← 波菲利

亚里士多德《范畴篇》释义

§131.12-132.28

灵魂中的受动性性质与性质的第四种

波菲利讨论了灵魂中的受动性性质与受动,并阐明了第三种性质与第一种(知识与美德)及第二种(自然能力)的区别。他还通过考察角度的差异解释了热与冷何以既被归为素质又被归为受动性性质,并引出了性质的第四个种(形状与形态)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.21

Ἐ. Ἐπεὶ τοίνυν ἀποδέδωκας τὰς περὶ τὸ σῶμα παθητικὰς ποιότητας καὶ τὰ πάθη, δεῖξον καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἀνάλογον. Ἀ. Φημὶ τοίνυν ποιότητας μὲν εἶναι ἐκ πάθους γεγονυίας, ὅσαι ἐπίμονοι καὶ δυσμετάβλητοι, οἷον φιλαργυρία καὶ ἡ μανικὴ ἔκστασις καὶ ἡ ὀργή· οὐ γὰρ δὴ ὁ ἅπαξ ὀργισθεὶς καὶ ὁ ἐπὶ προσήκουσιν ὀργιζόμενος ὀργίλος ἂν εἴη ἀλλ’ ὁ ἐπαχθὴς καὶ τοῦτο πεπονθὼς ἢ διὰ νόσον ἢ διὰ διαστροφήν. δεῖ δὲ ὀργίλον λαμβάνειν.......................... α πρὸς τὸ ὀργίζεσθαι· αὕτη μὲν γὰρ τοῦ δευτέρου ἂν εἴη........... πρὸς τὸ ὀργίζεσθαι π.......... καὶ ὥσπερ νόσημα τοῦτο ἔχοντα. τοιαῦται δὲ ποιότητες καὶ ἡ φιλία καὶ ἐρωτομανία. πάθη δὲ ἂν εἶεν καὶ οὐ ποιότητες τὰ μὴ ἐπίμονα, * * * ὀργὴ καὶ ἐπιθυμία.

提问者:那么,既然你已经说明了关于身体的受动性性质与受动,也请在灵魂上指明相应之物。回答者:那么我说,由受动而产生的性质是那些持久且难以改变的性质,例如贪财、癫狂发作以及易怒;因为只愤怒过一次的人,或者在应当愤怒之时愤怒的人,绝不会是易怒者,相反,令人厌烦的、且或是由于疾病或是由于乖戾而遭受此状态的人才是易怒者。但必须把易怒者理解为[…]朝向发怒;因为这一种属于第二[类],[…]朝向发怒[…],并且像疾病一样拥有此状态的人。友爱与恋狂也是这样的性质。另一方面,不持久的事物则是受动而非性质,[…]如愤怒与欲求。

§3.6.22

Ἐ. Τίνι οὖν διαφέρουσιν αἱ ποιότητες αὗται τοῦ πρώτου εἴδους † τῶν ἀτόμων; Ἀ. Ὅτι αἱ μὲν ἦσαν ἐκ διδασκαλίας καὶ ἔξωθεν τελειούμεναι, αἱ ἐπιστῆμαι γὰρ καὶ αἱ ἀρεταὶ ἐκ διδασκαλίας τὸ πλέον λαμβάνουσιν· αὗται δὲ οὐ διὰ διδασκαλίας, ἀλλὰ φύσει τὸ τέλειον ἔχουσιν, ἡ γὰρ μελανία καὶ ἡ λευκότης καὶ ἡ γλυκύτης φύσει, ἥ τε οἰνοφλυγία καὶ ἡ φιλαργυρία οὐ διὰ διδασκαλίας, ἀλλὰ διὰ ἐθῶν πονηρῶν ἐγγίνονται αἱ τοιαῦται κακίαι.

提问者:那么,这些性质与第一种有何区别?回答者:区别在于,前者产生于教导并由外部得以完成——因为知识与美德的大部分是从教导中获得的——;而这些性质不是通过教导,而是天然地具有完成性;因为黑、白与甜是天然的,而酗酒和贪财等恶习并非通过教导,而是通过不良习惯产生的。

§3.6.23

Ἐ. Ἀλλ’ εἰ φύσει καὶ ἔθεσιν αὗται ἐγγίνονται, πῶς τοῦ ἑτέρου εἴδους διαφέρουσιν; Ἀ. Ὅτι αἱ μὲν ἐν τῇ δυνάμει ἐθεωροῦντο καὶ ἐν ψιλαῖς ταῖς ἐπιτηδειότησιν, αἱ δὲ ἐν τῷ τρίτῳ εἴδει ἐν τῷ τὸ τέλειον ἔχειν ἤδη ὑφίστανται· λευκότης γὰρ καὶ οἰνοφλυγία ποιότητές εἰσιν ἔμμονοι ἤδη ἀπηρτισμέναι καὶ τετελεσμέναι.

提问者:但如果这些是因本性与习惯而产生的,它们与另一个种又如何区别?回答者:因为前者是在潜能与单纯的适宜性中被考察的,而第三种之中的性质则存在于已经拥有完成性之中;因为白与酗酒是恒常的性质,已经是完备且圆满的。

§3.6.24

Ἐ. Ἀλλὰ πῶς ἐν μὲν τῷ πρώτῳ εἴδει τὰς θερμότητας καὶ τὰς ψύξεις καὶ νόσον καὶ ὑγείαν ἐν ταῖς διαθέσεσιν κατηρίθμησεν, ἐνταῦθα δὲ ὡς εἰς ἄλλο εἶδος κἀκείνου διαφέρον πάλιν καταλέγει τὴν θερμότητα καὶ ψύξιν; Ἀ. Ὅτι ἐκεῖ μὲν κατὰ τὸ διακεῖσθαί πως τὸ θερμὸν καὶ τὸ ψυχρόν, εἰ καὶ μὴ ἐπιμόνως, διαθέσεις ἔλεγεν, ἐνταῦθα δὲ κατὰ τὸ πάθος ἐμποιεῖν εἰς ἄλλο, τὸ δὲ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο λαμβανόμενον δύναται ἄλλου καὶ ἄλλου εἶναι εἴδους, ὡς † ὁ πατὴρ καθὸ μὲν Σωκράτης, οὐσία ἂν εἴη, καθὸ δὲ πατήρ, τῶν πρός τι.1 οὕτω γὰρ καὶ ἡ θερμότης καθὸ μὲν διατίθησί πως τὸ ὑποκείμενον, διάθεσις ἂν εἴη, κἂν ἔμμονος γένοιτο καὶ δυσανάλυτος, ἕξις ἂν γένοιτο, καθὸ δὲ τὴν αἴσθησιν θερμαίνει τῶν πελαζόντων, παθητικὴ ἂν εἴη ποιότης.

提问者:但是,为何在第一种中他将热、冷、疾病与健康归入素质之中,而在此处又仿佛归入不同于那一种的另一种之中,重新列出热与冷?回答者:因为在那里,他是按照热者与冷者以某种方式处于状态中——哪怕不是持久地——而称之为素质的,但在这里,则是按照在别物中造成受动而言的。而同一事物从不同方面来理解,可以属于不同的种,正如苏格拉底就其作为苏格拉底而言是实体,而就其作为父亲而言属于关系者。因为同样地,热就其以某种方式使底层载体处于某种状态而言是素质,如果它变得恒常且难以消解,就会成为状态,但就其加热靠近者的感觉而言,它就是受动性性质。

§3.6.25

Ἐ. Ἡ δὲ πρὸς καιρὸν θέρμανσις πάθος οὖσα ἆρά γε ἡ αὐτὴ ἂν εἴη τῇ διαθέσει; Ἀ. Ἡ τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι ἂν εἴη διάθεσις, τοῦ δὲ θερμαινομένου οὕτως, ὡς ἂν μὴ δύνασθαι ἄλλο σῶμα θερμᾶναι, πάθος ἂν εἴη ἡ πρόσκαιρος καὶ ἐπ’ ὀλίγον θέρμανσις, ὥστε πάθους μὲν ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἕξιν καὶ τὴν μάλιστα παθητικὴν ποιότητα.2

提问者:那么,暂时的加热作为一种受动,与素质是同一的吗?回答者:拥有热且给别物带来被加热的身体的[加热]是素质;但是对于以无法加热另一物体的方式被加热的身体而言,暂时而短促的加热则是受动。因此,受动的强化是素质,这也可能是受动性性质;而素质的强化是状态,也是最根本的受动性性质。

§3.6.26

Ἐ. Τί οὖν ἐστι τὸ τέταρτον εἶδος τῆς ποιότητος; Ἀ. Σχῆμα καὶ ἡ περὶ ἕκαστον μορφή.

提问者:那么,性质的第四个种是什么?回答者:形状以及围绕每一事物的形态。

§3.6.27

Ἐ. Τί οὖν ἐστι τὸ σχῆμα καὶ πῶς αὐτὸ ὡρίσαντο οἱ γεωμέτραι; Ἀ. Σχῆμά ἐστι τὸ ὑπό τινος γραμμῆς ἢ τινων γραμμῶν περιεχόμενον.

提问者:那么,什么是形状,几何学家们又是如何定义它的?回答者:形状是被一条线或几条线所围成之物。

§3.6.28

Ἐ. Ἆρα οὖν καθὸ ὑπὸ μιᾶς ἢ τριῶν φέρε ἢ τεσσάρων γραμμῶν περιέχεται τι χωρίον, ποιότης ἂν εἴη, εἰ ὑπὸ τοσούτων γραμμῶν περιέχοιτο; Ἀ. Οὐδαμῶς· ποσότης γὰρ ἂν εἴη ἡ κατὰ πλῆθος ὑπόστασις, οὐ ποιότης.

提问者:那么,一个区域就其被一条线、或者比如三条或四条线所围成而言,如果它是被这么多条线所围成,会是性质吗?回答者:绝非如此;因为依数量而成立的是量,而不是性质。

语法注2 条
  1. 3.6.24ὡς † ὁ πατὴρ καθὸ μὲν Σωκράτης, οὐσία ἂν εἴη, καθὸ δὲ πατήρ, τῶν πρός τι.

    此处传抄有文字脱误(† ὁ πατήρ),但句法结构由 καθὸ μὲν Σωκράτης 与 καθὸ δὲ πατήρ 的对立引导,用以说明同一主体在不同方面可分属不同的范畴(实体与关系者)。语境中的主体指苏格拉底。

  2. 3.6.25ὥστε πάθους μὲν ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἕξιν καὶ τὴν μάλιστα παθητικὴν ποιότητα.

    由 ὥστε 引导的结果/推论句,其中省略了不定词(如 εἶναι)。宾格 τὴν διάθεσιν 与 πάθους ἐπίτασιν 构成主谓补足关系(素质是受动的强化),后半句 ἐπίτασιν τῆς διαθέσεως 与 τὴν ἕξιν 构成了平行的宾格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:131.12-132.28