραψαν, ἄλλοι δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος, ἄλλοι δὲ Περὶ τῶν δέκα γενῶν.

问:你为何说“绝非如此”?答:因为有些人将其题为《论题篇之前》,有些人题为《论存在的属》,还有些人题为《论十个属》。

§3.1.5

Ἐ. Ἆρα οὖν ὀρθῶς ἐπέγραψαν; Ἀ. Οὐδαμῶς.

问:那么他们的题名正确吗?答:绝不正确。

§3.1.6

Ἐ. Παράστησον οὖν καθ’ ἑκάστην τῶν ἐπιγραφῶν τὴν ἀτοπίαν. Ἀ. Πρὸ μὲν τῶν τοπικῶν ἀτόπως ἄν τις ἐπιγράφοι· διὰ τί γὰρ Πρὸ τῶν τοπικῶν, ἀλλ’ οὐχὶ μᾶλλον Πρὸ τῶν ἀναλυτικῶν καὶ Πρὸ τοῦ περὶ ἑρμηνείας; οὐ γὰρ διὰ τὴν τῶν τοπικῶν διδασκαλίαν προμανθάνειν δεῖ τὰ τῶν κατηγοριῶν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναλυτικῶν καὶ διὰ τὴν τῶν κατηγορικῶν προτάσεων μάθησιν καὶ σχεδὸν διὰ τὰς ἄλλας πάσας μαθήσεις· στοιχειωδέστατον γὰρ τοῦτο καὶ εἰσαγωγικὸν εἰς πάντα τὰ μέρη τῆς φιλοσοφίας τὸ βιβλίον. καὶ μάλιστα πρὸ τοῦ φυσικοῦ ἂν εἴη μέρους τῆς φιλοσοφίας ἢ πρὸ τῶν τοπικῶν·3 φύσεως γὰρ ἔργον οὐσία, ποιὸν καὶ τὰ ὅμοια. Περὶ δὲ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν δέκα γενῶν οὐδαμῶς χρὴ ἐπιγράφειν.

问:那么请说明各个题名的荒谬之处。答:若有人将其题为《论题篇之前》,当属荒谬;因为为何是《论题篇之前》,而不是毋宁是《分析篇之前》和《解释篇之前》呢?因为人们并不是为了《论题篇》的讲授才须预先学习范畴的内容,而是也为了《分析篇》的研习、直陈命题的学习,以及几乎所有其他科目的学习;因为这部书对于哲学的一切分支而言,是最具奠基性且入门性质的。并且,它尤其应当在哲学的自然哲学分支之前,而非在《论题篇》之前;因为实体、性质及类似者乃是自然的造物。然而,绝不可将其题为《论存在的属》或《论十个属》。

语法注3 条
  1. 3.1.1Διὰ τί κατηγορίας ἐν τῇ συνηθείᾳ καλουμένης τῆς ἐν ἐγκλήματι πρὸς τὰς δικαιολογίας, ᾗ ἀντίκειται ἡ ἀπολογία

    κατηγορίας ... καλουμένης 为属格独立结构,位于主句主语 ὁ Ἀριστοτέλης 之前,构成让步或对比的背景。关系代词 ᾗ 为阴性与格单数,其先行词不是中性的 ἐγκλήματι 也非复数的 δικαιολογίας,而是由冠词引导的实体化短语 τῆς ἐν ἐγκλήματι(承接阴性名词 κατηγορία),指代申辩(ἀπολογία)所针对的诉讼控告。

  2. 3.1.2ἀπὸ τοῦ εἰς τέλος τὸ οἰκεῖον ἀφικόμενον τὸ σπέρμα ἔμψυχον ἀποτελέσαι ζῷον

    该结构由介词 ἀπό 统辖带冠词的不定式 τοῦ ... ἀποτελέσαι。在该框架中,中性名词 τὸ σπέρμα 充当不定式 ἀποτελέσαι 的逻辑主语,并由分词 ἀφικόμενον 修饰;ἔμψυχον ζῷον 则作为 ἀποτελέσαι 的直接宾语。

  3. 3.1.6καὶ μάλιστα πρὸ τοῦ φυσικοῦ ἂν εἴη μέρους τῆς φιλοσοφίας ἢ πρὸ τῶν τοπικῶν

    此处为 ἄν 连用希求法 εἴη 的潜势表达,表示适宜或推论。比较连词 ἤ 连接两个对等的介词短语(πρὸ τοῦ φυσικοῦ ... μέρους 与 πρὸ τῶν τοπικῶν),与副词 μάλιστα 配合,表达优先取向:相较于在《论题篇》之前,此书尤应置于自然哲学分支之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:55.3-56.32