← 波菲利

亚里士多德《范畴篇》释义

§125.24-126.32

相关者的认识与实体部分非关系的论证

从关系属于外在规定这一确认出发,推导出确定地认识关系者必然确定地认识其相关者这一认识论准则;借由此准则论证了实体的各部分(如手或头)并不属于关系者,并解释了亚里士多德在断言实体是否属于关系者时所持审慎态度的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.76

Ἐ. Τί οὖν παρίστησιν ὁ τοιοῦτος λόγος; Ἀ. Ὅτι ἐν τοῖς ὑποκειμένοις ἐστὶν οὔτε ὡς οὐσίας συμπληρωτικὸν οὔτε ὡς ἄλλο τι τῶν συμβεβηκότων, ἃ ἐν αὐτοῖς τοῖς ὑποκειμένοις γίνεται, οἷον πάθος ἢ ἐνέργεια, ἀλλά τι ἔξωθεν. διὸ καὶ μὴ πασχόντων τῶν ὑποκειμένων1 γίνεται καὶ ἀπογίνεται.

提问者:那么,这样的表述表明了什么? 回答者:它表明:关系虽在基底之中,但既不是作为充实其实体之物,也不是作为在基底自身中生成的其他任何偶属属性(例如受动或活动),而是作为某种从外部而来的东西。因此,即使基底并未发生任何受动,它也会生成和消灭。

§3.5.77

Ἐ. Ἀριστοτέλης δὲ τί ἔφη περὶ τῆς τοιαύτης ὑπογραφῆς τῶν πρός τι; Ἀ. Ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται.

提问者:关于关系者的这种描绘,亚里士多德是怎么说的? 回答者:他说,如果有人确定地知道某物,他也将确定地知道它所朝向言说的那个对象。

§3.5.78

Ἐ. Διὰ τί ἢ πῶς; Ἀ. Εἰ γὰρ οἶδέν τις ὅτι τὰ τέσσαρα τῶν πρός τί ἐστιν, ἔστι δὲ τὸ εἶναι τοῖς πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, κἀκεῖνο οἶδεν, πρὸς ὃ τοῦτό πως ἔχει, ὅτι τὰ τέσσαρα πρὸς τὰ δύο τὸν διπλασίονα λόγον ἔχει. εἰ δὲ μὴ οἶδεν ὅλως, πρὸς ὃ πως ἔχει, οὐδ’ ὅτι πρός τί πως ἔχει εἴσεται· ἀμήχανον γὰρ εἰδέναι μὲν ὅτι διπλάσιά ἐστι τὰ τέσσαρα, μὴ εἰδέναι δὲ ὅτι τῶν δύο διπλάσιά ἐστι. καὶ εἰ οἶδεν ὅτι πατήρ ἐστι Σωφρονίσκος ὡρισμένως, οἶδεν καὶ ὅτου πατήρ ἐστιν, ὅτι Σωκράτους, καὶ τὸν Σωκράτην ὅτι υἱὸς Σωφρονίσκου εἴσεται.2

提问者:为什么,或者说是如何如此的? 回答者:因为如果有人知道四属于关系者,而对于关系者而言存在与以某种方式相对于某物而存在是同一回事,那么他也知道它以某种方式相对于的那个对象,即四相对于二具有双倍的比率。但如果他完全不知道它以某种方式相对于的那个对象,他甚至也不会知道它以某种方式相对于某物;因为知道四是双倍、却不知道它是二的双倍,这是不可能的。而且,如果他确定地知道索弗罗尼斯科斯是父亲,他也知道他是谁的父亲,即苏格拉底的父亲,并且他也会知道苏格拉底是索弗罗尼斯科斯的儿子。

§3.5.79

Ἐ. Ἀλλ’ ἐπεὶ ἐπὶ τῶν πρός τι τοῦτο ἀπεδείχθη, τί ἐκ τούτων συμβήσεται ὧν εἴρηκας, τί συμβήσεται; Ἀ. Τὰ τῶν οὐσιῶν μέρη αὐτὰ μὲν ἅπερ ἐστὶν ὡρισμένως εἴσεταί 〈τις〉, πρὸς ἃ λέγεται δὲ οὐκ ἀναγκαῖον ὡρισμένως εἰδέναι. δεικνυμένης γὰρ φέρε χειρὸς ὅτι μέν τινός ἐστιν χεὶρ ὁρίσειεν ἄν τις, τίνος δέ, πότερον Δίωνος ἢ Θέωνος ἤ τινος ἄλλου τῶν κατὰ μέρος, οὐκ ἂν εἰδείη καίτοι ὁρῶν αὐτὴν καὶ δεικνὺς ὅτι αὕτη χείρ ἐστιν. ἀλλ’ εἰ τὰ πρός τι ἀόριστα μὲν πρὸς ἀόριστα λέγεται, ὡρισμένα δὲ πρὸς ὡρισμένα, τὰ δὲ τῶν οὐσιῶν μόρια ὡρισμένως γινωσκόμενα πρὸς ἃ λέγεται οὐκ ἀναφέρεται ὡρισμένως, οὐκ ἂν εἴη τὰ τοιαῦτα τῶν πρός τι. τὴν γὰρ κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον. τίνος γὰρ αὕτη ἡ κεφαλὴ ἢ τίνος ἡ χείρ, οὐκ ἔστιν εἰδέναι ὡρισμένως· οὐκ ἂν οὖν εἴη ταῦτα τῶν πρός τι. περὶ δὲ τούτων ἦν ἡ ἀμφισβήτησις μόνον, εἰ οὐσίαι ὄντα τῶν πρός τι ἂν εἴη. ἀλλ’ εἰ μηδὲ 〈ταῦτα〉 τῶν πρός τι, οὐδὲ ἄλλη τις οὐσία οὐδὲ τὰ μέρη αὐτὰ 〈δηλα〉δὴ καθόσον οὐσίαι τῶν πρός τί ἐστιν. Ἆρα οὖν ἀποφαι.... π..... τι ο ὅρ.... δ. οὐσία τῶν πρός τι;

提问者:但既然在关系者上这一点已经被证明了,从你所说的这些中会得出什么结论,会得出什么呢? 回答者:人们将确定地知道实体的各个部分本身究竟是什么,但并不必然确定地知道它们所朝向言说的对象。例如,若指着一只手,人们固然可以判定它是某人的手,但至于是谁的手——究竟是狄翁的、忒翁的还是某个别人物的手——他却不会知道,尽管他看见了它并指出这是一只手。但是,如果不确定的关系者是相对于不确定的对象而言说的,确定的关系者是相对于确定的对象而言说的,而实体的部分虽然被确定地认识,却并不确定地归属于它们所朝向言说的对象,那么这类东西就不会属于关系者。因为对于头、手以及这类作为实体的每一件事物,确定地知道它本身究竟是什么固然是可能的,但确定地知道它所朝向言说的对象却不是必然的。因为这颗头是谁的,或者这只手是谁的,是无法确定地知道的;因此这些东西不会属于关系者。而曾存在争议的仅仅是这些东西:它们作为实体是否属于关系者。但是,如果连这些都不属于关系者,那么显然任何其他实体、以及就其作为实体而言的各部分本身,就都不属于关系者了。那么,他是否断言……实体不属于关系者呢?

§3.5.80

Ἐ. Σφοδρῶς μὲν οὐκ ἀξιοῖ ὁ Ἀριστοτέλης μὴ πολλάκις ἐπεσκεμμένους,3 τὸ μέντοι ἠπορηκέναι ἐφ’ ἑκάστου αὐτῶν οὐκ ἄχρηστον εἶναι. δυνατὸν γάρ τινα εἰπεῖν κἀπὶ τῶν μερῶν ὅτι ὡρισμένως εἴσεται· ὁ γὰρ ἰδὼν τίς ἡ χείρ ἐστιν, ὅτι καὶ τοῦδέ ἐστιν εἴσεται ὡρισμένως· ὁ γὰρ δὴ τοῦ ἐγκεκαλυμμένου ὁρῶν χεῖρα γινώσκει μὲν χεῖρα, * * τὸν γάρ τινα ἔστιν εἰδέναι τὸ τήνδε γινώσκειν εἰ ἔστιν τοῦδε. διὰ τοίνυν τὰς τοιαύτας ἀπορίας προσέθηκεν τὸ μὴ δεῖν σφοδρῶς ἀποφαίνεσθαι ὅτι οὐκ ἔστιν οὐσία τῶν πρός τι.

提问者:亚里士多德认为,未经反复考察的人不应固执地下断言,然而对它们之中的每一项提出疑难却并非没有用处。因为有人完全可以在部分的问题上也主张人们会确定地知道;因为看到了那只手是哪只手的人,也将确定地知道它是属于这个人的;因为看见蒙面人的手的人,固然认识手,……因为认识某个人,就是辨识出这只手是否属于这个人。因此,正是由于这些疑难,他才补充道:不应当固执地下断言说没有实体属于关系者。

语法注3 条
  1. 3.5.76μὴ πασχόντων τῶν ὑποκειμένων

    属格绝对结构,其中否定词 μή 赋予其条件或让步的状语功能(“即便在基底未遭受任何受动时”)。

  2. 3.5.78τὸν Σωκράτην ὅτι υἱὸς Σωφρονίσκου εἴσεται

    先取结构(prolepsis):从属子句(ὅτι 子句)的逻辑主语“苏格拉底”作为宾格 τὸν Σωκράτην 被提前引出,成为主句动词 εἴσεται 的先行宾语。

  3. 3.5.80Σφοδρῶς μὲν οὐκ ἀξιοῖ ὁ Ἀριστοτέλης μὴ πολλάκις ἐπεσκεμμένους

    动词 ἀξιοῖ(认为应当/认可)支配一个从语境中补出的不定词(ἀποφαίνεσθαι“断言”),μὴ πολλάκις ἐπεσκεμμένους 作其宾格逻辑主语(“未经反复考察的人”),呼应《范畴篇》8b21–23。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:125.24-126.32