- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:119.29-121.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德在《范畴篇》第7章中作为关系者看似不共存的反例所提出的知识与感觉,对话考察了婴儿、斯多亚学派的大火以及化圆为方等事例,进而指出在真理上通过区分潜能与现实以及永恒理智的存在,知识与可知者依自然而言依然是共存的。
Ἐ. Πῶς οὖν ἐπιστήμης μὴ οὔσης εἴη ἂν τὸ ἐπιστητόν, καὶ αἰσθήσεως μὴ οὔσης εἴη ἂν τὸ αἰσθητόν, καὶ ἔμπαλιν ὄντος ἐπιστητοῦ καὶ αἰσθητοῦ οὐ πάντως ἂν εἴη ἐπιστήμη καὶ αἴσθησις, δεῖξον. Ἀ. Λέγω ὅτι ὅτε κομιδῇ βρέφη ἐτυγχάνομεν ὄντες, οὐδεμίαν ἐπιστήμην εἴχομεν οὐδενός· τὰ δὲ ἐπιστητὰ ἀδύνατον μὴ εἶναι ἀεί· οὐδὲ γὰρ ἂν ἐλάβομεν μαθόντες καὶ παιδευθέντες ἐπιστήμην, εἰ μὴ ἦν αὐτά. ἀλλὰ μὴν καὶ εἴ τις φθείρειεν τὰ ζῷα, ὥσπερ φασὶν οἱ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἐκπυρώσει γίνεσθαι, αἴσθησις μὲν οὐκ ἔστιν ζῴου μὴ ὄντος, αἰσθητὸν μέντοι ἔσται· τὸ γὰρ πῦρ ἔσται. ὡμολόγηται δὲ καὶ τὰ μαθήματα ὅτι ὀψὲ εἰς τοὺς Ἕλληνας ἦλθεν, οἷον ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ καὶ ἡ ἀστρονομία· ἀλλ’ ὅμως ἦν ἐπιστητά, καίπερ τῶν Ἑλλήνων αὐτὰ μὴ ἐπισταμένων.
提问者:那么请表明,当知识不存在时可知者如何能够存在,当感觉不存在时可感者如何能够存在,以及相反,当可知者与可感者存在时,知识与感觉为何决不必然存在。 回答者:我说,当我们还是完全的婴儿时,我们对任何事物都不拥有任何知识;但可知者绝不可能并非始终存在;因为若它们先前不存在,我们通过学习和受教便不可能获得知识。此外,即使有人消灭了动物,正如斯多亚学派的人说在大化之火中发生的那样,当动物不存在时感觉固然不存在,然而可感者仍将存在;因为火仍将存在。而且人们也一致承认,各门学科传入希腊人那里是较晚的,例如几何学、算术与天文学;然而它们即便在希腊人尚未通晓它们时,也依然是可知者。
Ἐ. Ἂν δὲ καὶ μηδενὸς φιλοπονεῖν ἐθέλοντος ἀπόληται γεωμετρία, ἆρα διὰ τοῦτο οὐκ ἔστι τὰ γεωμετρικά; Ἀ. Οὐδαμῶς· ἐπεὶ καὶ ἐν τῇ μουσικῇ τὸ μὲν πάλαι τοῦ διεσιαίου διαστήματος ἤκουον οἱ μουσικοί, ὕστερον δὲ ἀμεληθείσης τῆς ἐναρμονίου μελῳδίας, καθ’ ἣν τὸ διεσιαῖον διάστημα ἐμελῳδεῖτο, οὐκέτι τοῦ τοιούτου αἴσθησίς ἐστι διαστήματος. καὶ δῆλον ὅτι ἐν τῇ φύσει ἐστὶ τὸ αἰσθητὸν τοῦτο διάστημα, εἰ καὶ ἡ αἴσθησις ἐκλέλοιπεν. Ἀριστοτέλης δὲ ἐπιστητοῦ μὲν ὄντος, ἐπιστήμης δὲ αὐτοῦ μὴ οὔσης μέμνηται τὸν τοῦ κύκλου τετραγωνισμόν.1 ἔστι δὲ τὸ τοιοῦτον ζήτημα, ὁποῖον ἐζητεῖτο παρὰ τοῖς παλαιοῖς, εἰ ὥσπερ τῶν ἄλλων σχημάτων ἔστι τοσοῦτον χωρίον περιλαβεῖν, ὅσονπερ ὁ κύκλος, οὕτως καὶ ἐπὶ τοῦ τετραγώνου. καὶ φαίνεται μὲν ὅτι ἔστι τις ἀπόδειξις, καθ’ ἣν ἔστι τετράγωνον σχῆμα κύκλῳ περιλαβεῖν ὥσπερ καὶ ἄλλα σχήματα, οὐχ εὕρηται δὲ πῶς, ἢ εἰ καὶ εὕρηται, ὥς φασί τινες, ἀλλ’ ἐπὶ Ἀριστοτέλους οὔπω εὕρητο. ὥστε ὄντος ἐπιστητοῦ τοῦ παραλαβεῖν τετράγωνον χωρίον κύκλῳ2 οὐδέπω ἡ ἐπιστήμη εὕρητο. ἐπεὶ καὶ τὸ τὰς ἐκλείψεις τοῦ ἡλίου καὶ τῆς σελήνης γνῶναι καὶ προειπεῖν ἔστιν μέν, ὥσπερ καὶ εὕρηται, πρὸ μέντοι Θαλοῦ οὐδέπω ἦν ὄντος τοῦ ἐπιστητοῦ. ἀλλὰ τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν ἀνέλοι ἂν καὶ τὴν ἐπιστήμην, ἐπιστήμη δὲ ἀναιρεθεῖσα οὐκ ἂν ἀνέλοι τὸ ἐπιστητόν. πρότερον ἄρα τὸ ἐπιστητόν, ὑστέρα δὲ ἡ ἐπιστήμη, πρός τι δὲ ὄντα, οὐχ ἅμα. ὥστε οὐκ ἐν πᾶσι τοῖς πρός τι εἴη ἂν τὸ ἅμα φύσει, ὥστε οὐδὲ ἴδιον ἂν εἴη τοῦτο τῶν πρός τι.
提问者:但如果由于没有人愿意辛勤钻研而使几何学消亡,几何学对象难道就因此不存在了吗? 回答者:绝非如此;因为在音乐中也是如此,古时音乐家们曾能听出微音程,但后来,随着唱出微音程的四分音调式被忽视,对此类音程的感觉便不复存在了。显然,即便感觉已经泯灭,这种可感音程依自然而言依然存在。亚里士多德提及化圆为方,便是作为可知者存在而对其的知识却不存在的例子。这一探究是古人所探究的那一类问题:是否如同在其它的图形上可以包含与圆同样大小的区域一样,在正方形上亦是如此。而且显然存在某种证明,依据它可以使正方形包含与圆等大的面积,正如其他图形一样,但如何做到尚未被发现;或者即使如某些人所说已经被发现,但在亚里士多德时代尚未被发现。因此,尽管以正方形取得与圆等大的区域作为一个可知者存在着,但对其的知识当时尚未被发现。因为认识并预报日食与月食固然是可能的,正如确实已经被发现的那样,然而在泰勒斯之前,虽然可知者存在,[知识]却尚未存在。另一方面,可知者若被消除,也会消除知识,但知识若被消除,却不会消除可知者。所以可知者在先,而知识在后,它们虽属关系者,却不同时。因此,依自然共存并不存在于所有的关系者之中,从而这也不会是关系者的特有属性。
Ἐ. Ἆρα οὖν κατ’ ἀλήθειαν οὕτως ἔχει; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ τὸ αἰσθητὸν καθὸ αἰσθητὸν μένει ἢ ἔστιν μὴ οὔσης αὐτοῦ αἰσθήσεως, οὐδὲ τὸ ἐπιστητὸν καθὸ ἐπιστητὸν μένει ἢ ἔστιν μὴ οὔσης αὐτοῦ ἐπιστήμης. ἀλλ’ εἰ μὲν ἔστιν ἐπιστητόν, δυνάμει ἔσται μὴ οὔσης αὐτοῦ ἐπιστήμης, ἐνεργείᾳ δὲ οὐκ ἔσται ἐπιστητόν, ἐὰν μὴ καὶ ἡ ἐπιστήμη ἡ αὐτοῦ. ἀλλ’ εἰ δυνάμει ἐστὶ ἐπιστητόν, ὅτι δύναται αὐτοῦ ἐπιστήμη γενέσθαι, δυνάμει ἂν εἴη καὶ ἡ ἐπιστήμη, ὅτι δύναται αὐτοῦ ἐπιστήμη εἶναι). μήποτε δὲ καὶ ἐν ἀνθρώποις μὴ εἴη ἐπιστήμη τινὸς ἐπιστητοῦ,3 ἀλλ’ ἐν τῇ φύσει ἐστὶν ἡ ἐπιστήμη πάντων τῶν ἐπιστητῶν νοῦ τοῦ ἀιδίου καὶ πάντα ἐπισταμένου τὰ ὄντα, καὶ ἀεὶ εἰς τοὺς ἀνθρώπους κάτεισιν ἡ τῶν πολλῶν ἐπιστήμη. ὥστε αἰσθητοῦ ὄντος ἔστι καὶ καθόλου αἴσθησις καὶ ἐπιστητοῦ ὄντος ἔστι καθόλου ἐπιστήμη, καὶ ἅμα τέ ἐστι τὰ πρός τι.
提问者:那么照真理而言果真如此吗? 回答者:绝非如此;因为可感者就其为可感者而言,在其感觉不存在时既不留存也不存在;可知者就其为可知者而言,在其知识不存在时也既不留存也不存在。相反,如果它是可知者,在关于它的知识不存在时,它将在潜能上存在,但若关于它的知识不同时存在,它在现实中就不是可知者。(但如果因为它能够产生关于它的知识而是在潜能上的可知者,那么因为能够存在关于它的知识,知识也将在潜能上存在)。而且,在人类之中或许并不存在对某一可知者的知识,但在自然中,由于存在认知一切实在的永恒理智,便存在着关于一切可知者的知识,且对众多事物的知识始终降临到人类之中。因此,当可感者存在时,普遍的感觉也存在,当可知者存在时,普遍的知识也存在,而关系者是共存的。
Ἐ. Ἀλλ’ ἐπεὶ ἔφη ὁ Ἀριστοτέλης τὸ ὡς ἐπὶ τὸ πολὺ προϋπαρχόντων πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν, ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην, ἐπὶ τίνων ἅμα ἡ ἐπιστήμη συνυφίσταται; Ἀ. Φημὶ ὅτι ἐπὶ τῶν ἀναπλασμάτων· ἅμα γὰρ τῷ ἀναπλάσαι χίμαιραν ὑπέστη ἅμα καὶ ἡ ἐπιστήμη τῆς χιμαίρας καὶ τὸ φάντασμα αὐτῆς, καὶ ὁ πρῶτος γράμματα διδάξας ἅμα τῇ ἐπιστήμῃ τῶν γραμμάτων εἰσήγαγεν τὰ γράμματα, καὶ ὁ ζωγραφίαν εὑρὼν πρῶτος ἅμα τῇ ζωγραφίᾳ εἰσήγαγε τὰς εἰκόνας.
提问者:但是,既然亚里士多德说过,我们在大多数情况下是在事物预先存在的前提下获得各门知识的,因为在极少数情况下或根本没有情况下人们能见到知识与可知者同时生成,那么在哪些事物上知识是同时并存的呢? 回答者:我说,是在虚构创作的事物上;因为在虚构出一只喀迈拉的同时,关于喀迈拉的知识及其表象便同时成立了;最先教授字母的人在具有关于字母的知识的同时引进了字母;最先发明绘画的人在具有绘画术的同时引进了肖像。
- 3.5.53μέμνηται τὸν τοῦ κύκλου τετραγωνισμόν
动词 μέμνηται 通常支配属格(意为“提及”、“忆及”),但在此处直接接宾格 τὸν τοῦ κύκλου τετραγωνισμόν 作其直接宾语,表示援引或提及某一论题作为例证。
- 3.5.53ὄντος ἐπιστητοῦ τοῦ παραλαβεῖν τετράγωνον χωρίον κύκλῳ
这是一个属格绝对结构,其逻辑主语是带有中性冠词的不定词短语 τοῦ παραλαβεῖν τετράγωνον χωρίον κύκλῳ(“取得与圆等大的正方形区域”),而 ἐπιστητοῦ 作为其表语(“……作为一个可知者存在着”)。
- 3.5.54μήποτε δὲ καὶ ἐν ἀνθρώποις μὴ εἴη ἐπιστήμη τινὸς ἐπιστητοῦ
连词 μήποτε 后接希求法动词 εἴη,构成表示委婉推测或谨慎主张的句式(“或许并不……”),后文的 ἀλλά 分句随即引出对比:即便人类不知,该知识仍存在于永恒理智之中。
