- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:124.3-125.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利阐明了亚里士多德对关系者的第二种定义(“存在与以某种方式相对于某物而存在是同一回事者”)之内涵,通过区分基底本身与基底间的相互关系(比率),解决了实体之部分会被归入关系者的难题,并提及了早期学者所作出的修正表述。
Ἐ. Ἐξήγησαι οὖν, τί βούλεται διὰ τῆς ἀποδόσεως. Ἀ. Πολλὰ τῶν πραγμάτων ἄλλως μὲν ὑφέστηκεν, ἄλλως δὲ ὑπογράφεται. ἀλλὰ δεῖ διαστέλλοντα δεικνύναι, ποταπὴν τὴν ὑπογραφὴν ἔχειν ὀφείλει. οἷον τὸ λευκὸν ἔστι μὲν καὶ ἐπὶ τῆς λευκότητος τάξαι· λέγομεν γὰρ τὸ χρῶμα λευκόν· ἔστι δὲ καὶ ἐπὶ τοῦ σώματος τοῦ μετέχοντος τῆς λευκότητος· ἔστι γὰρ εἰπεῖν σῶμα λευκόν. ἂν οὖν ὁ μὲν τὸ λευκὸν εἴπῃ χρῶμα διακριτικὸν ὄψεως, ὁ δὲ ἀκούσῃ μὴ ἐπὶ τῆς λευκότητος ἀλλ’ ἐπὶ τοῦ σώματος, ἄτοπόν τι... χρῶμα διακριτικὸν ὄψεως.1 ἔστιν οὖν διόρθωσις, ὅτι τὸ λευκὸν καθὸ λευκὸν εἴη ἂν χρῶμα διακριτικὸν ὄψεως καὶ οὐχ ᾧ τὸ λευκὸν εἶναι συμβέβηκεν, ἤγουν τὸ σῶμα, ὥστε ἐν αὐτῷ τῷ ὅρῳ τοῦ 〈λευ〉κοῦ † περιλαμβάνει ἢ τὸ λευκὸν εἶναι καὶ μὴ εἶναι μήτε ἁμάρτημα μήτε τὸ ζητούμενον λαμβάνεσθαι εἰς ἐξήγησιν τοῦ ζητουμένου. καὶ ἐνταῦθα οὖν οὐχ ἁπλῶς ἐρρέθη ὅτι ἐστὶ τὰ πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, ἀλλὰ πρόσκειται οἷς τὸ εἶναι ταὐτὸν τῷ πρός τί πως ἔχειν·2 τὸ γὰρ εἶναι τῶν πρός τί ἐστι τὸ σχέσιν ἔχειν πρὸς ἕτερον καὶ ἐκείνου, πρὸς ὃ λέγεται, ταὐτοῦ ὄντος τῇ σχέσει τῇ πρὸς ὃ λέγεται· τὸ γὰρ διπλάσιον, ἔστω δὲ καὶ τέσσαρα καὶ δύο, οὐ καθὸ τέσσαρά ἐστι τῶν πρός τι οὐδὲ τὰ δύο, ἀλλὰ καθὸ τὰ τέσσαρα τῶν δύο ἐν λόγῳ ἐστὶ διπλασίονι καὶ τὰ δύο τῶν τέσσαρα ἐν λόγῳ ἐστὶν ἡμίσει. τὰ οὖν πρός τί ἐστιν ἢ σχέσις ὑποκειμένων πρὸς ἄλληλα, οὐ κατὰ τὰ ὑποκείμενα τῇ σχέσει, οἷς οὐ τὸ εἶναι ταὐτόν ἐστι τῇ πρὸς ἄλληλα σχέσει· ἡ δὲ πρὸς ἄλληλα σχέσις τῶν πρός τι τὸ πρός τί πως ἔχειν ἐστίν. ταῦτα οὖν πρός τί ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πως ἔχειν πρὸς ἄλληλα.
提问者:那么请解释,他借由这一界说究竟意指什么。 回答者:许多事物一方面以某种方式实际存在,另一方面却以另一种方式被描绘;但必须作出区分并表明它应当具有何种描绘。例如,“白”一方面可以归于白性——因为我们称这种颜色为“白”——,另一方面也可以归于分有白性的物体;因为可以说“白色的物体”。那么,如果有人说白是“穿透视力的颜色”,而另一个人不是就白性、而是就物体来理解这句话,那么[说物体是]穿透视力的颜色就是某种荒谬之事。因此便有了一种修正:白就其为白而言,乃是穿透视力的颜色,而不是就白性偶然属于它的那个东西——即物体——而言;从而在白自身的定义中,包含着白的存在,这既不是一种错误,也不是把所探求者拿来解释所探求者本身。因此在这里,也并非单单说关系者与“以某种方式相对于某物而存在”是同一回事,而是附加了“对于那些事物而言,存在与以某种方式相对于某物而存在是同一回事”。因为关系者的存在就在于具有相对于他物的关系,并且就其所朝向言说的对象而言,它与所朝向言说的关系是同一的。因为“双倍”——假定是四与二——并非就其为四而言属于关系者,二也非就其为二而言,而是就四相对于二是处于双倍的比率之中,二相对于四是处于一半的比率之中而言。因此,关系者是基底彼此之间的关系,而不是按照关系所依据的基底本身而言的,因为对于基底而言,存在并不与其彼此之间的关系是同一回事;而关系者彼此之间的关系就是“以某种方式相对于某物而存在”。因此,凡是存在与其彼此之间以某种方式存在是同一回事的事物,就是关系者。
Ἐ. Σαφῶς εἰπέ, τί ποτε λέγεις. Ἀ. Φημὶ ὅτι βούλεται λέγειν, τὰ πρός τί ἐστι μὲν ὑπό τινων ὑποκειμένων ὑφιστάμενα, οὐ μὴν καθὸ ὑπόκειται τὰ ὑποκείμενά ἐστι πρός τι, ἀλλὰ καθὸ τὰ ὑποκείμενα κατὰ σχέσιν τὴν πρὸς ἄλληλα πλεονεκτοῦντα φαίνεται·3 τὰ γὰρ τέσσαρα πρὸς τὰ δύο σχέσει πλεονάζει, ὅταν τὰ μὲν διπλάσια ῥηθῇ, τὰ δὲ ἥμισυ. οὐ γὰρ μόνον τὰ τέσσαρα τέσσαρα καλεῖται, ἀλλὰ καὶ διπλάσια πλεονάσαντα ταύτῃ τῇ προσηγορίᾳ, καθὸ λόγος ἐπ’ αὐτῶν θεωρεῖται ὁ τοῦ διπλασίου, καὶ τὰ δύο, καθὸ ἥμισυ λέγεται, καθὸ δὲ λόγου μετέχει τοῦ διπλασίου καὶ τοῦ ἡμίσεως, εἰσὶ πρός τι. ὁ δὲ λόγος ἐπὶ δυοῖν σχέσιν ἐχόντων πρὸς ἄλληλα θεωρεῖται.
提问者:请清楚地说出,你究竟是什么意思。 回答者:我的意思是,他想要说的是:关系者固然由某些基底所支撑而存在,但并非就基底作为基底而言它们是关系者,而是就基底按照彼此之间的关系显现出具有附加的规定而言。因为四相对于二在关系上具有附加的规定,这时前者被称为“双倍”,后者被称为“一半”。因为四不仅被称为四,而且也被称为“双倍”,通过这一称谓而具有附加规定,这乃是就双倍的比率在它们之上被考察而言,二就其被称为“一半”而言〔亦然〕;而就它们分有双倍和一半的比率而言,〔它们〕是关系者。而比率是在具有彼此关系的两者之上被考察的。
Ἐ. Ἀλλὰ πῶς καὶ ὁ πρότερος λόγος οὐ τὸ αὐτὸ παρίστησιν; Ἀ. Ὅτι παρακολούθημα μὲν παρίστη παρακολουθοῦν τὰ πρός τι, τί δέ ἐστιν, οὐκ ἀπεδίδου· εἰ μὲν γάρ τί ἐστι πρός τι, πρός τι πάντως καὶ τινὸς λέγεται, οὐ μὴν εἰ τινὸς λέγεται, πάντως ἂν εἴη καὶ πρός τι· ἐπὶ πλέον γὰρ τὸ τινὸς εἶναι.4 οἷον * * * θνητόν, πάντως τοῦτο ἄνθρωπος, καὶ ὁμοίως ἐπὶ τοῦ λογικοῦ. διὸ καὶ εἴ τι μὲν τῶν πρός τι, πάντως τοῦτο τινός, οὐκ ἔτι δὲ εἴ 〈τι〉 τινός ἐστι, πάντως τοῦτο πρός τι. δι’ ἣν αἰτίαν πολλὰ τῶν οὐ πρός τι περιελάμβανεν ἐν τοῖς πρός τι, ὡς ἂν δὴ τοῦ τινὸς εἶναι ἀποδοθέντος μόνοις τοῖς πρός τι εἶναι. ἀλλ’ ὁ δεύτερος λόγος οὐ τούτῳ ἐπερείδεται τῷ τινὸς εἶναι, καὶ ἐν τῇ σχέσει τινῶν τῶν πρός τι ἄλληλα τὸ εἶναι ἔχειν τὰ πρός τι· οἷον γὰρ μέσον τί ἐστιν τῶν ὑποκειμένων ἡ σχέσις, καθ’ ἣν ὑφίσταται τὰ πρός τι, πλεονάζουσα παρὰ τὰ ὑποκείμενα οὐκ ἄλλῳ τινί, ἀλλὰ τῷ μηνύειν ποιάν τινα συνάφειαν αὐτοῖς πρὸς ἄλληλα ἐπιθεωρουμένην, καθὸ τούτοις καλεῖται τοῖς ὀνόμασιν. ἵνα δὲ μὴ δοκῇ αὐτὸ τοῦτο ὑπογραφῆς ἀξιούμενον λαμβάνεσθαι εἰς τὴν αὐτοῦ ὑπογραφήν, ἠξίουν τινὲς οὕτως ὑπογράφειν· ‘οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ὁτιοῦν πως ἔχειν’, ἢ ὡς Ἀνδρόνικος, ‘οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ἕτερόν πως ἔχειν, ἐκεῖνά ἐστι πρός τι’.
提问者:但是先前的表述为何没有表明同样的事情呢? 回答者:因为它虽然表明了伴随关系者的附随属性,却没有界定它是什么。因为如果某物是关系者,它无论如何都会相对于某物且被称为属于某物;然而如果某物被称为属于某物,却并非无论如何都必然是关系者;因为“属于某物而存在”的外延更为宽广。例如,[凡有死者]未必无论如何都是人,在理性的情况上也类似。因此,即使凡是属于关系者都无论如何是属于某物的,但若某物属于某物,这却不再无论如何都是关系者。由于这个缘故,先前的表述把许多不属于关系者的事物包含在关系者之中,仿佛“属于某物而存在”仅仅被赋予给关系者的存在似的。但是第二种表述并不依凭于这一“属于某物而存在”,而是依凭于关系者在某些事物彼此的关系中具有其存在。因为关系可以说乃是诸基底之间的某种中间物,关系者依凭它而存在,并且它超出基底之外而具有附加规定,并非由于别的任何东西,而仅仅是由于它指示了在它们彼此之间所观察到的某种结合,只要它们是用这些名称来称呼的。为了不让人觉得被要求描绘的这个对象本身被纳入到自身的描绘之中,有些人主张这样描绘:“凡是存在与以某种方式相对于无论何物而存在是同一回事者”;或者如安德罗尼柯所说:“凡是存在与以某种方式相对于他物而存在是同一回事者,那些就是关系者”。
- 3.5.73ἄτοπόν τι . . . χρῶμα διακριτικὸν ὄψεως
此处手稿存在脱文。根据前文的条件从句“如果就物体来理解”,逻辑上需要补出“物体(τὸ σῶμα)”作为表语“穿透视力的颜色”的主语,即“[物体是]穿透视力的颜色乃是某种荒谬之事”。
- 3.5.73οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν
与格关系代名词 οἷς 表示所属,指代省略的先行词,意为“对于那些事物而言,其‘存在’与‘以某种方式相对于某物而存在’是同一回事”。波菲利分析指出,这一从句的限定在构词上避免了将所定义项直接等同于定义的循环。
- 3.5.74καθὸ τὰ ὑποκείμενα κατὰ σχέσιν τὴν πρὸς ἄλληλα πλεονεκτοῦντα φαίνεται
分词 πλεονεκτοῦντα 作为补语分词与 φαίνεται 连用。动词 πλεονεκτεῖν 与 πλεονάζειν 在此不仅指数量上的超出,更指基底在基本规定之外“获得了关系所赋予的附加属性或规定”。
- 3.5.75ἐπὶ πλέον γὰρ τὸ τινὸς εἶναι
介词短语 ἐπὶ πλέον 是表示外延或范围“更广”、“涵盖更多”的习惯用法。此句指出“属于某物而存在”(由所有格表达的关系)在外延上大于“作为关系者”,两者的包摄关系是单向的。
