- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:122.29-124.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
紧接着第一实体及其部分,回答者阐明第二实体自身虽非关系者,但其普遍部分(如头、手)在第一种定义下必然沦为关系者。为了消除这一荒谬推论,引出了亚里士多德对关系者的新定义(存在即与相对于某物相关者),以及提问者对其涉嫌循环同义反复的质疑。
Ἐ. Ἀλλ’ ὅτι μὲν οὐχ οἷόν τε εἰπεῖν ἐστι πρός τι τὰς ἀτόμους οὐσίας οὐδὲ τὰ μέρη αὐτῶν, διὰ τούτων ἀπέδειξας. ἐπίδειξον οὖν καὶ ἐπὶ τῶν δευτέρων οὐσιῶν αὐτῶν τε καὶ τῶν μερῶν αὐτῶν αὐτὸ τοῦτο συμβαῖνον. Ἀ. Ἐπὶ μὲν οὖν τῶν δευτέρων οὐσιῶν δείξαιμ’ ἂν τὸ αὐτὸ τοῦτο συμβαῖνον, οἷον ὁ ἄνθρωπος, ὃν κοινῶς κατηγοροῦμεν ἄνθρωπον, οὐ λέγεται τινὸς ἄνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς οὐδὲ τὸ ξύλον τινὸς ξύλον, ἀλλ’ εἰ ἄρα, κτῆμα. ὅτι δὲ ἕτερόν ἐστι τούτων ἑκάστῳ τὸ εἶναι ἀνθρώπῳ ἢ βοῒ ἢ ξύλῳ,1 καὶ ἕτερον τὸ κτῆμα εἶναι δῆλον.
提问者:不可分的个体实体及其部分不能被称为关系者,你已经通过这些论证表明了。那么请你证明,在第二实体自身及其部分上,也同样会出现这种情况。 回答者:在第二实体上,我可以证明同样的情况发生:例如我们普遍述说为人的“人”,不会被称为“某人的人”,同样“牛”也不会被称为“某人的牛”,“木头”也不会被称为“某人的木头”——即使说,也不过是作为“财产”。而对它们中的每一个而言,作为人、作为牛或作为木头是一回事,作为财产则是另一回事,这是显而易见的。
Ἐ. Ἀλλ’ ὅτι μὲν τῶν τοιούτων οὐδὲν † ἤτοι αὐτὰ τῶν πρός τί ἐστιν, ἀπέδειξας· δεῖξον οὖν καὶ ἐπὶ τῶν μερῶν τῶν δευτέρων οὐσιῶν, εἰ μὴ τῶν πρός τι αὐτοῖς εἶναι συμβήσεται, καθόσον τῶν δευτέρων οὐσιῶν ἐστιν μέρη. Ἀ. Ἀλλ’ οὐκ ἔστι μοι τοῦτο ὑποδεῖξαι δυνατόν.
提问者:这类事物绝不属于关系者,你已经证明了;那么对于第二实体的部分,就它们是第二实体的部分而言,请你证明是否也不会出现它们属于关系者的情况。 回答者:但这对我来说是不可能证明的。
Ἐ. Διὰ τί; Ἀ. Ὅτι ἡ κεφαλὴ καθόσον κεφαλὴ τινός ἐστι κεφαλή, ὥσπερ καὶ τὸ πηδάλιον τινός ἐστι πηδάλιον· κοινῶς δὲ ἡ κεφαλὴ λεγομένη κοινῶς ἂν εἴη τινὸς κεφαλή, τοῦ κεφαλωτοῦ δηλονότι, καὶ ἡ χεὶρ χειροδότου ἂν εἴη χείρ· εἰ δὲ πρός τί ἐστιν ἐκεῖνα ἅπερ αὐτὰ ἃ ἐστιν ἑτέρων λέγεται, τὰ μέρη πάντα τῶν δευτέρων οὐσιῶν ἑτέρου λεγόμενα τῶν πρός τι ἂν εἴη· λέγεται γὰρ κεφαλὴ εἶναι τοῦ κεφαλὴν ἔχοντος καὶ ἡ χεὶρ καὶ ὁ ὀφθαλμὸς καὶ ἡ ῥὶν καὶ ὁ πούς, ὅσα κοινῶς λέγεται, τινὸς ἂν ῥηθείη εἶναι καὶ αὐτὰ ἅπερ ἐστὶ τὰ μέρη τοῦ ὅλου λέγεται εἶναι μέρη.2 ὥστε τὰ μέρη τῶν δευτέρων οὐσιῶν κατὰ τὸν ἀποδοθέντα ὅρον τῶν πρός τι ἔσται πρός τι.
提问者:为什么? 回答者:因为头就其为头而言是“某物的头”,正如舵是“某物的舵”一样;普遍言说的头将普遍是某物的头,显然是“有头者”的头,而手将是“有手者”的手。如果关系者正是那些在其所是本身上被称为属于他物者,那么第二实体的所有被称为属于他者的部分就都将属于关系者;因为头被称为属于拥有头者,而手、眼、鼻、脚,凡是普遍言说的,都将被说成是属于某物的,并且这些恰好是部分的事物本身就被称为是整体的“部分”。因此,第二实体的各部分按照所给出的关系者的定义,就将是关系者。
Ἐ. Ἔστι γὰρ εἴδη καὶ γένη τῶν μερῶν τῆς οὐσίας; Ἀ. Ναί.
提问者:难道实体的各部分也有种和属吗? 回答者:是的。
Ἐ. Πῶς; Ἀ. Ἡ γάρ τις χεὶρ ἔχειν ὀφείλει εἶδος καὶ γένος, εἶδος μὲν τὴν χεῖρα, γένος δὲ τὸ μέλος. δεύτεραι οὖν οὐσίαι καὶ αὗται, ἡ χεὶρ καὶ ὁ πούς· ἀλλὰ χεὶρ τινὸς χείρ καὶ ὁ ποὺς τινὸς πούς· τῶν πρός τι ἄρα.
提问者:怎么会有? 回答者:因为某个具体的手必定有种和属:种是“手”,属是“肢体”。因此手和脚这些也是第二实体;但手是某人的手,脚也是某人的脚;所以它们属于关系者。
Ἐ. Ἀλλ’ ἐπεὶ ἄτοπον τῶν πρός τί τινας παραδέξασθαι τῶν οὐσιῶν, τί πεποίηκεν ὁ Ἀριστοτέλης; Ἀ. Παραιτησάμενος τὴν προτέραν ὑπογραφὴν ἑτέραν ἀποδίδωσιν αὐτοῖς.
提问者:但是既然承认某些实体属于关系者是荒谬的,那么亚里士多德做了什么? 回答者:他放弃了先前的简要描绘,而给它们提供了另一个描绘。
Ἐ. Τίνα ταύτην; Ἀ. Πρός τι εἶναι, φησίν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τι πως ἔχειν.
提问者:这另一个是什么? 回答者:他说,对于那些事物而言,“存在”与“以某种方式相对于某物而存在”是同一回事,那些事物就是关系者。
Ἐ. Ἀλλὰ ἀσαφὴς ἡ ὑπογραφὴ καὶ δι’ αὐτοῦ γε τοῦ ζητουμένου ἀποδιδομένη. Ἀ. Διὰ τί;
提问者:但这一定义描绘是不明晰的,而且是通过所探求者本身给出的。 回答者:为什么?
Ἐ. Ὅτι ζητουμένου, τίνα ἐστὶ πρός τι, † ἀποδεδωκότος πρός τι εἶναι ἐκεῖνα, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τι αὐτοῖς εἶναι· ἀσαφής τε γὰρ ἡ ἀπόδοσις ζητουμένου, τίνα τὰ πρός τι, λέγειν ὅτι τὰ πρός τί ἐστι τὰ πρός τι καὶ δι’ αὐτοῦ τοῦ ζητουμένου τὴν ἀπόδοσιν ἔχειν. Ἀ. Ἀλλ’ οὕτως μέν σου ἐπισύραντος3 τὴν ἀπόδοσιν φανήσεταί σοι ὀρθῶς ἀποδιδομένη καὶ ἀλείπτως.
提问者:因为在探求何为关系者时,他却界定说,关系者就是那些对于它们而言“存在”与“相对于某物而存在”是同一回事的事物;因为在探求什么是关系者时,却在界说中说关系者就是关系者,并借由所探求者本身来构成界说,这是不明晰的。 回答者:虽然你把这一定义粗略地牵扯过去,但[仔细考察]你就会发现它是给出得正确且无懈可击的。
- 3.5.64τὸ εἶναι ἀνθρώπῳ ἢ βοῒ ἢ ξύλῳ
带与格(ἀνθρώπῳ 等)的 τὸ εἶναι 结构,表示亚里士多德式的本质定义(“作为人/牛/木头之所是”)。与后文用宾格表示述词的“作为财产(τὸ κτῆμα εἶναι)”形成对比。
- 3.5.66καὶ αὐτὰ ἅπερ ἐστὶ τὰ μέρη τοῦ ὅλου λέγεται εἶναι μέρη
句子的核心结构是 τὰ μέρη λέγεται εἶναι μέρη τοῦ ὅλου(“各部分被称为是整体的‘部分’”),在主语 τὰ μέρη 上同格插入了 αὐτὰ ἅπερ ἐστί(“恰就其所是而言”),以此说明它满足了关系者定义的要求。
- 3.5.72ἐπισύραντος
动词 ἐπισύρω(潦草拖曳、草率概括)的属格独立结构(σου ἐπισύραντος),指提问者草率地将定义简化为“关系者就是关系者”并发起攻击的态度。
