- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:128.16-129.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利论证了亚里士多德称性质具有多种含义并非指同名异义词的区分,而是属向种的划分,并探讨了性质的第一种(秉性与状态的区别)和第二种(自然能力与无能力)的特征。
Ἐ. Ἀλλ’ εἰ τὰ ὁμωνύμως λεγόμενά φησιν αὐτὸς πλεοναχῶς λέγεσθαι, πῶς πλεοναχῶς λέγεσθαι τὴν ποιότητά φησιν ὁ Ἀριστοτέλης; Ἀ. Οὐχὶ τῶν ὁμωνύμων λέγω ἂν εἶναι τὴν ποιότητα· τῶν δὲ ὁμωνύμων κατὰ ταὐτὸν οὐδὲν δήπου γένος,1 ὥστε οὐδὲ τῆς ποιότητος ἓν ἂν εἴη γένος. ἀλλὰ τὸ πλεοναχῶς λέγεσθαι ἓν μὲν σημαίνει τὸ ὁμωνύμως, ἕτερον δὲ τὸ διαφόρως λέγεσθαι. νῦν δὲ οὐ τὸ σημαῖνον τὸ ὁμωνύμως λέγεσθαι εἴληπται ἀλλὰ τὸ διαφόρως. εἰ μὲν οὖν τὸ πλεοναχῶς εἴληπτο ἀντὶ τοῦ ὁμωνύμως, ἡ διαίρεσις ἐγένετο φωνῆς εἰς σημαινόμενα, ἐπεὶ δὲ τὰ πλεοναχῶς πολλαχῶς εἴληπται ἀντὶ τοῦ διαφόρως, ἡ διαίρεσις αὐτῷ γίνεται γένους εἰς εἴδη. Ἐ. 〈Διὰ τί λέγεις〉 ὅτι γένους εἰς εἴδη ποιεῖται τὴν διαίρεσιν καὶ οὐ φωνῆς εἰς σημαινόμενα; Ἀ. Ὅτι ἐπήγαγεν· ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν, ἀλλ’ οὐχὶ ἔφη· ἓν μὲν οὖν σημαινόμενον ποιότητος· τὰ μὲν γὰρ ὁμώνυμα εἰς σημαινόμενα διαιρεῖται διάφορα, τὰ δὲ μὴ ὁμώνυμα ἀλλὰ γένη εἰς εἴδη διαιρεῖται διάφορα. εἰδῶν δὲ μέμνηται διαφόρων, ἀλλ’ οὐχὶ σημαινομένων. ὥστε τῷ πολλαχῶς λέγεσθαι οὐ τὸ ὁμωνύμως λέγεσθαι παρίστησιν ἀλλὰ τὸ διαφόρως.
提问者:但是,如果他自己说同名异义地被言说者是以多种方式被言说的,亚里士多德又怎么说性质是以多种方式被言说的?回答者:我不会说性质属于同名异义者;因为按照同一事物,同名异义者当然没有任何单一的属,从而性质也不会有一个属。然而,“以多种方式被言说”一方面意指同名异义地被言说,另一方面意指不同地被言说。而现在,所取的并非意指同名异义地被言说,而是不同地被言说。因此,如果“以多种方式”是代替“同名异义地”而被取的,那么这种划分就会是语音向所指事物的划分;但既然以多种方式被言说者是代替“不同地”而被取的,他的划分便成为属向种的划分。提问者:〈你凭什么说〉他作出的是属向种的划分,而不是语音向所指事物的划分?回答者:因为他接着说:“那么,就让秉性与状态被称为性质的一个种吧”,但他并没有说:“那么,就让[它们]被称为性质的一个所指事物吧”;因为同名异义者被划分为不同的所指事物,而并非同名异义者而是属者则被划分为不同的种。他提到的是不同的种,而不是所指事物。因此,通过“以多种方式被言说”,他呈现的不是同名异义地被言说,而是不同地被言说。
Ἐ. Πόσα ποιότητος εἴδη; Ἀ. Τέσσαρα.
提问者:性质有几个种?回答者:四个。
Ἐ. Τίνα ταῦτα; Ἀ. Ἓν μὲν ἕξις καὶ διάθεσις.
提问者:是哪几个?回答者:其一是秉性与状态。
Ἐ. Ἆρα 〈οὖν〉 ὡς εἴδη ταῦτα διαφέρει ἀλλήλων, ἕξις καὶ διάθεσις, ἢ ἀριθμῷ ἀλλήλων διενήνοχεν; Ἀ. Ὡς μὲν εἴδη ἀλλήλων οὐ διενήνοχεν ὥσπερ ὁ ἄνθρωπος τοῦ βοός· οὐ γὰρ διαφέρει ἀλλήλων εἰδοποιοῖς διαφοραῖς ὥσπερ ὁ ἵππος τοῦ ἀνθρώπου. ἀριθμῷ δὲ ἀλλήλων διενήνοχεν ὥσπερ Σωκράτης Πλάτωνος· εἰδοποιοῖς μὲν γὰρ διαφοραῖς οὐ διενήνοχεν Σωκράτης Πλάτωνος, ἰδιότητι δὲ συνδρομῆς ποιοτήτων, καθ’ ἣν εἰδοποιῷ διενήνοχεν Πλάτων Σωκράτους. ὥσπερ οὖν τὸ λευκὸν τὸ πολυχρονιώτερον τοῦ ἐφημέρου λευκοῦ τῷ εἴδει μὲν οὐ διαφέρει (καθὸ γὰρ λευκόν ἐστι, οὐ διαφέρει)· χρόνῳ δὲ διαφέρει, ἑκατέρου δὲ ὁ αὐτὸς λόγος (ἄμφω γὰρ χρώματά ἐστι διακριτικὰ ὄψεως, ἐπεὶ κἂν μέλι μέλιτος ᾖ γλυκύτερον, οὐδὲν ἧττόν ἐστιν μέλι)· 〈οὕτως ἡ〉ἕξις εἰ καὶ ὅτι μάλιστα μονιμωτέρα ἐστὶ τῆς διαθέσεως,2 τῷ μὲν μονιμωτέρα εἶναι δόξειεν ἂν διαφέρειν τῆς διαθέσεως, οὐ μὴν τῷ γε εἶναι ποιότης.............................. τοῦ πυκτεύειν ἐπιστήμη. ὁ δὲ πυκτικὸς οὐδέπω ἐπίσταται, ἐπιτηδείως δὲ ἔχει πρὸ τοῦ ἀναλαβεῖν τὴν πυκτικὴν ἐπιστήμην. λέγω τοίνυν ἀνονόμαστον εἶναι τὴν φυσικὴν δύναμιν καὶ ὅλως ἀνώνυμον τὸ τῆς ποιότητος εἶδος. † εἴτε ὄνομα αὐτῇ θέσθαι, λέγοιντο ἂν αἱ τοιαῦται ποιότητες διὰ λόγου· ἐπιτηδειότης γὰρ πρὸς τὸ πυκτεύειν ῥηθείη ἄν, ἀφ’ ἧς ὁ πυκτικός, καὶ ἐπιτηδειότης πρὸς τὸ νοσεῖν, ἀφ’ ἧς λέγεται ὁ νοσερὸς καὶ νοσώδης, ὡσαύτως δὲ καὶ ὁ ὑγιεινὸς ἀπὸ τῆς πρὸς τὸ ὑγιαίνειν ἐπιτηδειότητος. ὁ δὲ Ἀριστοτέλης κατὰ δύναμιν καὶ ἀδυναμίαν αὐτοῦ προσηγόρευσεν.
提问者:那么,它们——秉性与状态——是作为种彼此相异,还是在数目上彼此不同?回答者:作为种,它们并没有像人与牛那样彼此不同;因为它们并非像马与人那样由种差彼此相异。但在数目上它们彼此不同,正如苏格拉底与柏拉图;因为苏格拉底与柏拉图并非由种差相异,而是由性质汇聚的独特性相异,柏拉图正是依此在种的形式上与苏格拉底相异。因此,正如更长久的白色与一朝的白色在种上并无差异(因为就其为白色而言,并无差异),而是在时间上相异,且两者的定义相同(因为两者都是分晰视觉的颜色,毕竟即使蜂蜜比蜂蜜更甜,它也绝不少是蜂蜜);〈同样,〉秉性哪怕极其比状态更为持久,按其更为持久而言或许显得与状态有别,但在其为性质上却绝非如此……拳击的知识。但拳击家尚未具备知识,而是在获得拳击知识之前处于适宜的状态。因此我说,自然能力是未被命名的,性质的这一种全然是无名的。†即使要为它命名,这类性质也会通过定义性言说而被表述;因为可以说成是朝向拳击的适宜性(拳击家由此得名),以及朝向患病的适宜性(多病者与患病者由此得名),同样,健康者也是由朝向健康的适宜性[得名]。但亚里士多德是根据能力与无能力来称呼它的。
Ἐ. Πῶς οὖν τῶν ἐναντίων ἐπιδεκτικός τις ἂν εἴη κατ’ αὐτό; ἐναντία γὰρ ἡ δύναμις τῇ ἀδυναμίᾳ. Ἀ. Οὐδὲν ἄτοπον· ὅση γὰρ δύναμις ὑπάρχει τινός, τόσην καὶ ἀδυναμίαν εὑρήσομεν παρακολουθοῦσαν. εἰ γάρ τις δύναμιν τυγχάνει ὑγείας ἔχων, οὗτος ἀδυναμίαν ἂν ἔχοι τοῦ ῥᾳδίως νοσῆσαι, καὶ ὅταν τοῦ γενέσθαι πυκτικὸν ὑπάρχῃ δύναμις, τούτῳ τοῦ μὴ γενέσθαι πρόσεστιν ἀδυναμία.3
提问者:那么,人依之怎能接受相反者?因为能力与无能力是相反的。回答者:毫无荒谬之处;因为某物的能力存在多少,我们就会发现伴随着多少无能力。因为如果某人恰好具有健康的能力,此人就会具有轻易患病的无能力;而当成为拳击家的能力存在时,对此人而言就附带着不成为拳击家的无能力。
- 3.6.7τῶν δὲ ὁμωνύμων κατὰ ταὐτὸν οὐδὲν δήπου γένος
τῶν ὁμωνύμων 是所有格性属格(“对同名异义者而言……”),主语 οὐδὲν γένος 省略了系动词 ἐστί。κατὰ ταὐτόν 意为“按照同一事物”,陈述了同名异义者在同一标准下绝无单一共同属的逻辑前提。
- 3.6.11εἰ καὶ ὅτι μάλιστα μονιμωτέρα ἐστὶ τῆς διαθέσεως
这是一个由 εἰ καί(“即使/哪怕”)与强化程度的副词短语 ὅτι μάλιστα(“极其/尽可能”)相结合构成的强烈让步句式。它修饰主句的主要动词 δόξειεν ἄν,表达“即使秉性比状态再怎么更为持久”的假定。
- 3.6.12τούτῳ τοῦ μὴ γενέσθαι πρόσεστιν ἀδυναμία
与格 τούτῳ 附属于复合动词 πρόσεστιν(“附属于/属于”),表所有或归属。带有定冠词的不定词属格 τοῦ μὴ γενέσθαι 是修饰并规定名词 ἀδυναμία 的宾格性属格或限定属格,意为“不成为[拳击家]的无能力”。
