- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:130.1-131.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利解释了健康、坚硬与柔软为何属于性质的第二种(能力与无能力),随后讨论了第三种“受动性性质与受动”,阐明了受动性性质的双重称谓依据(在感觉中产生受动与由受动产生),并指出了持久性质与短暂受动之间的区分标准。
Ἐ. Πῶς οὖν τοῦτο εἴρηκεν ὁ Ἀριστοτέλης; Ἀ. Ἐν τῷ λέγειν ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδέν τι πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, ὡς εἰ ἔλεγεν ‘τῷ ἀδυναμίαν ἔχειν τοῦ πάσχειν τι ῥᾳδίως ὑπὸ τῶν νόσων’.
提问者:那么,亚里士多德是如何表述这一点的?回答者:是在他说“而被称为健康的,是由于具有不轻易遭受任何偶然相遇之物影响的自然能力”之时,正如他在说“由于具有不轻易遭受疾病任何影响的无能力”一样。
Ἐ. Διὰ τί οὖν ἐν τῷ εἰρημένῳ εἴδει τῶν ποιοτήτων ὁ Ἀριστοτέλης ἔταξεν καὶ τὸ σκληρὸν καὶ μαλακόν; Ἀ. Ὅτι τὸ μὲν σκληρὸν δύναμιν ἔχει τοῦ μὴ ἂν διακοπῆναι ῥᾳδίως· οὐδὲν γὰρ τῶν ἐν γενέσει καὶ φθορᾷ σῶμά ἐστι, μὴ ἂν κατακοπείη·1 τὸ δὲ μαλακόν, ὅτι δύναμιν ἔχει τοῦ ῥᾳδίως ἂν διακοπῆναι.
提问者:那么,亚里士多德为何在上述性质的种中也将坚硬与柔软排列在内?回答者:因为坚硬具有不易被劈开的能力——因为在生成与消灭之物中没有任何物体是不可能被切碎的——,而柔软则是因为它具有易于被劈开的能力。
Ἐ. 〈Τί δὲ〉 τρίτον γένος ποιότητος; Ἀ. Παθητικαὶ ποιότητες καὶ πάθη.
提问者:〈那么,〉性质的第三个类是什么?回答者:受动性性质与受动。
Ἐ. Τί οὖν βούλεται τὸ παθητικὰς εἶναι ποιότητας καὶ πάθη; Ἀ. Ὅτι τὸ εἶδος τουτὶ τῆς ποιότητος πάθους παράστασιν ἔχει, οὐ μέντοι κατὰ τὸ αὐτὸ οὐδὲ καθ’ ἕνα τρόπον.
提问者:那么,“是受动性性质与受动”是什么意思?回答者:意思是性质的这一个种具有受动的呈现,然而并非依据同一事物,亦非依据单一方式。
Ἐ. Σαφῶς δεῖξον ὃ λέγεις. Ἀ. Εἰσί τινες ποιότητες, αἳ πάθη ἐμποιοῦσι τοῖς αἰσθητοῖς ζῴοις κατὰ τὰς αἰσθήσεις· καὶ αὗται εἰκότως παθητικαὶ ποιότητες λέγονται. ἄλλαι δὲ πάλιν, αἵτινες ἀπὸ πάθους ἐν τοῖς ἔχουσιν αὐτὰς γεγένηνται, οἷον γλυκύτης καὶ πικρότης καὶ στρυφνότης. ὅτι μὲν ποιότητές εἰσι δῆλον· ποιὰ γὰρ κατὰ ταύτας τὰ δεδεγμένα αὐτὰς λέγεται· γλυκὺ γὰρ τὸ μέλι λέγεται ἀπὸ τῆς γλυκύτητος καὶ στρυφνὸς ὁ οἶνος ἀπὸ τῆς στρυφνότητος λέγεται καὶ πικρὸν τὸ ἀψίνθιον ἀπὸ τῆς πικρότητος. παθητικαὶ δὲ ποιότητες αὗται λέγονται τῷ πάθη ἐμποιεῖν ταῖς αἰσθήσεσιν, καὶ ἡ θερμότης δὲ καὶ ἡ ψυχρότης οὐ τῷ αὐτὰς πεπονθέναι ἢ τὸ κατὰ ταύτας ποιόν,2 ἀλλὰ τῷ πάθος ἐν ἑτέρῳ ἐργάζεσθαι.
提问者:请清楚地说明你所说的是什么。回答者:有些性质依感觉而在可感觉的动物中产生受动;这些性质理所当然被称为受动性性质。另一些性质则是从具有它们的事物之中的受动产生的,如甜、苦与涩。它们是性质,这是显而易见的;因为接受它们的事物是依它们而被称作具有某种性质的;蜂蜜因甜而被称作甜的,酒因涩而被称作涩的,苦艾因苦而被称作苦的。而这些性质被称为受动性性质,是由于在感觉中产生受动;热与冷亦非由于它们自身遭受了受动,也非由于依它们而被赋予性质者[遭受了受动],而是由于在别物之中造成了受动。
Ἐ. Τοῦτο μὲν οὖν τὸ εἶδος τῆς ποιότητος ἀπέδειξας· πῶς δὲ παθητικαὶ πάλιν ποιότητες λέγονται, δεῖξον. Ἀ. Ἡ λευκότης φημὶ καὶ ἡ μελανία καὶ αἱ ἄλλαι χροιαὶ παθητικαὶ ποιότητες λέγονται τῷ πεπονθέναι τὰ ἔχοντα· ὠχρὸς γάρ τις φοβηθεὶς καὶ ἐρυθρὸς αἰσχυνθεὶς παθόντος τοῦ σώματος ἐγένετο. ὥσπερ οὖν κατὰ πάθος τὸ ἀπὸ τῆς αἰσχύνης ἐρυθριᾶσαι ἢ ἀπὸ φόβου ὠχριᾶσαι, οὕτως καὶ ἀπὸ πάθους φυσικοῦ συμβαίνειν φησὶ τὸ σῶμα τοιαύτης χροιᾶς τυχεῖν. ἀλλ’ ἐπὶ μὲν τὸν φόβον καὶ τὴν αἰσχύνην φαντασίαι προκατάρχουσιν, ἐπὶ δὲ τῶν φυσικῶν ποιοὶ κρᾶσιν.3 ὅτι δὲ ποιότητες καὶ αὗται, δηλοῖ τὸ ἀπὸ τῆς λευκότητος λευκὸν γενέσθαι καὶ ἀπὸ τῆς μελανίας μέλαν.
提问者:那么,性质的这种形态你已经证明了;但请说明它们反过来又是如何被称为受动性性质的。回答者:我说,白与黑以及其他肤色被称为受动性性质,是由于具有它们的事物遭受了受动;因为有人因恐惧而变苍白,因羞愧而变红,这是身体遭受了受动而生成的。因此,正如由羞愧而脸红或由恐惧而发白是依照受动,同样他说身体获得这样的肤色也是由自然受动发生的。但在恐惧与羞愧上是表象先行引发,而在自然的事物上则是某种混合[先行引发]。而这些也是性质,由白产生白者、由黑产生黑者即可表明。
Ἐ. Ἆρα οὖν ποιότητες ἁπλῶς πᾶσαι αὗται λέγονται; Ἀ. Οὐδαμῶς.
提问者:那么,所有这些都可以毫无保留地被称为性质吗?回答者:绝非如此。
Ἐ. Ἀλλὰ τί γνώρισμα ἐπ’ αὐτῶν ἐστι θέσθαι; Ἀ. Τὸ ἐμμόνους καὶ δυσκινήτους εἶναι καὶ πολυχρονίους· οὐ γὰρ ὁ ἐξ ἡλίου μέλας γενόμενος πρὸς ὀλίγον μέλας ἂν εἴη ὡς ὁ ἐκ γενετῆς γενόμενος μέλας, οὐδὲ ὁ δι’ αἰσχύνης ἐρυθριάσας ἐρυθρὸς ἂν εἴη ὡς ὁ τοιοῦτος γεννηθεὶς διὰ τοῦτο καὶ καλούμενος ἐρυθρίας. ἐπεὶ τοίνυν ποιοὶ κατὰ τὰς τοιαύτας χροιὰς οὐ γίνονται, οὐδὲ ποιότητες ἂν εἶεν τοιαῦται περὶ τοὺς τὰ τοιαῦτα πάσχοντας, ἀλλὰ πάθη.
提问者:那么,应当在它们之上确立何种标志?回答者:在于恒常、难以移动且长久持续;因为因太阳而在短时间内变黑的人,不会像生来变黑的人那样是黑的;因羞愧而脸红的人,也不会像生来如此并因而被称为红脸的人那样是红的。因此,既然他们并不按照这样的肤色而成为具有某种性质者,那么对于遭受此类受动的人而言,这些特征便不会是性质,而是受动。
- 3.6.14οὐδὲν γὰρ τῶν ἐν γενέσει καὶ φθορᾷ σῶμά ἐστι, μὴ ἂν κατακοπείη
此句为省略关系代词的关系从句,结合 μὴ ἄν 搭配祈愿语气表达潜在可能性(“没有任何物体是不可能被切碎的”)。从句使用否定词 μή 以呼应主句的不定否定词 οὐδέν。
- 3.6.17οὐ τῷ αὐτὰς πεπονθέναι ἢ τὸ κατὰ ταύτας ποιόν
两个宾格主语与表示原因的带冠词不定词 τῷ πεπονθέναι 并列:前者 αὐτάς 指性质本身(热与冷),后者 τὸ κατὰ ταύτας ποιόν 指依照它们而被赋予性质的事物。
- 3.6.18ἐπὶ δὲ τῶν φυσικῶν ποιοὶ κρᾶσιν
此处是与前一分句 ἐπὶ μὲν τὸν φόβον καὶ τὴν αἰσχύνην φαντασίαι προκατάρχουσιν 相对称的省略句,省略了谓语动词 προκατάρχουσι(“先行引发”)。 ποιοὶ κρᾶσιν 充当主语,意为在自然的肤色上由某种混合先行引发。
