← 波菲利

亚里士多德《范畴篇》释义

§139.17-141.4

性质的固有特征与状态范畴归属的解答

波菲利确立了性质的固有特征是“相似与不相似”,随后探讨了状态(hexis)为何同时出现于关系与性质两个范畴的难题。他给出了两种解决方案:其一,区分作为属的普遍知识(关系者)与具体的个体知识(性质);其二,允许同一事物依据不同方面分属不同的范畴(如苏格拉底的例子所示)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.63

Ἐ. Ἀλλ’ εἰ μηδὲ τοῦτο ἴδιον τῆς ποιότητος, τί ἂν εἴη ταύτης ἴδιον; Ἀ. Τὸ ὅμοιον καὶ ἀνόμοιον· κατὰ μόνας γὰρ τὰς ποιότητας ὅμοιον ἕτερον ἑτέρου λέγεται, τὸ δὲ ὅμοιον εἶναι ἢ ἀνόμοιον κατὰ μόνας τὰς ποιότητας κατηγορεῖται ὥστε ἂν εἴη ἴδιον ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι.

提问者:但如果连这也不是性质的固有特征,那么它的固有特征会是什么呢?回答者:是相似与不相似;因为仅仅依据诸性质,一物才被说成与另一物相似,而相似或不相似也仅仅依据诸性质而被述谓,因此被说成相似与不相似就是性质的固有特征。

§3.6.64

Ἐ. Ἀπορήσειεν δέ τις, πῶς διεξιὼν τὰ εἴδη τῶν πρός τι καὶ τὰς ἕξεις συγκατέλεξεν αὐτοῖς, ἐν δὲ τοῖς περὶ ποιότητος εὐθὺς ἓν εἶδος ποιότητος ἔφη εἶναι ἕξιν καὶ διάθεσιν· 〈ἡ γὰρ ἕξις〉 δύο κατηγοριῶν ἔσται, καὶ τῆς τῶν πρός τι καὶ τῆς ποιότητος, καὶ συμβήσεται μίαν 〈οὖσαν〉 τὴν ἕξιν ἑτέραις τῷ εἴδει χρῆσθαι ταῖς διαφοραῖς· τῶν γὰρ ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί.1 δεῖ οὖν τινα αἰτίαν εὑρεῖν, ἥτις τὴν τοιαύτην ἀπορίαν λύσει. Ἀ. Ἀλλὰ καὶ ὁ Ἀριστοτέλης ἔγνω, ὅτι τοῦτο ταράξει πολλούς, καὶ δύο λύσεις εἰσκεκόμικε τῆς ἀπορίας.

提问者:但有人可能会提出疑难:当他详尽列举关系者的诸种时,为什么把诸状态也列入其中,而在论性质的篇章中,一上来就说状态与素质是性质的一个种?因为这样一来,状态就将属于两个范畴,既属于关系者的范畴,又属于性质的范畴,并且结果会导致状态作为一个单一之物,却采用了在种上有别的属差;因为对于属于不同属且互不隶属的事物而言,其属差在种上也是有别的。因此必须找到某种原因来解开这一疑难。回答者:其实亚里士多德自己也知道这一点会困扰许多人,因此他为这一疑难提出了两个解决方案。

§3.6.65

Ἐ. Τίνας ταύτας λέγει; Ἀ. Μίαν μέν, ὅτι πολὺ διενήνοχε............... καθ’ ἕκαστον· γένος μὲν γὰρ ἡ ἐπιστήμη, εἶδος δὲ ἡ γραμματική, καὶ ἔτι γε ἄτομον Ἀριστάρχου γραμματική. ἡ μὲν οὖν ἀναβεβηκυῖα πασῶν τῶν εἰδικῶν καὶ τῶν μερικῶν ἐπιστημῶν ἐπιστήμη καὶ ἕξις τῶν πρός τι εἶναι ἐρρέθη, αἱ δὲ εἰδικαὶ ἐπιστῆμαι καὶ ἔτι γε μᾶλλον αἱ ἄτομοι καὶ μερικαὶ ποιότητες 〈ἂν εἶεν〉. ἥ τε γὰρ ἄτομος γραμματικὴ 〈οἷον〉 ἡ Ἀριστάρχου καὶ ἡ ἄτομος μουσικὴ οἷον ἡ Ἀριστοξένου καὶ ἡ ἄτομος ἰατρικὴ οἷον ἡ Ἱπποκράτους ποιότητες ἂν εἶεν καὶ οὐδαμῶς τῶν πρός τι· 〈οἱ γὰρ κατ’〉 αὐτὰς ποιοὶ ἀπ’ αὐτῶν λέγονται. ποιότητες δὲ ἦσαν, καθ’ ἃς οἱ ποιοὶ παρονομάζονται 〈ἢ ὁπωσοῦν〉 ἄλλως λέγονται ἀπ’ αὐτῶν. εἰ δέ τις αὐτὰς τῶν πρός τι εἶναί φησιν,................... πρός τι εἶναι ἀλλὰ πρὸς τὸ γένος αὐτῶν. ἡ γὰρ γραμματικὴ ἐλέγετό τινος ἐπιστήμη, ἀλλ’ οὐχὶ [ἡ γραμματικὴ] ἡ Ἀριστάρχου γραμματική. ἀλλ’ εἰ οὕτως ἐρεῖ καὶ ἀντιστρέψει, καὶ εἴποι Ἀρίσταρχος γραμματικῆς Ἀρίσταρχος, 〈ὅπερ ἄτοπον2〉. φημὶ τοίνυν ὅτι τὸ μὲν γένος τοῦτ’ ἔστι τὴν ἐπιστήμην τῶν πρός τι εἶναι· ἔστιν γὰρ ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· τὸ δὲ καθ’ ἕκαστον τοῦτ’ ἔστι τὴν γραμματικὴν Ἀριστάρχου οὐκ ἔτι τῶν πρός τι εἶναι, ἀλλὰ ποιότητος, ἐπειδὴ καὶ ὁ Ἀρίσταρχος καὶ ἕκαστος τῶν ἑκάστην ἐχόντων τῶν ἄλλων ἐπιστημῶν οὐκ ἀπὸ τῆς γενικῆς ἐπιστήμης εἰσὶ παρωνομασμένοι, ἀλλ’ ἐκ τῆς καθ’ ἕκαστα, Ἀρίσταρχος μὲν ἀπὸ τῆς ἑαυτοῦ γραμματικῆς, Ἀριστόξενος δὲ ἀπὸ τῆς ἑαυτοῦ μουσικῆς, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἀπὸ τῶν οἰκείων ἐπιστημῶν, αἳ τῶν καθ’ ἕκαστά εἰσιν.

提问者:他所说的是哪两个方案?回答者:其一在于,……与个别者之间有着巨大的差别;因为知识是属,语法学是种,而阿里斯塔库斯的语法学更是一个个体。因此,超越于所有具体种的知识和个别知识之上的普遍知识与状态,被说成属于关系者;而具体种的知识,乃至更为个体和个别的知识,则应当是诸性质。因为个体的语法学(例如阿里斯塔库斯的语法学)、个体的音乐(例如阿里斯托克塞诺斯的音乐)以及个体的医学(例如希波克拉底的医学),都应当是诸性质,而决不属于关系者;因为依它们而成立的具性质者乃是由它们得名的。而性质正是具性质者依之获得同源派生名称、或无论如何依之得名而被言说的东西。但如果有人主张它们属于关系者,……属于关系者,而是相对于它们的属而言的。因为语法学曾被说成是某物的知识,但阿里斯塔库斯的语法学却并非如此。可是如果他这样说并进行换位,他甚至会说阿里斯塔库斯是语法学的阿里斯塔库斯,这荒谬至极。因此我认为,属(即知识)属于关系者(因为它是可知者的知识,而可知者是由知识所认知的);但个别者(即阿里斯塔库斯的语法学)则不再属于关系者,而是属于性质,因为阿里斯塔库斯以及拥有其他各项知识的每个人,都不是由属的知识同源派生得名的,而是由个别的知识得名的——阿里斯塔库斯得名于他自己的语法学,阿里斯托克塞诺斯得名于他自己的音乐,其余的人同样得名于属于个别者的各自固有的知识。

§3.6.66

Ἐ. Ἀλλὰ μίαν μὲν ταύτην ἀποδέδωκας λύσιν· ἔφης δὲ εἶναι δύο· ὥστε λέγε καὶ τὴν ἑτέραν. Ἀ. Φημὶ τοίνυν ὡς εἰ μή τις ταύτην προσίεται, ἀλλ’ ἐκείνην γε λαμβανέτω, ὅτι οὐδὲν κωλύει ἐν δυσὶ κατηγορίαις τὸ αὐτὸ τετάχθαι. οὐ γὰρ τοῦτο ἄτοπον, ἀλλ’ εἰ κατὰ τὸ αὐτὸ † καὶ εἰ αὐτό τι εἰς δύο γένη κατηγοριῶν διάφορα ἀναφέροιτο καὶ μὴ ὑπάλληλα, ἐπειδὴ κατὰ ἄλλο καὶ ἄλλο σημαινόμενον οὐδεμία ἐστὶν ἀτοπία. ἐπεὶ καὶ ὁ Σωκράτης πολλὰ ἐπιδειχθήσεται πεπονθώς· καθὸ μὲν γὰρ ἄνθρωπος οὐσία ἐστί, καθὸ δὲ τρίπηχυς, εἰ τύχοι, ποσόν,3 καθὸ δὲ πατὴρ ἢ υἱὸς τῶν πρός τι, καθὸ δὲ σώφρων ποιός, καὶ οὕτως εἰς τὰς ἄλλας κατηγορίας κατά τινας διαφορὰς ἀνάγεται. εἰ οὖν ἓν ὢν εὑρίσκεται ὁ Σωκράτης κατ’ ἄλλο καὶ ἄλλο, τί ἄτοπον, εἰ καὶ ἡ ἕξις κατ’ ἄλλο μὲν ἂν ῥηθείη πρός τι, κατ’ ἄλλο δὲ ποιότης;

提问者:但这只是你给出的一个解决方案;你说过有两个,那么请把另一个也说出来吧。回答者:因此我说,如果有人不接受这个方案,那么至少请采纳那一个:没有任何东西妨碍同一事物被置于两个范畴之中。因为这本身并不荒谬;只有在依据同一方面,且同一个事物被归入范畴中两个不同的、互不隶属的属时,才会是荒谬的,因为若依据不同含义,则完全没有任何荒谬之处。因为苏格拉底也将被表明承受了许多规定:就其作为人而言,他是实体;就其若凑巧是三肘长而言,他是数量;就其作为父亲或儿子而言,属于关系者;就其作为节制者而言,是具性质者;并且以这种方式依据某些区分被归入其余各个范畴。那么,如果苏格拉底作为一个单一者,依据不同的方面被发现处于各个范畴中,那么状态在某一方面被说成关系者、而在另一方面被说成性质,又有什么荒谬呢?

语法注3 条
  1. 3.6.64τῶν γὰρ ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί

    引用了《范畴篇》第3章(1b16)的公理。属格短语 τῶν ἑτερογενῶν... 为所有属格或涉及属格,意为“凡属不同属且不相互隶属者,其属差在种上也是有别的”。主语是 αἱ διαφοραί,述语形容词是 ἕτεραι τῷ εἴδει(“在种上有别”),系动词 εἰσίν 省略。

  2. 3.6.65ἀλλ’ εἰ οὕτως ἐρεῖ καὶ ἀντιστρέψει, καὶ εἴποι Ἀρίσταρχος γραμματικῆς Ἀρίσταρχος, 〈ὅπερ ἄτοπον〉

    假定荒谬结果的条件句结构。从直陈式(ἐρεῖ, ἀντιστρέψει)转入祈愿式(εἴποι)。这是关于关系者换位(ἀντιστροφή)的论证:如果个别的语法学也是关系者,那么换位之后就不得不说“阿里斯塔库斯是语法学的阿里斯塔库斯”,这显然是荒谬的(ὅπερ ἄτοπον)。

  3. 3.6.66καθὸ μὲν γὰρ ἄνθρωπος οὐσία ἐστί, καθὸ δὲ τρίπηχυς, εἰ τύχοι, ποσόν

    关系副词 καθό 表示“就……而言”或“在……限度内”,用于限定考察的视角或规定性。通过连续的 μέν... δέ 对应结构,表明同一个主体苏格拉底根据不同方面(作为人、作为三肘长、作为父子等)可以分别归属于不同的范畴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:139.17-141.4