← 波菲利

亚里士多德《范畴篇》释义

§141.6-142.14

其余六个范畴的特性与简论

回答者讨论了亚里士多德仅作简要处理的其余六个范畴(主动、被动、处于、何时、何处、具有),阐明了主动与被动的特征(对立性与程度)、位置与处于的范畴区分,以及“何时”与“何处”相对于基底数量的派生属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.1

Ἐ. Ἀλλὰ τέτταρας μὲν ἤδη κατηγορίας διελήλυθεν, αἵπερ ἐδόκουν ἀπορίας δεῖσθαι πλείονος, αἱ λοιπαὶ δὲ τίνες εἰσίν; Ἀ. Ἡ περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἥ τε τοῦ κεῖσθαι καὶ ἡ τοῦ ποτὲ καὶ ἡ τοῦ ποῦ καὶ ἡ τοῦ ἔχειν.

提问者:那么,他已经讨论完了四个范畴,这些范畴似乎需要更多的疑难探讨;但其余的范畴是哪些呢? 回答者:关于主动与被动的范畴、处于的范畴、何时的范畴、何处的范畴,以及具有的范畴。

§3.7.2

Ἐ. Τί οὖν; αἱ ἓξ αὗται οὐκ ἐπιδέχονται λόγους; Ἀ. Καὶ αὗται πολλοὺς ἐπιδέχονται μέν, ἀλλὰ πρὸς ἀρχομένους μανθάνειν ἄρτι ἀπόχρη τὸ εἰδέναι, ὅσα 〈ἐν ἀρχῇ〉 ποιεῖ, ἵνα ἔχωσιν ἕκαστον τῶν ἁπλῶν εἰς ταύτας ἀνάγειν,1 ἐπεὶ περί γε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἱκανῶς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἐπραγματεύσατο, περὶ δὲ τοῦ ποτέ, ὅπερ χρόνον σημαίνει, καὶ περὶ τοῦ ποῦ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἔνθα περὶ τόπου καὶ χρόνου ἐπραγματεύσατο, καὶ περὶ πασῶν δὲ τούτων ἐν τοῖς Μετὰ τὰ φυσικά. νυνὶ δὲ δήλου ὄντος ὅτι τὸ μὲν ποιεῖν καὶ τὸ καίειν ἐνέργειαν δηλοῖ, τὸ δὲ θερμαίνεσθαι καὶ ψύχεσθαι πάθος, φησὶν ὅτι καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τοῦ ἐναντίου ἐστὶν ἐπιδεκτικά. ἐναντίον γὰρ δήπου προφανῶς τὸ θερμαίνειν τοῦ ψύχειν καὶ τὸ θερμαίνεσθαι τοῦ ψύχεσθαι καὶ τὸ ἥδεσθαι τοῦ λυπεῖσθαι.

提问者:那么,这六个范畴难道容纳不下论述吗? 回答者:这些范畴固然也容纳许多论述,但对于刚开始学习的人来说,只要知道他在开篇所给出的那些内容就足够了,以便他们能够将各个单纯语词归入这些范畴中。因为关于主动与被动,他在《论生成与消灭》中已有充分论述;关于“何时”(它意指时间)以及“何处”,他在讨论了处所与时间的《物理学》中已有论述;而关于所有这些,他在《形而上学》中也已有论述。眼下既然很显然主动和燃烧表明一种活动,而被加热和被冷却表明一种承受,他就说主动与被动都能够容纳对立者。因为加热显然是冷却的对立面,被加热是被冷却的对立面,感到快乐是感到痛苦的对立面。

§3.7.3

Ἐ. Μόνη οὖν ἐναντιότης αὐτοῖς παρακολουθεῖ; Ἀ. Οὐ μόνη ἀλλὰ καὶ τὸ μᾶλλον καὶ ἧττον· λέγομεν γὰρ μᾶλλον θερμαίνειν καὶ ἧττον, ὁμοίως δὲ καὶ θερμαίνεσθαι μᾶλλον καὶ ἧττον καὶ λυπεῖν καὶ λυπεῖσθαι, ὡς εἶναι καὶ ποιεῖν ἧττον καὶ μᾶλλον καὶ πάσχειν ὁμοίως.

提问者:那么,仅仅是对立性伴随着它们吗? 回答者:不仅如此,还有程度的更大与更小。因为我们说加热得更多和更少,同样也说被加热得更多和更少,使之痛苦和感到痛苦也是如此,以至于主动也有更少和更多,被动同样如此。

§3.7.4

Ἐ. Τοσαῦτα μὲν περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἴρηται ὑπὸ Ἀριστοτέλους. περὶ δὲ τοῦ κεῖσθαι τί ἂν εἴποις; Ἀ. Ὅτι ἡ μὲν θέσις τῶν πρός τι δέδεικται ἤδη, τὸ δὲ κεῖσθαι οὐκ ἔτι, ἀλλὰ παρώνυμον· ἄλλης γὰρ κατηγορίας, τῆς τοῦ κεῖσθαι.

提问者:亚里士多德关于主动与被动就说了这么多。但关于处于,你会怎么说呢? 回答者:位置已经被表明属于关系者,而处于则不再属于关系者,而是一个同源派生者;因为它属于另一个范畴,即处于的范畴。

§3.7.5

Ἐ. Σαφέστερον εἰπέ, ὅ τι ποτὲ λέγεις. Ἀ. Ἡ μὲν θέσις, ἐπεὶ τινός ἐστι θέσις, τῶν πρός τι ἂν εἴη· διὸ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινὲς οὖσαι πρός τι ἂν εἶεν καὶ αὗται. τὰ δὲ ἀπὸ τούτων παρωνύμως λεγόμενα οὐκ ἂν εἴη πρός τι, λέγω δὲ τό τε ἀνακεῖσθαι καὶ τὸ ἑστάναι καὶ τὸ καθῆσθαι· ταῦτα γὰρ οὐκ ἔστιν πρός τι (διὸ οὐδὲ θέσεις εἰσίν), ἀλλὰ ἀπὸ τῶν θέσεων παρωνύμως λεγόμενα. τοιαῦτα δὲ ὄντα καὶ ἐν ἑτέρῳ γένει ἐστίν, ἐν τῷ τοῦ κεῖσθαι.

提问者:请更清楚地说明你究竟是什么意思。 回答者:位置既然是某物的位置,就应当属于关系者;因此斜倚、站立和就座作为某些位置,它们自身也应当属于关系者。但从这些事物同源派生言说的东西则不应当属于关系者——我指的是处于斜倚、处于站立和处于就座;因为这些并不是关系者(因此它们也不是位置),而是从位置同源派生言说的。正因为它们是这样的,它们也就在另一个属中,即处于的属中。

§3.7.6

Ἐ. Ὑπολείπονται δὲ κατηγορίαι ἔτι τρεῖς· ἥ τε τοῦ ποτὲ καὶ ἡ τοῦ ποῦ καὶ ἡ τοῦ ἔχειν. καὶ ὅτι μὲν ὁ Ἀριστοτέλης οὐδὲν περὶ αὐτῶν εἴρηκεν, δῆλον· σὺ δὲ τί ἂν εἴποις περὶ τούτων; Ἀ. Τί ἄλλο ἢ ὅτι ὥσπερ τὸ πρός τι οὐκ ἔστι τῶν προηγουμένως θεωρουμένων πραγμάτων ἀλλὰ τῶν ἐπιγινομένων τούτοις, ὡς ἂν παραφυάδι ἐοικός, οὕτως ἐπὶ ὑποκειμένων τὸ ποσὸν καὶ τὸ ποιὸν ἐπισυνίσταται τὸ ποτὲ καὶ τὸ ποῦ.2 τόπου γὰρ καὶ χρόνου μὴ ὄντος, ἅπερ ἐστὶ ποσά, οὐδὲ τὸ ποῦ οὐδὲ τὸ ποτὲ ἂν εἴη. οὐ μέντοι ἐστὶν ὁ χρόνος ποτέ, οὔτε μὴν ὁ τόπος ποῦ, οὐδὲ τὸ ποῦ τόπος, 〈ἀλλὰ〉 προϋπάρχοντος τόπου, ἔπειτα δὲ....

提问者:但还剩下三个范畴:何时的范畴、何处的范畴和具有的范畴。亚里士多德对它们只字未提,这是显而易见的;但关于这些,你会怎么说呢? 回答者:除了说就像关系者不属于首要考察的事物、而是属于附加于这些事物之上的东西(好比旁逸的侧枝一样),同样在数量与性质作为基底存在的情况下,“何时”与“何处”便附加成立,还能说什么呢?因为若不存在作为数量的处所与时间,那么“何处”和“何时”也就不存在。然而时间并不是“何时”,处所也决不是“何处”,而“何处”也不是处所,而是在处所预先存在、然后……。

语法注2 条
  1. 3.7.2πρὸς ἀρχομένους μανθάνειν ἄρτι ἀπόχρη τὸ εἰδέναι, ὅσα 〈ἐν ἀρχῇ〉 ποιεῖ, ἵνα ἔχωσιν ἕκαστον τῶν ἁπλῶν εἰς ταύτας ἀνάγειν

    带冠词的不定式短语 τὸ εἰδέναι... 作非人称动词 ἀπόχρη 的主语,介词短语 πρὸς ἀρχομένους μανθάνειν ἄρτι(“对于刚刚开始学习的人来说”)表示所针对的对象。目的从句中的 ἔχωσιν 搭配不定式 ἀνάγειν 表示能力(“以便他们能够归入”)。

  2. 3.7.6ἐπὶ ὑποκειμένων τὸ ποσὸν καὶ τὸ ποιὸν ἐπισυνίσταται τὸ ποτὲ καὶ τὸ ποῦ

    短语 ἐπὶ ὑποκειμένων 相当于独立属格句结构,中性名词/短语 τὸ ποσὸν καὶ τὸ ποιόν 作为其逻辑主语,表示“在数量与性质作为基底存在的情况下”的条件或伴随状态。主句谓语动词为 ἐπισυνίσταται,其主语为 τὸ ποτὲ καὶ τὸ ποῦ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:141.6-142.14