← 波菲利

亚里士多德《范畴篇》释义

§132.29-134.12

作为性质第四个种的形状与形态

讨论性质的第四个种(形状与形态),阐明几何图形为何作为性质而非量,区分实体性形式与外在形态,并解释为何直、曲等形状属于性质,而基于部分位置关系的稀疏、致密、光滑与粗糙则不属于性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.29

Ἐ. Πῶς οὖν τὸ σχῆμα ἐν ποιότητι ἔταξεν; Ἀ. Ὅτι οὐχ ἁπλῶς καθὸ τριῶν γραμμῶν ἀριθμὸς ποιεῖ σχῆμα, ἀλλ’ οὕτως πως τεθεισῶν πρὸς ἀλλήλας καὶ γωνιασθεισῶν πρὸς ἀλλήλας·1 ὅταν γὰρ γραμμαὶ ἀλλήλαις κατὰ γωνίας τρεῖς συναφθεῖσαι χωρίον τι ἀποτέμωσι καὶ περιλάβωσιν αὐτό πως καὶ κατ’ αὐτὰς αὐτὸ ἀποπερατώσωσιν, τρίγωνον γίνεται τὸ σχῆμα καὶ ἔστιν ποιότης, οὐ καθὸ τρεῖς ἔχει γωνίας, καθόσον δὲ μορφή τις φαίνεται ἐπὶ ταῖς τρισὶν γραμμαῖς καὶ ταῖς τρισὶ γωνίαις, ποιότης, οὐ κατὰ χρῶμα μὲν ὑφισταμένη πάντως, κατὰ δὲ τὸν τῆς ἐπιφανείας ποιὸν σχηματισμόν. οὕτω καὶ τῆς ὑποκειμένης ἐπιφανείας κυκλοειδῶς γεγονυίας φαίνεται κύκλος καὶ ἔστιν ποιότης ὁ κύκλος. καὶ τὸ τρίγωνον σχῆμα καὶ τὸ τετράγωνον καὶ τὰ ἄλλα πάντα τὰ γεωμετρικὰ εἰς ἕν τι εἶδος ποιότητος ἀνάγονται,....... καταριθμεῖται ὁ Ἀριστοτέλης ἐπὶ τέλει. καὶ ἡ γραμμὴ οὖν καθόσον μῆκος ἀπλατές, ποσότης ἂν εἴη, ἡ δὲ εὐθεῖα γραμμὴ καθόσον εὐθεῖα, ποιότης ἂν εἴη. καὶ ἡ ἐπιφάνεια δὲ καθόσον ἐπιφάνεια, ποσότης· μήκει γὰρ καὶ πλάτει ἡ ἐπιφάνεια ὁρίζεται, ἅ ἐστι τοῦ ποσοῦ. 〈ἡ δὲ〉 ἐπίπεδος ἐπιφάνεια καθὸ ἐπίπεδος, εἴη ἂν τοῦ ποιοῦ.

提问者:那么,他是如何将形状归入性质之中的呢?回答者:因为这并非单纯地由于三条线的数目构成了形状,而是由于它们以某种方式相互放置并相互成角;因为当诸线在三个角处相互连接并切出一个区域、以某种方式将其包围并依照自身将其限定时,该形状就成为三角形并且是性质——不是就其拥有三个角而言,而是就某种形态显现在这三条线和三个角之上而言,它是性质,绝非依颜色而成立,而是依照表面的某种特定的定型[而成立]。同样,当底层表面变为圆形时,一个圆便显现出来,而圆是性质。三角形、正方形以及所有其他几何形状都被归入性质的一个种,[……]正如亚里士多德在末尾所列举的那样。因此,线就其作为无宽之长而言会是量,但直线就其为直而言会是性质。表面就其作为表面而言也是量;因为表面由长与宽来定义,而长与宽属于量。然而平面就其为平而言,会属于性质。

§3.6.30

Ἐ. Ἀλλὰ 〈τί μὲν τὸ〉 σχῆμα καὶ πῶς ληφθὲν εἴη ἂν ποιότης, εἴρηκας· ἡ μορφὴ δὲ πῶς ποιότης, δεῖξον. Ἀ. Ἡ μορφὴ διχῶς λέγεται παρὰ τῷ Ἀριστοτέλει· καθ’ ἓν μὲν γὰρ σημαινόμενον τὰς οὐσιώδεις μορφὰς λέγει, καθ’ ἕτερον δὲ τὰ ἐπὶ τοῖς οὐσιώδεσιν εἴδεσιν ἐπιφαινόμενα καὶ κατὰ τὰς ἐπιφανείας τυπώματα, καθ’ ἃ καλά τε λέγομεν καὶ εὔμορφα τὰ εἴδη οὐδὲν ἐφαπτόμενοι τῶν οὐσιωδῶν. κατὰ τὰς τοιαύτας οὖν μορφὰς καὶ ἡ μορφὴ ποιότης ἂν εἴη τῷ σχήματι παραπλησίως.

提问者:但是,你已经说明了形状是什么以及在怎样理解时会是性质;那么请指明形态如何是性质。回答者:形态在亚里士多德那里有两种说法:依照一种含义,他是指实体性的形式;而依照另一种含义,则是指在实体性的种上显现出来的东西以及依表面而有的印记,依照这些,我们称诸种为美丽的与体态良好的,而丝毫不触及实体性的东西。因此,依照这样的形态,形态也会像形状一样是性质。

§3.6.31

Ἐ. Τίνας ἄλλας εἴρηκας ποιότητας; Ἀ. Εὐθύτητα καὶ καμπυλότητα προσθείς· καὶ εἴ τι τούτοις ὅμοιον.

提问者:你还提到了哪些其他性质?回答者:直与曲,并补充道:“以及任何与这些相似之物”。

§3.6.32

Ἐ. Τίνα οὖν ἄλλα τούτοις ὅμοια; Ἀ. Οἱονεί τινα ἑλικοειδῆ εἰσιν ἢ κωνοειδῆ ἢ φακοειδῆ καὶ εἴ τι τοιοῦτον ἔχει σχῆμα.

提问者:那么,与这些相似的其他事物是什么?回答者:例如螺旋形、圆锥形或透镜形之物,以及具有诸如此类形状之物。

§3.6.33

Ἐ. Πόθεν οὖν ὅτι ποιότητές εἰσιν αὗται; Ἀ. Ὅτι ἀπεδόθη μὲν λόγος τῆς ποιότητος, ὅτι τὰ παρωνομασμένα ἀπ’ αὐτῆς ἐστι ποιά· εἰ δὲ ἀπὸ τῶν ἐγκειμένων παρωνομασμένα ἐστὶ ποιά, εἴησαν ἂν ποιότητες, ἀφ’ ὧν παρωνόμασται ταῦτα.

提问者:那么,凭什么说这些是性质呢?回答者:因为性质的说明已被阐述为:由它派生得名之物是具性质者;如果从内在之物派生得名之物是具性质者,那么这些派生得名所由出的东西就会是性质。

§3.6.34

Ἐ. Ἀλλ’ εἰ τὰ παρώνυμα ἀπό τινων ὡς ποιὰ ποιότητας ἀποφαίνει ἐκείνας, ἀφ’ ὧν παρονομάζεται, ἀπὸ δὲ τῆς μανότητος παρωνόμασται τὸ μανὸν καὶ ἀπὸ τῆς πυκνότητος τὸ πυκνόν, ἀπὸ δὲ τῆς λειότητος τὸ λεῖον καὶ ἀπὸ τῆς τραχύτητος τὸ τραχύ, διὰ τί μὴ καὶ τὴν μανότητα καὶ πυκνότητα καὶ λειότητα καὶ τραχύτητα ποιότητας φήσομεν εἶναι; Ἀ. Ὅτι αἱ τοιαῦται τῶν ὑποκειμένων διαφοραὶ εἰ καί πως ἔχειν αὐτὰ παρέχουσιν, ἀλλ’ οὐχὶ κατὰ τὸ ποιὸν εἶναι τὴν προσηγορίαν παρέχουσιν, ἀλλὰ μᾶλλον τὸ κατὰ θέσιν τινὰ ἐπ’ αὐτῶν θεωρεῖσθαι τῶν μορίων.2 πυκνὰ μὲν γὰρ λέγεται τῷ τὰ μόρια σύνεγγυς ἀλλήλων κεῖσθαι, ὡς μηδὲν ἑτερογενὲς σῶμα μεταξὺ αὐτοῦ παρεμπίπτειν δύνασθαι, ὡς ἔχει ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ σιδήρου καὶ τῶν τοιούτων σωμάτων. μανὸν δὲ τῷ οὕτως αὐτοῦ διεστηκέναι τὰ μόρια, ὡς ἑτερογενὲς σῶμα δύνασθαι μεταξὺ αὐτῶν παρεμπίπτειν, οἷαί εἰσιν αἱ σπογγίαι καὶ οἱ κισήρεις καὶ τὸ ἔριον. καὶ λεῖον μέν ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου ἀλλήλοις σύγκειται οὕτως, ὡς μηδαμῶς τὸ ἕτερον ὑπερέχεσθαι ὑπὸ τοῦ ἑτέρου, τραχὺ δέ, οὗ τὰ μόρια οὕτως ἔχει θέσεως, ὡς ὑπερέχειν τε ἀλλήλων καὶ ὑπερέχεσθαι, ὡς ἔχει τοῦ πρίονος τὰ μόρια.

提问者:但是,如果从某些事物派生得名之物作为具性质者表明了那些派生所由出的事物是性质,而从稀疏派生得名出“稀疏的”,从致密派生得名出“致密的”,从光滑派生得名出“光滑的”,从粗糙派生得名出“粗糙的”,为什么我们不说稀疏、致密、光滑与粗糙也是性质呢?回答者:因为底层载体的这类差异,即便使它们处于某种状态,却并非依照具性质而提供其称谓,而是毋宁提供了依照诸部分的某种位置在它们之中被考察。因为致密之物之所以被称为致密,是由于其各部分紧密相邻放置,以至于没有任何异质物体能够侵入其间,正如在黄金、铁以及此类物体中所见的那样。而稀疏之物之所以被称为稀疏,是由于其各部分彼此分离,以至于异质物体能够侵入其间,正如海绵、浮石与羊毛那样。光滑之物则是其各部分彼此平齐地组合在一起,以至于一方绝不被另一方所超出;粗糙之物则是其各部分处于如此的位置,以至于彼此超出且被超出,正如锯子的各部分那样。

语法注2 条
  1. 3.6.29οὕτως πως τεθεισῶν πρὸς ἀλλήλας καὶ γωνιασθεισῶν πρὸς ἀλλήλας

    此句为属格绝对结构(τεθεισῶν ... γωνιασθεισῶν),对应于前文由 καθό 引导的否定理由(οὐχ ἁπλῶς καθὸ...),给出肯定性的原因。分词省略的主语由前文的 γραμμῶν(“线”)补出。

  2. 3.6.34ἀλλ’ οὐχὶ κατὰ τὸ ποιὸν εἶναι τὴν προσηγορίαν παρέχουσιν, ἀλλὰ μᾶλλον τὸ κατὰ θέσιν τινὰ ἐπ’ αὐτῶν θεωρεῖσθαι τῶν μορίων

    动词 παρέχουσιν 支配两个宾语:否定部分的名词短语 τὴν προσηγορίαν,以及肯定部分的带冠词不定式短语 τὸ ... θεωρεῖσθαι τῶν μορίων(“并非依照具性质而提供其称谓,而是毋宁提供了依照诸部分的某种位置被考察”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:132.29-134.12