← 波菲利

亚里士多德《范畴篇》释义

§135.31-137.22

性质中反对性的范围与程度的容纳

波菲利依据《范畴篇》第8章,阐明反对性既非性质特有的属性,亦非见于一切性质之中,论述了通过相反者推知未知事物所属范畴的探求方法,并考察了性质对“较大与较小”的容纳情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.45

Ἐ. Διὰ τί οὖν ἔφη καὶ ἐναντιότης, ἀλλ’ οὐχὶ ἁπλῶς ἄνευ τοῦ καὶ συνδέσμου ὅτι ὑπάρχει ἐναντιότης; Ἀ. Ὅτι καὶ ἄλλα ἔδειξε τῇ ποιότητι ὑπάρχοντα· πρὸς οὖν τοῖς 〈ἄλλοις〉 εἰδέναι φησὶ χρή, ὅτι καὶ ἐναντιότης αὐτῇ ὑπάρχει.

提问者:那么他为什么说“反对性也”,而不是不带连词“也”单纯说“存在反对性”呢? 回答者:因为他已经指明了属于性质的其他属性;因此他说,除了其他属性之外,还应当知道反对性也属于它。

§3.6.46

Ἐ. Ἆρα οὖν καὶ πάσῃ καὶ μόνῃ; Ἀ. Οὐδαμῶς· 〈ὅτι μόνῃ〉 μὲν γὰρ ἡ ἐναντιότης οὐχ ὑπάρχει, δῆλον ἐκ τοῦ καὶ τῇ τῶν πρός τι 〈προσεῖναι〉, οὐ πάσῃ δέ, ὅτι οὔτε τῇ κατὰ σχῆμα ποιότητι οὔτε τῷ ὠχρῷ ἢ τῷ 〈πυρρῷ ἢ τῷ μελαν〉ίζοντι ἤ τινι ἄλλῃ χροιᾷ ἐστί τι ἐναντίον τῶν μεταξύ, καίτοι τὸ μέλαν τῷ λευκῷ ἐναντίον· 〈ἄκρα γάρ〉· τοῖς δὲ μέσοις οὐδὲν ἐναντίον, ὡς εἴρηται.

提问者:那么它是属于一切性质且仅属于性质吗? 回答者:绝非如此;因为反对性并非仅属于性质,这从它也属于关系范畴即可看出;并非属于一切性质,是因为无论是依据形状的性质,还是萎黄、微红、微黑或中间者中的任何其他颜色,都没有任何与之相对者,尽管黑与白相对(因为它们是极端);但正如已经说过的,对于中间者没有任何与之相对者。

§3.6.47

Ἐ. Πῶς τῇ κατὰ σχῆμα ποιότητι οὐκ ἔστι τι ἐναντίον; Ἀ. Ὅτι μήτε τῷ τριγώνῳ ἐστί τι ἐναντίον μήτε τῷ τετραγώνῳ σχήματι ἤ τινι τῶν τοιούτων.

提问者:依据形状的性质怎么会没有任何与之相对者呢? 回答者:因为无论对于三角形、正方形,还是任何此类形状,都没有任何与之相对者。

§3.6.48

Ἐ. Ἆρα οὖν καὶ τοῖς ποιοῖς τοῖς κατὰ τὰς ἐπιδεχομένας ποιότητάς τις ἐναντίωσίς ἐστιν; Ἀ. Οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον * * * καὶ τὸ λευκὸν [καὶ] τῷ μέλανι ἐναντίον. Ἐ. Κἂν θάτερον ποιὸν ᾖ 〈τῶν ἐναντίων〉, ἆρά γε καὶ αὐτὸ ποιὸν ἔσται;1 Ἀ. Ναί.

提问者:那么,依照容纳反对性的性质而成立的具性质者之间,也存在某种反对性吗? 回答者:例如正义与不正义相对……白与黑相对。 提问者:而且如果相反者中的一方是具性质者,另一方本身也是具性质者吗? 回答者:是的。

§3.6.50

Ἐ. Πῶς; Ἀ. Εἰ γὰρ ἡ δικαιοσύνη ἐναντία τῇ ἀδικίᾳ ἐστὶ καὶ ἡ δικαιοσύνη ποιότης, καὶ ἡ ἀδικία πάντως ποιότης ἔσται.

提问者:如何体现? 回答者:因为如果正义与不正义相对,并且正义是一种性质,那么不正义也必定是一种性质。

§3.6.51

Ἐ. Διὰ τί οὖν ἔφη 〈εἰ〉 ἡ δικαιοσύνη ἐναντία τῇ ἀδικίᾳ καὶ οὐχὶ ἐπεὶ ἡ δικαιοσύνη ἐναντία τῇ ἀδικίᾳ; Ἀ. Ὅτι ἦσάν τινες οἳ τῇ δικαιοσύνῃ οὐκ ἐδίδοσαν ἐναντίαν εἶναι τὴν ἀδικίαν, ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν ἀνώνυμον εἶναι, τὴν δὲ ἀδικίαν στέρησιν εἶναι καὶ οὐχ ἕξιν· τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν, τὰς δὲ στερήσεις ἀρνητικῶς.2

提问者:那么他为什么说“如果正义与不正义相对”,而不是说“既然正义与不正义相对”呢? 回答者:因为有些人不承认不正义与正义相对,而是主张相反的状态是无名的,不正义是一种缺乏而非状态;因为他们认为状态必须肯定地称呼,而缺乏则必须否定地称呼。

§3.6.52

Ἐ. Ἆρα οὖν καλῶς διατάττονται οἱ τούτων 〈λόγοι〉; Ἀ. Οὐδαμῶς· καὶ γὰρ τὰς ἕξεις στερητικῶς προσαγορεύομεν πολλάκις, ὥσπερ τὴν τῇ σωφροσύνῃ ἐναντίαν ἕξιν ἀκολασίαν καὶ τὴν τῇ φρονήσει ἀφροσύνην καὶ τὴν τῇ ἐλευθεριότητι ἀνελευθεριότητα καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν καὶ τῇ ὁσιότητι ἀνοσιότητα, καὶ στερήσεις καταφατικῶς, ὡς τὴν τυφλότητα καὶ κωφότητα καὶ νωδότητα καὶ ὠχρότητα καταφατικῶς προφέρομεν στερήσεις οὔσας.

提问者:那么他们的论点组织得妥当吗? 回答者:绝非如此;因为我们常常以缺乏的方式称呼状态,正如我们将与节制相对的状态称为放纵,将与明智相对的称为不明智,将与慷慨相对的称为不慷慨,将与虔敬相对的称为不虔敬,将与神圣相对的称为不神圣;我们也肯定地称呼缺乏,例如我们将盲、聋、无齿与萎黄以肯定方式表达,尽管它们是缺乏。

§3.6.53

Ἐ. Ἐὰν ζητῶμεν, ἐν ποίῳ γένει................. ἑκάστην ἐν αἷς ἐστιν ἐναντίωσις, πῶς μεθοδεύσομεν τὴν ζητουμένην καὶ ἐν ποίῳ γένει 〈ἐστίν, εἰ〉σόμεθα; Ἀ. Ληψόμεθα τὸ ἀντικείμενον τοῦ ζητουμένου, ὅ ἐστι γνωριμώτερον, καὶ ἐὰν ληφθῇ ἐν ποίᾳ κατηγορίᾳ κατειλημμένον, εἰσόμεθα ὅτι καὶ τούτου τὸ ἐναντίον ἐν τῇ αὐτῇ κατηγορίᾳ τακτέον ἐστίν. οἷον εἰ τὴν ἀδικίαν ζητοῖ τις ποίας ἐστὶ κατηγορίας, 〈ληπτέον〉 τὴν δικαιοσύνην· ἔστι δὲ ἡ δικαιοσύνη ποιότης· καὶ ἡ ἀδικία ἄρα ποιότης ἔσται. ὡσαύτως δὲ καὶ ἐὰν ζητῇ τις ἡ τυφλότης ποίας κατηγορίας ἐστίν, ληπτέον ἡ ὅρασις ποίας κατηγορίας ἐστίν· καὶ εἰ ποιότητος, καὶ ἡ τυφλότης ἐν αὐτῇ εἶναι λέγεται.

提问者:如果我们探究存在反对性的每一事物属于何种属……我们将如何有方法地追寻所探求之物,并知晓它属于何种属呢? 回答者:我们将选取所探求之物的对立者,即更为已知的那一个;如果把握了它被包含在哪个范畴之中,我们便会知晓其相反者也必须被置于同一范畴中。例如,如果有人探究不正义属于何种范畴,就应当选取正义;而正义是一种性质;因此不正义也必然是一种性质。同样地,如果有人探究盲属于何种范畴,就应当选取视觉属于何种范畴;如果视觉属于性质,那么盲也被认为属于性质。

§3.6.54

Ἐ. Ἐπεὶ δὲ καὶ περὶ τοῦ μᾶλλον 〈καὶ τοῦ ἧττον〉 ἐζητεῖτο 〈ἐν ταῖς〉 φθασάσαις κατηγορίαις εἰ ἐπιδέχονται, φήσομεν ἐπὶ τῆς ποιότητος ἆρά γε ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον; Ἀ. Ἐπιδέχεται μέν, ἀλλ’ οὔτε μόνη (ἐπεδέχετο γὰρ καὶ τὸ πρός τι), οὔτε πᾶσα (〈τριγω〉νότης γὰρ μᾶλλον καὶ ἧττον οὐκ ἂν γένοιτο οὐδὲ κύκλος μᾶλλον καὶ ἧττον οὐδὲ ἡ τελεία ἀρετὴ οὐδὲ τελεία τέχνη)· πολλαὶ δὲ ἄλλαι ποιότητες ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται.

提问者:既然在先前的诸范畴中也探究了它们是否容纳程度的较大与较小,那么在性质上我们是否也要问:它是否容纳程度的较大与较小呢? 回答者:它固然容纳,但既非唯独它容纳(因为关系范畴也容纳),也非全盘容纳(因为三角形性不可能有较大或较小,圆不可能有较大或较小,完满的德性或完满的技艺也不可能有较大或较小);但许多其他性质确实容纳程度的较大与较小;因为一个白的事物被说成比另一个更白或不那么白。

语法注2 条
  1. 3.6.48Κἂν θάτερον ποιὸν ᾖ 〈τῶν ἐναντίων〉, ἆρά γε καὶ αὐτὸ ποιὸν ἔσται;

    该句跨越了 §3.6.48 末尾与 §3.6.49 开头。条件从句 κἄν(即 καὶ ἐάν)以 θάτερον τῶν ἐναντίων 为主语(“即使相反者中的一方是具性质者”),主句则为 ἆρά γε καὶ αὐτὸ ποιὸν ἔσται(“另一方自身也将是具性质者吗?”),其中 αὐτό 与 θάτερον 相对照,指称对立的另一方。

  2. 3.6.51τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν, τὰς δὲ στερήσεις ἀρνητικῶς.

    由前文 ἦσάν τινες οἳ...(“有些人主张……”)所统摄的间接引语不定式结构。尽管是由 γάρ 引导的解释原因从句,但为了延续转述这些人的观点,使用了不定式 δεῖν 而非定式动词 δεῖ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:135.31-137.22