← 波菲利

亚里士多德《范畴篇》释义

§127.2-128.15

性质范畴的位次与概括性说明

本段阐明了性质范畴紧随关系者排列的理由,辨析了“性质”与“有质者”的名义区别及标题用意。随后讨论了亚里士多德对性质的概括性描述,并针对循环论证的疑难进行辩护,指出最上位者不可定义,因而理当借助更易为人所知的有质者来说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

Ἀ. Μετὰ τὴν τῶν πρός τι κατηγορίαν τίς ἂν ἑξῆς εἴη;

回答者:在关系者的范畴之后,接下来应当是哪一个?

§3.6.2

Ἐ. Ἡ τοῦ ποιοῦ, ὅτι μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν ἀμφισβητήσιμον ἦν, μὴ τὴν τοῦ ποιοῦ τάττειν ἔδει,1 πολλῶν δὲ ζητημάτων γεγονότων ἐν τῇ περὶ ποσοῦ κατηγορίᾳ περὶ τῶν πρός τι, ἀνάγκη γέγονεν περὶ τούτων ἐφεξῆς τῷ ποσῷ διδάξαι. μετὰ οὖν τὴν τῶν πρός τι κατηγορίαν ἕπεται περὶ τοῦ ποιοῦ σκέψασθαι. καὶ γὰρ δὴ μετὰ τὸ μέγεθος, ὅ ἐστι ποσόν, καὶ μετὰ τὸ μεῖζον, ὅ ἐστι τῶν πρός τι, ἐκφύεται τὰ πάθη οἷον θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, ἅ ἐστι ποιά. Ἀ. Τίνι διαφέρει ποιὸν ποιότητος;

提问者:性质的范畴;因为在实体和数量之后,本有争议是否应当排列性质的范畴,但由于在关于数量的范畴中产生了许多关于关系者的探讨,便必然紧接着数量讲授这些内容。因此,在关系者的范畴之后,接着要考察性质。因为确实,在大小(它是数量)之后、以及在更大者(它属于关系者)之后,产生出热、冷、干、湿等受动,而这些是有质者。回答者:有质者与性质有何不同?

§3.6.3

Ἐ. Ὅτι τὸ μὲν ποιὸν διχῶς λέγεται· καὶ γὰρ αὐτὴ ἡ ποιότης ποιὸν λέγεται καὶ τὸ ἔχον τὴν ποιότητα· λευκὸν γὰρ καὶ τὴν λευκότητα ποιότητα λέγουσι πολλάκις οἱ ἀρχαῖοι,2 καὶ πάλιν τὸ λευκὸν ποιόν. ἡ γὰρ ποιότης οὐκ ἔτι διχῶς λέγεται, ἀλλὰ ἁπλῶς· ἡ γὰρ θερμότης καὶ ἡ λευκότης ποιότης λέγεται, οὐκ ἔτι δὲ καὶ λευκὸν ποιότης. οὐδ’ ὅλως τὸ μετέχον ποιότητος ῥηθείη ἂν ποιότης, ἀλλὰ ποιὸν μόνον, ἡ ποιότης δὲ ἂν ῥηθείη καὶ ποιόν. Ἀ. Σαφέστερον εἰπέ, ὃ λέγεις.

提问者:因为有质者是以两种方式被言说的;因为性质自身被称为有质者,具有性质者[也被称为有质者]。因为古人常称白自身既为“白”又为“性质”,又反过来称白物为“有质者”。而性质就不再以两种方式被言说,而是单纯被言说的;因为热和白被称为性质,但白物却不再被称为性质。一般而言,分有性质者绝不可能被称为性质,而只能被称为有质者,性质却也可以被称为有质者。回答者:请更清楚地说明你的意思。

§3.6.4

Ἐ. Ἔστι τὸ μέν τι λευκότης, τὸ δὲ ἔχον τὴν λευκότητα. ἡ μὲν λευκότης καὶ τὸ ἔχον τὴν λευκότητα ῥηθείη ἂν ποιόν, τὸ δὲ ἔχον τὴν λευκότητα ποιὸν μὲν λέγεται, ποιότης δὲ οὐκ ἂν ῥηθείη. Ἀ. Διὰ τί οὖν ἐπέγραψεν Περὶ ποιοῦ καὶ ποιότητος;

提问者:一方面有白,另一方面有具有白者。白与具有白者都可以被称为有质者,但具有白者虽被称为有质者,却不能被称为性质。回答者:那么他为何加上《论有质者与性质》的标题?

§3.6.5

Ἐ. Τινὲς μὲν οὔ φασιν αὐτοῦ εἶναι τὸ ἐπίγραμμα· μηδὲ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις προσγράψαι, ἀλλ’ ἄνευ ἐπιγράμματος τεχνολογῆσαι περὶ ἑκάστης. τινὲς δὲ εἰς ἔνδειξιν τῆς χρήσεως τῶν ὀνομάτων· διὰ γὰρ τὸ τὴν ποιότητα λέγεσθαι καὶ ποιόν, διὰ τοῦτο ἐπιγράψαι σημαίνοντα3 ὅτι ἀδιάφορόν ἐστι ποιότητα λέγειν τὴν κατηγορίαν ἢ ποιόν· εἰ γὰρ τὸ μάλιστα ποιὸν οὐ τὴν ποιότητα μόνον σημαίνει ἀλλὰ καὶ τὸ ἔχον αὐτήν, ἀναγκαῖον ἦν εἰδέναι, ὅτι κατά τι σημαινόμενον ταῦτα δηλοῦται ἐκ τοῦ τῆς ποιότητος ὀνόματος καὶ τοῦ ποιοῦ. Ἀ. Πῶς ὑπέγραψε τὴν ποιότητα ὁ Ἀριστοτέλης;

提问者:有人说这一标题不是他的;因为在其他范畴中他也并未题注,而是未经题注便对每一范畴进行了系统论述。另一些人则说是为了表明名称的用法;因为性质也被称为有质者,正是为此他加上了标题,表明无论称该范畴为“性质”还是“有质者”都是无差别的;因为如果最原本意义上的有质者不仅指性质,也指具有性质者,那么就必然要知道,按照某种含义,这些正是由性质的名称和有质者的名称所表明的。回答者:亚里士多德是如何概括性描述性质的?

§3.6.6

Ἐ. Ποιότης ἐστὶ καθ’ ἣν τινες ποιοὶ λεγόμεθα. Ἀ. Καὶ πῶς οὐκ ἄτοπον ὑπογράψαι βουλόμενον...... ποί.... διὰ τὸ εἶναι ἄδ.......... δ.............. δοῦ..... δ............................... γα(?)... γε.......... γενοσ(?)....... καὶ τὸ ποιὸν τὸ ἀπ.............. τ. φυσικὴ.... λισιν πε......... ..... κ..έ..ν τ.. τί....ο......................... ἔστι δὲ ποιὸν τὸ ἔχον ποιότητα, δῆλον ὡς καὶ τὸν γνῶναι θέλοντα, τί ἐστι ποιόν, ἀναπέμψει εἰς τὴν ποιότητα. καὶ οὕτως γίνεται ποιότης μὲν ἣν ἔχει ὁ ποιός, ποιὸς δὲ ὁ ἔχων ποιότητα. ἄδηλον δὲ τίς ἡ ποιότης καὶ ὅμοιον τῷ ἐρομένου τινὸς τί ἐστι ποιότης ἀποκρίνεσθαι,4 ὅτι ποιότης· εἰ γὰρ ἡ ποιότης διὰ τοῦ ποιοῦ δείκνυται, τὸ δὲ ποιὸν διὰ τῆς ποιότητος, ἡ ποιότης ἔσται διὰ τῆς ποιότητος ἀποδεδειγμένη. ἀλλ’ εἰ μὲν ὁρισμὸς ἦν ἀποδεδομένος, ὑπῆρχεν ἁμάρτημα τὸ τοιοῦτον, ἐπεὶ δὲ οὐκ ἔστιν ὁρισμὸς τῶν ἀνωτάτων, οὐ χρὴ αἰτιᾶσθαι· διὰ γὰρ τοῦ γνωριμωτέρου τὸ ἧττον γνώριμον παρέστησεν· μᾶλλον γὰρ γνώριμον τὸ ποιὸν τῆς ποιότητος, τὸ γὰρ λευκὸν τῆς λευκότητος γνωριμώτερον καὶ ὁ γραμματικὸς τῆς γραμματικῆς.

提问者:性质是依之我们被称为具有某种性质者的东西。回答者:那么,怎么不荒谬呢,想要作出概括性描述……而既然有质者是具有性质者,显然他也会把想要知道什么是有质者的人指引回性质。如此一来,性质就成了有质者所具有的东西,而有质者成了具有性质的东西。然而性质是什么却仍不清楚,这就像在有人问“性质是什么”时回答说“是性质”一样;因为如果性质是通过有质者来表明的,而有质者是通过性质来表明的,那么性质就是通过性质而被论证的了。然而,如果给出的是定义,这样的过错确实存在;但既然对最上位者并没有定义,也就不应当责难;因为他是通过更可知者来呈现较不可知者的。因为有质者比性质更可知,正如白色物比白更可知,文法家比文法学更可知。

语法注4 条
  1. 3.6.2ἀμφισβητήσιμον ἦν, μὴ τὴν τοῦ ποιοῦ τάττειν ἔδει

    由形容词 ἀμφισβητήσιμος(有争议的)引出的从句,μὴ 后接未完成过去时直陈式(ἔδει)而非连接法,表达对过去安排的迟疑或疑问(“是否[不]应当排列性质的范畴”)。

  2. 3.6.3λευκὸν γὰρ καὶ τὴν λευκότητα ποιότητα λέγουσι πολλάκις οἱ ἀρχαῖοι

    带有语序倒置(超步法)的双重述语宾格结构。λευκόν 与 ποιότητα 均为动词 λέγουσι 的述语宾格,直接宾语为 τὴν λευκότητα,意为“古人常称白(性质)自身既为‘白’又为‘性质’”,在句法上例证了前文关于“性质自身也被称为有质者”的论断。

  3. 3.6.5διὰ τοῦτο ἐπιγράψαι σημαίνοντα

    不定式 ἐπιγράψαι 与阳性单数宾格分词 σημαίνοντα 的逻辑主语均为亚里士多德,整体构成由句首 τινὲς δέ 之后所承前省略的动词 φασίν(他们说)所统辖的间接引语结构。

  4. 3.6.6ὅμοιον τῷ ἐρομένου τινὸς τί ἐστι ποιότης ἀποκρίνεσθαι

    在由形容词 ὅμοιον 引出的结构中,与格冠词 τῷ 使不定式 ἀποκρίνεσθαι 名词化,而夹在中间的 ἐρομένου τινὸς 构成嵌入的独立属格,整体结构为“类似于在有人询问‘性质是什么’时回答说……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:127.2-128.15