- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:137.23-139.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利梳理了关于性质及其派生物是否容纳较多与较少(程度差异)的诸派观点(柏拉图学派、斯多亚学派、亚里士多德提及的第三种观点以及关于非质料性质的第四种观点),并阐释了依据是否容纳述词定义这一亚里士多德式的判别标准。
Ἐ. Σαφέστερον εἰπὲ καὶ εὐκρινέστερον, εἰ ἐπιδέχονται αἱ ποιότητες καὶ οἱ ἀπ’ αὐτῶν ποιοὶ τὸ μᾶλλον καὶ ἧττον. Ἀ. Καὶ πῶς ἂν γένοιτο σαφῶς τι περὶ τούτων εἰπεῖν, ὅπου γε πλείονες γεγόνασιν αἱρέσεις περὶ τούτων. οἱ μὲν γὰρ τάς τε ἕξεις τῶν ὑλῶν πάσας καὶ τοὺς ποιοὺς ἐπίτασιν καὶ ἄνεσιν λαμ〈βάνειν〉 ἐτίθεσαν, ὡς ἂν καὶ αὐτῆς τῆς ὕλης τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι 〈ἐπιδεχο〉μένης.1 ταύτης δὲ τῆς δόξης ἦσάν τινες τῶν Πλατωνικῶν. οἱ δὲ τινὰς μὲν ἕξεις καὶ τοὺς κατὰ ταύτας ποιοὺς..... ὑπελάμβανον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ὡς 〈τὰς ἀρετὰς καὶ〉 τοὺς κατὰ ταύτας 〈ποιούς, τινὰς δὲ ἕξεις〉 καὶ ποιοὺς ἐπιδέχεσθαι ἐπίτασιν καὶ ἄνεσιν, ὡς πάσας 〈τὰς μέσας〉 τέχνας καὶ τὰς μέσας ποιότητας καὶ τοὺς κατὰ ταύτας ποιούς. ἧς γεγόνασι δόξης οἱ ἀπὸ τῆς Στοᾶς. τρίτη γέγονεν, ἧς καὶ ὁ Ἀριστοτέλης μέμνηται, ἣ τὰς μὲν ἕξεις ἀνεπιτάτους καὶ ἀνανέτους ὑπελάμβανεν εἶναι, τοὺς δὲ κατ’ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐ πάντας μέντοι.
提问者:请更清楚、更分明地说明,性质以及由它们而来的具性质者是否容纳较多与较少。 回答者:在关于这些问题已经出现多种派别的情况下,人们又怎能对此清楚地说明什么呢?因为有些人主张,质料的一切状态以及具性质者都接受增强与减弱,似乎质料本身也容纳较多与较少。持这种看法的有柏拉图学派的某些人。另一些人则认为,某些状态以及依此成立的具性质者不容纳较多与较少,例如诸德性以及依此成立的具性质者;但某些状态与具性质者确实容纳增强与减弱,例如一切中介技艺、中介性质以及依此成立的具性质者。斯多亚学派的人就持这种看法。第三种观点也随之产生,亚里士多德也提到了它,这种观点认为状态本身是不可增强也不可减弱的,但依它们而成立的具性质者则容纳较多与较少,尽管并非全都如此。
Ἐ. Πῶς οὖν ταύτης φὴς τὸν Ἀριστοτέλη μνήμην ποιεῖσθαι τῆς αἱρέσεως; Ἀ. Φημὶ ὅταν λέγῃ· ἔνιοι δὲ ἀμφισβητοῦσιν δικαιοσύνην μὲν δικαιοσύνης οὐ πάνυ τι συγχωροῦντες μᾶλλον καὶ ἧττον λέγεσθαι2 οὐδὲ μὴν ὑγείαν ὑγείας, ἧττον μέντοι ἕτερον ἑτέρου ὑγείαν λέγοντες ἔχειν, καὶ δικαιότερον καὶ ὑγιεινότερον. καὶ τρίγωνον μέντοι καὶ τετράγωνον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν. τὰ μὲν γὰρ ἐπιδεχόμενα τὸν τοῦ τριγώνου λόγον καὶ τὸν τοῦ κύκλου λόγον πάντα ὁμοίως τρίγωνα καὶ κύκλοι εἰσίν. τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν ἕτερον ἑτέρου μᾶλλον ῥηθήσεται· οὐθὲν γὰρ μᾶλλον τὸ τετράγωνον τοῦ ἑτερομήκους κύκλος ἐστίν· οὐδέτερον γὰρ ἐπιδέχεται τὸν τοῦ κύκλου λόγον.
提问者:那么你如何断言亚里士多德提及了这一学派? 回答者:我是指当他说:“有些人对此提出异议,决不赞同正义比起正义、健康比起健康可以说是有较多或较少,然而却说一人比另一人较少地拥有健康,并且是更公正或更健康的。而且三角形和正方形也不容纳较多,其他任何形状也是如此。因为凡是容纳三角形的定义和圆的定义的事物,全都是同样的三角形和圆;而在不容纳的事物中,没有任何一个会被说成比另一个更是如此;因为正方形并不比长方形更是圆,毕竟两者都不容纳圆的定义。”
Ἐ. Ἆρα οὖν καὶ τετάρτην τινὰ ἱστορήσειας δόξαν περὶ τῆς ἐν τοῖς ποιοῖς καὶ ταῖς ποιότησιν ἐπιτάσεως καὶ ἀνέσεως; Ἀ. Ναί.
提问者:那么关于在具性质者和诸性质中的增强与减弱,你能否也叙述第四种观点呢? 回答者:可以。
Ἐ. Καὶ τίς αὕτη; Ἀ. Ἦν γάρ τις ἣ τὰς μὲν ἀύλους καὶ καθ’ αὑτὰς ποιότητας μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἔλεγεν, τὰς δὲ ἐνύλους πάσας καὶ τοὺς κατ’ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι.
提问者:这是什么观点? 回答者:因为曾有一种观点主张,非质料的、自存的诸性质不容纳较多与较少,而一切质料的性质以及依其成立的具性质者则容纳。
Ἐ. Καὶ ὀρθῶς γέ σοι ἐδόκουν οὗτοι λέγειν; Ἀ. Οὐδαμῶς.
提问者:在你看来这些人说得正确吗? 回答者:绝非如此。
Ἐ. Διὰ τί; Ἀ. Ὅτι αἱ ἄϋλοι ποιότητες καὶ καθ’ αὑτὰς ὑφεστηκυῖαι οὐκ εἰσὶ ποιότητες ἀλλ’ οὐσίαι, καὶ διὰ τοῦτο ἐπίτασιν οὐκ ἐπιδέχονται, διότι οὐδὲ αἱ ἄλλαι οὐσίαι.
提问者:为什么? 回答者:因为非质料的、自立存在的诸性质不是性质而是实体;它们之所以不容纳增强,是因为其他诸实体也不容纳。
Ἐ. Ποῖον οὖν ὁ Ἀριστοτέλης καθόλου δέδωκεν θεώρημα εἰς τὸ εὑρίσκειν, 〈τίνα οὐκ ἂν〉 ἐπιδέχοιτο τὸ μᾶλλον καὶ τὸ ἧττον τῶν σχημάτων καὶ τίνα οἷά τ’ ἂν ἐπιδέχεσθαι; Ἀ. 〈Ἀποδείκνυσιν〉 ὅτι ὅσα μὲν οὐκ ἐπιδέχεται τὸν τοῦ προκειμένου λόγον,3 ταῦτα οὐ δύναται λέγεσθαι μᾶλλον καὶ ἧττον· οἷον τὸ τρίγωνον οὐκ ἐπιδέχεται τὸν τοῦ τετραγώνου λόγον οὐδὲ τὸ τετράγωνον τοῦ κύκλου, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐν αὐτοῖς τὸ μᾶλλον καὶ τὸ ἧττον. τὸ μέντοι λευκὸν ἱμάτιον καὶ ἡ χιὼν καὶ πολλὰ λευκὰ ἐπιδέχεται 〈τὸν τοῦ λευκοῦ λόγον〉· ἐν τούτοις οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον.
提问者:那么亚里士多德提出了什么样的普遍定理,以便发现诸形状中哪些不能容纳较多与较少,哪些能够容纳呢? 回答者:他证明:凡是不容纳所讨论之物的定义者,都不能被说成有较多与较少;例如三角形不容纳正方形的定义,正方形也不容纳圆的定义,因此在它们之中不存在较多与较少。然而白斗篷、雪以及许多白的事物却容纳白者的定义;因此在这些事物中存在较多与较少。
Ἐ. Ἆρα οὖν πάντα τὰ τὸν αὐτὸν λόγον ἐπιδεχόμενα ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον; Ἀ. Οὐδαμῶς· ἐπιδέχονται μὲν γὰρ ἅπαντες οἱ κατὰ μέρος ἄνθρωποι τὸν τοῦ ἀνθρώπου λόγον, ἄνθρωπος δὲ ἀνθρώπου μᾶλλον καὶ ἧττον οὐκ ἔστιν ἄνθρωπος. τὸ δὲ μὴ ἐπιδεχόμενον τὸν αὐτὸν λόγον ἀδύνατον τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι.4 πρὸς γὰρ 〈τὰ ἐν τῷ αὐτῷ λόγῳ〉 καὶ αἱ συγκρίσεις αἱ κατὰ τὸ μᾶλλον καὶ ἧττον, οὐ πρὸς τὰ ἐκ〈βεβηκότα τὸν αὐτὸν λόγον〉.
提问者:那么凡是容纳同一定义的事物,都容纳较多与较少吗? 回答者:绝非如此;因为所有个别的具体人都容纳人的定义,但一个人决不比另一个人更是人或更不是人。然而不容纳同一定义的事物,则绝不可能容纳较多与较少。因为依照较多与较少而作的比较,乃是相对于同一定义之中的事物而言的,而不是相对于脱离了同一定义的事物而言的。
- 3.6.55ὡς ἂν καὶ αὐτῆς τῆς ὕλης τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι ἐπιδεχομένης
ὡς ἄν 引导属格绝对结构(αὐτῆς τῆς ὕλης ... ἐπιδεχομένης),表示柏拉图派所持有的主观理由或设定(仿佛质料自身也容纳程度的多与少)。不定词 εἶναι 作 ἐπιδεχομένης 的补足语。
- 3.6.56δικαιοσύνην μὲν δικαιοσύνης οὐ πάνυ τι συγχωροῦντες μᾶλλον καὶ ἧττον λέγεσθαι
引用亚里士多德《范畴篇》10b26–28。分词 συγχωροῦντες 与主语 ἔνιοι 一致,支配宾格加不定词结构(δικαιοσύνην ... λέγεσθαι)。比较属格 δικαιοσύνης 依附于比较级副词 μᾶλλον καὶ ἧττον(“正义比起正义更被言说”)。
- 3.6.61τὸν τοῦ προκειμένου λόγον
中性现在分词 τοῦ προκειμένου 实词化,指“所讨论的主题”或“所提出的述词”。整句意为“所设定之概念的定义”,在后文具体对应形状(三角形、正方形、圆)或性质(白)的定义。
- 3.6.62τὸ δὲ μὴ ἐπιδεχόμενον τὸν αὐτὸν λόγον ἀδύνατον τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι
句首的中性单数分词短语 τὸ δὲ μὴ ἐπιδεχόμενον τὸν αὐτὸν λόγον 用作非人称谓语 ἀδύνατον [ἐστί] 所支配的不定词 ἐπιδέχεσθαι 的宾格主语(或充当前置主题宾格):“不容纳同一定义者要容纳较多与较少是不可能的”。
