- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:121.13-122.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对关系者所给出的暂定界说(相对于他者而被言说者)会导致手、脚等实体的部分归入关系者这一疑难,波菲利通过对实体的划分论证了个体实体及其部分都不属于关系者。
Ἐ. Διὰ τί οὖν προσέθηκεν τὸ ἢ ἐπ’ οὐδενός; Ἀ. Ὅτι μήποτε καὶ ταῦτα ἦν ἐν τῇ φύσει, τὰς δὲ ἐπιστήμας ὕστερον ἔλαβον.
提问者:那么他为何加上了“或根本没有”? 回答者:因为这些事物或许也曾存在于自然之中,而[人们]只是后来才获得了关于它们的知识。
Ἐ. Αἰσθήσεως οὖν μὴ οὔσης πῶς φὴς καὶ τὸ αἰσθητὸν μὴ εἶναι; Ἀ. Ὅτι φέρε αἰσθήσεως μὴ οὔσης μέλι μέν ἐστιν γευστόν, αἰσθητὸν δὲ οὐκ ἔστι, καὶ λευκὸν μὲν ἔσται, ὁρατὸν δὲ οὐκ ἔσται ὁράσεως μὴ οὔσης.
提问者:那么在感觉不存在时,你为何说可感者也不存在? 回答者:因为假设在感觉不存在时,蜂蜜固然是可尝的,但不是可感对象;白固然将存在,但在视觉不存在时,它不会是可见对象。
Ἐ. Ἑξῆς ὁ Ἀριστοτέλης τίνα τούτοις ἐπάγει ζητήματα; Ἀ. Λέγω ὅτι εἰ κατὰ τὸν δοθέντα οἷον ὁρισμὸν ἀποδοθῇ τὰ πρός τι, ἔσται τινὰ τῆς οὐσίας τῶν πρός τι.
提问者:接下来,亚里士多德就此引出了什么疑难? 回答者:我说,如果按照所给出的准定义来界定关系者,实体中的某些事物就将属于关系者。
Ἐ. Διὰ τί οἷον ὁρισμὸν εἴρηκας, καὶ τίνα τοῦτον 〈φῄς〉; Ἀ. Οἷον μὲν ὁρισμὸν ἔφην, ἀλλ’ οὐχ ὁρισμόν, ὅτι τῶν ἀνωτάτων οὐκ ἔστιν ὅρους ἀποδοῦναι, ἀνώτατα δὲ γένη τὰ ταῖς κατηγορίαις ὑποπίπτοντα. οἷον δὲ ὅρος τῶν πρός τι ἀπεδόθη τὸ εἶναι τὰ πρός τι ἐκεῖνα, 〈ἃ〉 ἅπερ ἐστὶν ἑτέρων λέγεται.1 κατὰ δὲ ταύτην τὴν ὑπογραφὴν ἔσονταί τινες οὐσίαι τῶν πρός τι.
提问者:你为何称其为“准定义”,且你所说的这个准定义是什么? 回答者:我说它是“准定义”而非“定义”,是因为不可能对最高者给出定义,而归入范畴的事物正是最高的类。而作为关系者的准定义所给出的,是关系者乃是那些“恰就其所是而言被称为属于他者”的事物。但按照这一简要描绘,某些实体将属于关系者。
Ἐ. Τί οὖν ἄτοπον; Ἀ. Ὅτι τὸ μὲν πρός τι συμβεβηκός ἐστιν, ἡ δὲ οὐσία οὐδαμῶς συμβεβηκός. εἰ οὖν τῶν πρός τί τινες ἔσονται κατ’ αὐτὸ ὅ εἰσιν οὐσίαι, ἔσται ἡ οὐσία καθόσον οὐσία τῶν συμβεβηκότων.
提问者:那么这有什么荒谬之处? 回答者:因为关系者是偶性,而实体决不是偶性。因此,如果在其实际所是上作为实体的事物中,某些事物将属于关系者,那么实体就其为实体而言就将属于偶性了。
Ἐ. Πῶς οὖν τοῦτο ἐπιδείξεις; Ἀ. Εἰ γὰρ τὸ πρός τι τοιοῦτόν ἐστιν, ὃ πρός τι ἕτερον λέγεται, ἔστι δὲ χεὶρ ἀνθρώπου πρός τι ἕτερον λεγομένη, γενήσεται ἡ χεὶρ τῶν πρός τι. ὡσαύτως δὲ καὶ ὁ ποὺς καὶ ὁ ὀφθαλμὸς καὶ τὰ ἄλλα μέρη, ἐξ ὧν ἕκαστος ἡμῶν συνέστηκεν.
提问者:那么你将如何证明这一点? 回答者:因为如果关系者是就相对于另一事物而被言说的那类事物,而人的手是就相对于另一事物而被言说的,那么手就将属于关系者。脚、眼以及我们每个人由之构成的其他部分亦是如此。
Ἐ. Καὶ τί οὖν ἄτοπον; Ἀ. Ὅτι εἰ τὰ μέρη τῶν οὐσιῶν μὴ ἔστιν οὐσίαι, καὶ τὸ ὅλον οὐκ ἔστιν οὐσία· τὸ γὰρ μὴ ἐξ οὐσιῶν συγκείμενον, οὐδὲ αὐτὸ ἔσται οὐσία. τούτου δὲ οὐδὲν ἀτοπώτερον γένοιτο. ἢ τὸν ὁρισμὸν οὖν τὸν ἀποδοθέντα διορθωτέον ἢ ἐάν περ τοῦτον ὡς ὑγιῶς ἔχοντα ἐάσωμεν, χαλεπὸν τὸ δεῖξαι ὅτι οὐδεμία οὐσία τῶν πρός τί ἐστιν.
提问者:那么这又有什么荒谬之处呢? 回答者:因为如果实体的各部分不是实体,整体也就不是实体;因为不由实体组成的东西,其自身也不会是实体。而决不会有比这更为荒谬的事情了。因此,要么必须修正所给出的定义,要么如果我们放任这一定义为正确无误,就很难表明没有任何实体属于关系者。
Ἐ. Πῶς οὖν ἐπιδείξεις ὅτι ἔσται κατὰ τὴν ἀπόδοσιν τῶν πρός τι τῶν οὐσιῶν τι τῶν πρός τι; Ἀ. Διαιρῶν τοῦτον τὸν τρόπον τὰς οὐσίας· ἐρῶ γὰρ ὅτι ἤτοι τὴν ἄτομον οὐσίαν ἢ τὰ μέρη αὐτῆς λεκτέον τῶν πρός τι, ἢ τὴν κοινήν, τοῦτ’ ἔστι τὰ γένη καὶ τὰ εἴδη τῶν οὐσιῶν, ἢ τὰ μέρη τῶν εἰδῶν καὶ τῶν γενῶν ἢ οὐδὲν αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν πρώτων οὐσιῶν, τοῦτ’ ἔστι τῶν ἀτόμων, οὐκ ἔστιν εἰπεῖν ὅτι τῶν πρός τί ἐστί τις, οὐ χαλεπὸν δεῖξαι· ὁ γὰρ Σωκράτης οὐ λέγεταί τινός τις Σωκράτης·2 εἰ γάρ τις ἐρεσχελῶν θεοῦ λέγοι εἶναι τὸν Σωκράτην, ἀλλὰ καὶ ἀναστρέψας ἐρεῖ τὸν θεὸν Σωκράτους εἶναι θεόν, ὅπερ ἄτοπον· ἔσται γὰρ τοῦ λίθου καὶ τῶν τυχόντων οὐσιῶν ὁ θεός, καὶ οὐ μόνων τῶν λογικῶν ζῴων. ἔπειτα ὡς κτήματα εἴη ἂν τοῦ θεοῦ τὰ κατὰ μέρος τῶν ἐν κόσμῳ, ζητοῦμεν δὲ οὐχὶ ὡς τὰ κτήματα εἰ εἰσὶν οὐσίαι3 κτημάτων τινῶν, ἀλλ’ εἰ καθὸ οὐσίαι εἰσὶν τινῶν οὐσίαι αἱ οὐσίαι, ὅπερ οὐκ ἔστιν ἐπιδεῖξαι ἐπὶ τῶν ἀτόμων οὐσιῶν. ἀλλὰ μὴν οὐδὲ τὰ μέρη τῶν ἀτόμων οὐσιῶν εἴη ἂν τῶν πρός τι· οὐδὲ γὰρ ἡ τινὸς χεὶρ εἴη ἂν τινὸς χείρ, ὥστε εἰπεῖν ἂν ἡ τινὸς χεὶρ τινός τις χείρ ἐστιν, ἀλλὰ ἁπλῶς λέγομεν τινὸς χείρ. ἐπεὶ καὶ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή, ἀλλ’ οὐχὶ τινός τις κεφαλή.
提问者:那么你将如何证明按照关系者的界说,实体的某些事物将属于关系者? 回答者:是通过以如下方式划分实体:因为我将表明,必须说要么是不可分的个体实体或其部分属于关系者,要么是共同的实体——即实体的属和种——或种和属的部分属于关系者,要么它们全都不属于。首先,在第一实体——即个体实体——上不能说其中有任何一个属于关系者,要表明这一点并不困难;因为苏格拉底不会被称为“某人的某个苏格拉底”。因为即便有人诡辩称苏格拉底是神的,他换位之后也会说神是苏格拉底的神,而这是荒谬的;因为神就将是石头或任何偶然实体之神,而不仅仅是有理性动物之神了。其次,宇宙中的各个别事物作为神的财产或许可以属于神,但我们探究的并非是否如同财产一样存在着属于某些财产的实体,而是实体就其为实体而言是否是某些事物的实体,而在不可分的个体实体上是不可能证明这一点的。此外,不可分实体的部分也不可能属于关系者;因为某个人的手并不会是属于某个人的手,以至于人们可以说“某个人的手是属于某人的某只手”,相反我们只是单纯地说“某人的手”。因为头也被称为“某人的头”,而不是“某人的某只头”。
- 3.5.59〈ἃ〉 ἅπερ ἐστὶν ἑτέρων λέγεται
引用亚里士多德《范畴篇》6a36的表述。关系从句 ἅπερ ἐστίν(“恰就其所是而言”)起状语性插入作用,修饰主句动词 λέγεται,意指“在本质所是上”或“恰就其自身而言”。
- 3.5.63ὁ γὰρ Σωκράτης οὐ λέγεταί τινός τις Σωκράτης
不定代词 τινός(属格,“某人的”)与 τις(主格,“某个”)叠加使用。这构成了否定论证的核心:像苏格拉底这样的第一实体绝不会被表述为相对于某人而被指明的个别实体(“某人的某个苏格拉底”)。
- 3.5.63ζητοῦμεν δὲ οὐχὶ ὡς τὰ κτήματα εἰ εἰσὶν οὐσίαι κτημάτων τινῶν, ἀλλ’ εἰ καθὸ οὐσίαι εἰσὶν τινῶν οὐσίαι αἱ οὐσίαι
由 οὐχὶ... ἀλλ’...(“不是……而是……”)构成的对比句式。前半部分排除了“如财产那样,诸实体是否是某些财产的实体”,后半部分指出真正的探究问题在于“实体就其为实体而言,是否是某些事物的实体”。在后一个 εἰ 从句中,αἱ οὐσίαι 是主语,τινῶν οὐσίαι 是表语。
