- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:134.13-135.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利论证了稀疏、致密、光滑与粗糙是位置的种而属于关系范畴而非性质,讨论了性质的四分法并非穷尽,解释了具性质者派生得名中语言习惯的不规则性,并指出了性质具有反对性。
Ἐ. Ἀλλὰ τί ἐκ τῶν ὅρων τούτων συνάγεις; Ἀ. Τί δὲ ἄλλο ἢ ὅτι θέσεών εἰσιν εἴδη ἡ μανότης καὶ ἡ πυκνότης καὶ ἡ λειότης καὶ ἡ τραχύτης.
提问者:但是你从这些定义中得出了什么结论呢?回答者:除了稀疏、致密、光滑与粗糙是位置的诸种之外,还能得出什么呢?
Ἐ. Καὶ τί τοῦτο πρὸς τὸ μὴ ποιότητας εἶναι παρίστησιν; Ἀ. Ὅτι τὴν θέσιν τῆς τοῦ πρός τι κατηγορίας ἀπέδειξεν, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ λεῖον καὶ τὸ τραχὺ θέσεις τινές εἰσιν, τῆς τοῦ πρός τι κατηγορίας εἴη καὶ ταῦτ’ ἂν καὶ οὐ τοῦ ποιοῦ.1
提问者:而这一点对于证明它们不是性质说明了什么呢?回答者:说明了因为他已经证明位置属于关系的范畴,而稀疏的、致密的、光滑的与粗糙的是某些位置,所以这些也会属于关系的范畴,而不属于性质[的范畴]。
Ἐ. Ἆρα οὖν μόνα ταῦτ’ ἔστι τὰ εἰρημένα τέσσαρα εἴδη τῆς ποιότητος; Ἀ. Ἴσως.
提问者:那么,上述这四种是性质仅有的种吗?回答者:也许吧。
Ἐ. Διὰ τί ἔφης ἴσως; Ἀ. Ὅτι καὶ ὁ Ἀριστοτέλης ἔφη· ἴσως οὖν καὶ ἄλλος τρόπος φανείη ἂν ποιότητος.
提问者:你为什么说“也许”?回答者:因为亚里士多德也说过:“也许性质的另一种方式也可能显现出来。”
Ἐ. Ποῦ οὖν τοίνυν περὶ τούτου ἐζήτησεν; Ἀ. Ἐν τοῖς Μετὰ τὰ φυσικά.
提问者:那么,他究竟在何处探究了此事?回答者:在《形而上学》中。
Ἐ. Διὰ τί οὖν ἐνταῦθα εἴασεν τὴν ἀκριβῆ ζήτησιν; Ἀ. Ὅτι πρὸς εἰσαγωγικοὺς ἔγραψε τὴν τῶν Κατηγοριῶν στοιχείωσιν, πρὸς δὲ τοὺς ἤδη τελείους 〈τὰ〉 Μετὰ τὰ φυσικά.
提问者:那么,他为什么在这里放弃了精确的探究?回答者:因为他为初学者撰写了《范畴篇》的基础教程,而将《形而上学》写给已经成熟进阶的人。
Ἐ. Ἀλλὰ διὰ τί ἔφη ποιότητες μὲν οὖν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἀπ’ αὐτῶν; διὰ τί γὰρ οὐκ ἔφη ποιὰ δὲ 〈εἶναι〉 τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα, προσέθηκεν 〈δὲ ἢ ὁπωσοῦν〉 ἀπ’ αὐτῶν; Ἀ. Ὅτι ἡ συνήθεια ἀνώμαλος.
提问者:但他为什么说“上述各项是性质,而具性质者是依照这些被派生得名、或无论以何种方式由它们而来之物”呢?他为什么不仅说具性质者是依照这些被派生得名之物,却补充了“或无论以何种方式由它们而来”呢?回答者:因为语言习惯是不规则的。
Ἐ. Πῶς καὶ τίνα τρόπον; Ἀ. Ἐφ’ ὧν μὲν γὰρ καὶ ἡ ποιότης καὶ τὸ ποιὸν ἀμφότερα ὠνόμασται, οἷον γραμματικὴ μὲν ἡ ποιότης, γραμματικὸς δὲ ὁ ποιός, ἀμφότερα ὠνόμασται ταῦτα. 〈ἐπὶ ἐνίων δὲ ὅτι〉 μόνον ὠνόμασται 〈θάτερον〉, τὸ ποιόν, ἀλλ’ οὐχὶ καὶ ἡ ποιότης, ἢ ἡ ποιότης μέν, οὐχὶ δὲ καὶ τὸ ποιόν, ἐπὶ τοῦ δευτέρου εἴδους ἐλέγετο τῆς ποιότητος· αὐταῖς μὲν γὰρ ταῖς φυσικαῖς ἐπιτηδειότησιν 〈οὐκ〉 εἰσὶν ὀνόματα, πυκτικὸς δὲ λέγεται καὶ δρομικὸς καὶ ὑγιεινὸς οὐκ ἀφ’ ἧς ἤδη ἔχει ποιότητος ἀλλ’ ἀφ’ ἧς ἕξει· ἀπὸ μὲν γὰρ τῆς πυκτικῆς ἐπιστήμης λέγονται οἱ πύκται καὶ ἀπὸ τῆς παλαιστικῆς οἱ παλαισταί, ἀπὸ δὲ τῶν δυνάμεων οὐ παρονομάζονται οἱ πυκτικοὶ καὶ οἱ παλαιστικοὶ ἀλλὰ τῷ ἔχειν ἐπιτηδειότητα τοῦ δέχεσθαι τὰς ἐπιστήμας, ὥστε τὴν προσηγορίαν ἔχειν αὐτοὺς κατὰ τῆς ἐλπίδος·2 ἐπειδὴ γὰρ ἐλπίζοντες ἔσεσθαι τὴν ἐπιστήμην λαβόντες οἱ μὲν πύκται, οἱ δὲ παλαισταί〈εἰσιν〉, τοὺς μὲν πυκτικούς, τοὺς δὲ παλαιστικοὺς προσαγορεύομεν. τούτους μὲν οὖν ποιοὺς ὄντας οὕτω καλοῦμεν τῆς ποιότητος οὔσης ἀνωνύμου ἐπ’ αὐτῶν. ἐφ’ ὧν δὲ ἡ μὲν ποιότης ὠνόμασται, ἀπ’ αὐτῶν δὲ οἱ παρώνυμοι οὐκ ἔτι λέγονται·3 τῆς γὰρ ἀρίστης ἕξεως ἀρετῆς καλουμένης ὁ ἀπ’ αὐτῆς παρωνύμως οὐκ ἔτι λέγεται· οὔτε γὰρ ἀρεταῖος ἐν τῇ συνηθείᾳ εἴρηται οὔτε ἐνάρετος ῥηθείη ἄν (οὐδὲ γὰρ ἐγγράμματος ὁ ποιὸς ἀπὸ τῆς γραμματικῆς εἴρηται)· ἀλλ’ ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος λέγεται ἢ ἀγαθός. ἔτι δὲ ὁπωσοῦν καὶ τὰ τοιαῦτα λέγεται, ὡς ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος, 〈οὐδὲν〉 γὰρ λέγεται ἀπὸ τῆς δίκης δίκαιον, καὶ ἀπὸ τῆς σωφροσύνης σωφρόσυνον, ὡς ἀπὸ τῆς εὐφροσύνης εὐφρόσυνος. εὕροι δ’ ἄν τις καὶ ἐπὶ ἄλλων πλειόνων τῆς συνηθείας τὴν ἀνωμαλίαν.
提问者:如何不规则,以何种方式呢?回答者:因为在某些事物中,性质与具性质者两者都被命名了,例如语法知识是性质,语法学者是具性质者,这两者都被命名了。但在某些事物中,只有其中之一被命名,即具性质者被命名而性质并未被命名,或者性质被命名而具性质者并未被命名,这在性质的第二种中已经谈到过。因为自然潜能本身并没有名称,而被称为有拳击潜质的、善跑的与易健康的,不是依照其现已拥有的性质,而是依照其将要拥有的性质;因为拳击手是由拳击学知识而得名,摔跤手是由摔跤学知识而得名,但有拳击潜质者与有摔跤潜质者并不是从潜能派生得名,而是由于具有接受这些知识的潜质[而得名],以至于他们是根据期望获得其称谓的。因为他们是期望在获得知识后成为拳击手和摔跤手的人,所以我们称前者为有拳击潜质者,称后者为有摔跤潜质者。因此,尽管性质在他们身上是无名的,我们仍这样称呼这些具性质者。而在另一些事物中,性质虽然被命名了,但由它们派生得名者却不再如此称呼;因为最佳的状态被称为德性,但由它派生得名的人却不再如此称呼。因为在语言习惯中既不说“德性者”,也不能说“具德者”(正如由语法知识而来的具性质者也不被称为“具文字者”);而是从德性出发被称为“优秀者”或“善人”。此外,“无论以何种方式”也是指这类说法,例如从正义而来有正直者;因为既没有什么东西是从判决而来被称为正直的,也没有什么东西是如从欢欣而来称欢欣者那样从节制而来被称为“节制的”。人们在更多其他事物上也能发现语言习惯的不规则性。
Ἐ. Ἐπεὶ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις τὰ κοινὰ καὶ πρὸς ἄλλας καὶ τὰ ἴδια ἑκάστης ἐζήτησεν, ἆρά γε καὶ ἐνταῦθα πεποίηκεν τὸ ὅμοιον; Ἀ. Πεποίηκεν.
提问者:既然在其他范畴中他探究了与其他范畴共通之物以及各自所特有之物,那么他在这里也做了同样的事情吗?回答者:做了。
Ἐ. Πῶς; Ἀ. Φησὶ γὰρ ὅτι ὑπάρχει καὶ ἐναντιότης κατὰ τὸ ποιόν.
提问者:如何做的呢?回答者:因为他说依具性质者也存在着反对性。
- 3.6.36Ὅτι τὴν θέσιν τῆς τοῦ πρός τι κατηγορίας ἀπέδειξεν, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ λεῖον καὶ τὸ τραχὺ θέσεις τινές εἰσιν, τῆς τοῦ πρός τι κατηγορίας εἴη καὶ ταῦτ’ ἂν καὶ οὐ τοῦ ποιοῦ.
这是一个嵌套在 ὅτι 从句中的推论句结构。前半部分的“他已证明位置属于关系的范畴”(τὴν θέσιν τῆς τοῦ πρός τι κατηγορίας ἀπέδειξεν)与“稀疏的……是某种位置”作为两个前提,后半部分的 τῆς τοῦ πρός τι κατηγορίας εἴη καὶ ταῦτ’ ἂν καὶ οὐ τοῦ ποιοῦ 作为结论,指出它们亦属于关系范畴而非性质。τῆς ... κατηγορίας 为表所属的谓语性属格。
- 3.6.42ὥστε τὴν προσηγορίαν ἔχειν αὐτοὺς κατὰ τῆς ἐλπίδος
介词短语 κατὰ τῆς ἐλπίδος(接属格)通常易理解为“与期望相反”,但在此处上下文中明确表示“基于期望/依照期望”。紧随其后的解释性分句 ἐπειδὴ γὰρ ἐλπίζοντες...(“因为他们正是由于期望成为……”)为此提供了直接印证。
- 3.6.42ἐφ’ ὧν δὲ ἡ μὲν ποιότης ὠνόμασται, ἀπ’ αὐτῶν δὲ οἱ παρώνυμοι οὐκ ἔτι λέγονται
这是一个呼应式结构:对于关系从句 ἐφ’ ὧν ... ὠνόμασται,主句以带有承接连词 δέ 的 ἀπ’ αὐτῶν δὲ οἱ παρώνυμοι οὐκ ἔτι λέγονται 作出回应。ἐφ’ ὧν 引导限定情况的关系从句(“在……的情况下”),与前文的 ἐφ’ ὧν μὲν ... 及 ἐπὶ ἐνίων δὲ ... 构成对比并列。
