← 波菲利

亚里士多德《范畴篇》释义

§118.17-119.28

先后之定义与关系者的非对称性

波菲利从消除与存在的角度界定了与“共存”相对立的“先”与“后”。随后,他探讨了是否所有关系者依自然都是共存的,并借助可知者与知识、可感者与感觉的非对称性,引出依常理而言对象先于知觉和知识的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.46

Ἐ. Ἀλλ’ ἐπειδὴ ἀναγκαῖον ἡμᾶς μαθεῖν, τίνα μὲν πρότερα καὶ τίνα ὕστερα, ἀφ’ ὧν ἔξω τὰ ἅμα ἂν εἴη, λέγε τίνα μὲν τὰ πρότερα, τίνα δὲ τὰ ὕστερα. Ἀ. Ἀλλ’ ἐρεῖ μὲν καὶ περὶ τούτων ὁ Ἀριστοτέλης μετὰ ταῦτα. λεγέσθω δὲ καὶ νῦν, ἐπειδὴ καὶ τούτοις χρῆσθαι μέλλει ἐν τῇ θεωρίᾳ τῶν πρός τι.

提问者:但是,既然我们有必要知晓哪些是先者,哪些是后者——在其之外的才是共存者——那么请说明哪些是先者,哪些是后者。 回答者:亚里士多德在后文中也会谈及这些;但既然在考察关系者时他也将运用这些,现在也姑且说明一下。

§3.5.47

Ἐ. Εἰπὲ τοίνυν, τίνα αὐτῶν πρότερα καὶ τίνα ὕστερα. Ἀ. Εἰσὶν μὲν καὶ τῶν προτέρων καὶ τῶν ὑστέρων πολλαὶ διαφοραί· πολλαχῶς γὰρ καὶ ταῦτα λέγεται. ὁ δὲ νῦν ζητούμενος τρόπος ἐκεῖνος ἂν εἴη· λέγομεν γὰρ πρότερον ὃ συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, οἷον ἡ μονὰς τῆς δυάδος ἐστὶ προτέρα· μονὰς μὲν γὰρ ἀναιρεθεῖσα ἀναιρεῖ τὴν δυάδα, δυὰς δὲ ἀναιρεθεῖσα οὐκ ἀναιρεῖ τὴν μονάδα. ἐπεὶ οὖν ἡ μονὰς συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, προτέρα ἂν εἴη ἡ μονὰς τῆς δυάδος. κατὰ μὲν οὖν τὴν ἀναίρεσιν πρότερον τὸ ἀναιροῦν τοῦ μὴ συναναιροῦντος. κατὰ δὲ τὸ εἶναι οὗ ὄντος ἐξ ἀνάγκης τι εἶναι ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι ὕστερον τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι·1 δυάδος γὰρ οὔσης ἀνάγκη μονάδα εἶναι, μονάδος δὲ οὔσης οὐκ ἀνάγκη δυάδα εἶναι· ὑστέρα ἄρα ἡ δυὰς τῆς μονάδος. εἰ τοίνυν δυοῖν ὄντοιν θατέρου μὲν ὄντος οὐκ ἀνάγκη θάτερον εἶναι, θατέρου δὲ ὄντος ἀνάγκη θάτερον εἶναι, οἷον ἐπὶ οὐσίας καὶ συμβεβηκότος· συμβεβηκότος γὰρ ὄντος ἀνάγκη οὐσίαν εἶναι, οὐσίας δὲ οὔσης οὐκ ἀνάγκη συμβεβηκὸς εἶναι· προτέρα ἄρα ἡ οὐσία τοῦ συμβεβηκότος. ὥστε ἔμπαλιν ἔχει ἡ ἀναίρεσις πρὸς τὴν ὕπαρξιν· τὸ μὲν γὰρ συναναιροῦν καὶ μὴ συναναιρούμενον πρότερον, τὸ δὲ συνεισάγον καὶ μὴ συνεισαγόμενον ὕστερον ἐξ ἀνάγκης.

提问者:那么请说,它们中哪些是先者,哪些是后者。 回答者:先者与后者都有许多差别;因为这些也是以多种方式被言说的。但眼下所探讨的应该是这样一种方式:因为我们称那共同消除[他者]而不被[他者]共同消除的为先者,比如一对于二而言是先者;因为一被消除时便消除了二,但二被消除时却不消除一。因此,既然一共同消除而不被共同消除,一对于二而言就是先者。按消除而言,消除者先于不共同消除者;但按存在而言,与“其存在时并不必然有某物存在”相反,“其存在时必然有某物存在”的乃是后者;因为二存在时必然有一存在,但一存在时并不必然有二存在;所以二后于一。因此,如果存在两个事物,其中一者存在时并不必然有另一者存在,但另一者存在时必然有这一者存在——正如在实体与偶性上那样;因为偶性存在时必然有实体存在,但实体存在时并不必然有偶性存在——所以实体先于偶性。因此,消除与存在具有相反的关系;因为共同消除而不被共同消除的为先者,而共同带入而不被共同带入的必然为后者。

§3.5.48

Ἐ. Ἆρα οὖν πάντα τὰ πρός τι ἅμα τῇ φύσει; Ἀ. Κατὰ ἀλήθειαν μὲν πάντα, δοκεῖ δέ τισιν μὴ πάντα, ἐξ ὧν ὁ Ἀριστοτέλης κατὰ τὸ ἔνδοξον κατασκευάζει.

提问者:那么,所有的关系者依自然而言都是共存的吗? 回答者:照真理而言全都是,但在某些人看来并非全都如此,亚里士多德便是依据这些并照普遍接受的意见来构筑论证的。

§3.5.49

Ἐ. Εἰπὲ σαφέστερον, τί λέγεις. Ἀ. Ὁ Ἀριστοτέλης τῶν πρός τι τιθεὶς εἶναι τὴν ἐπιστήμην (ἔστιν γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν) καὶ ἐπὶ τῆς αἰσθήσεως οὔσης καὶ αὐτῆς τῶν πρός τι (ἔστιν γὰρ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ τὸ αἰσθητόν αἰσθήσει αἰσθητόν)· κειμένων οὖν τῶν πρός τι εἶναι τὴν ἐπιστήμην καὶ τὴν αἴσθησίν φησιν2 μήτε τὴν ἐπιστήμην ἅμα τῷ ἐπιστητῷ εἶναι μήτε τὴν αἴσθησιν ἅμα τῷ αἰσθητῷ πάντως. εἰ γὰρ ἅμα ἦν τὰ συνεισάγοντα ἄλληλα καὶ συναναιροῦντα, οὔτε δὲ τὸ αἰσθητὸν συνεισάγει τὴν αἴσθησιν οὔτε τὸ ἐπιστητὸν τὴν ἐπιστήμην οὔτε † ἀναιρουμένη ἡ ἐπιστήμη ἢ ἡ αἴσθησις ἀνῄρηται τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν,3 οὐκ ἂν εἴη ἄρα ἅμα οὔτε τὸ αἰσθητὸν τῇ αἰσθήσει οὔτε τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ.

提问者:请更清楚地说明你的意思。 回答者:亚里士多德设定知识属于关系者(因为知识是可知者的知识,而可知者通过知识而为可知者),在感觉上也是如此,感觉本身也属于关系者(因为感觉是可感者的感觉,而可感者通过感觉而为可感者);既然设定知识与感觉属于关系者,他说,知识决不必然与可知者共存,感觉也决不必然与可感者共存。因为,如果相互共同带入且相互共同消除的事物才是共存的,但可感者既不共同带入感觉,可知者也不共同带入知识,而且当知识或感觉被消除时,可知者或可感者并未被消除,那么,可感者既不与感觉共存,可知者也不与知识共存。

§3.5.50

Ἐ. Ἀλλ’ εἰ μὴ ἅμα, τί ἂν εἴη ἐπ’ αὐτοῖς; Ἀ. Ὅτι τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα.

提问者:但如果不共存,在它们身上会成立什么呢? 回答者:即有些是先者,有些是后者。

§3.5.51

Ἐ. Δεῖξον οὖν, πῶς οὐχ ἅμα. Ἀ. Ἴσως γὰρ δῆλον ἔσται, τινὰ μὲν πρότερα, τινὰ δὲ ὕστερα αὐτῶν, δι’ ὃ ἀνάγκη μὴ εἶναι αὐτὰ ἅμα. τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν, ἐὰν ἀναιρεθῇ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅμως μένει, τοῦ δὲ αἰσθητοῦ καὶ ἐπιστητοῦ ἀναιρεθέντος οὔτε ἡ αἴσθησις οὔτε ἡ ἐπιστήμη μένει. ὥστε οὐχ ἅμα διὰ τοῦτο τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν, ἀλλὰ πρότερον μὲν τὸ αἰσθητὸν αἰσθήσεως καὶ τὸ ἐπιστητὸν ἐπιστήμης.

提问者:那么请表明,它们为何不共存。 回答者:因为这或许会变得清楚:它们中有些是先者,有些是后者,正因如此它们必然不共存。即使知识与感觉被消除,可感者与可知者依然留存;但当可感者与可知者被消除时,感觉与知识都不复留存。因此,由此缘故,可感者与感觉、知识与可知者不是共存的,而是可感者先于感觉,可知者先于知识。

语法注3 条
  1. 3.5.47κατὰ δὲ τὸ εἶναι οὗ ὄντος ἐξ ἀνάγκης τι εἶναι ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι ὕστερον τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι

    此句语序极其复杂。其句法骨干为:κατὰ δὲ τὸ εἶναι, ἔμπαλιν [τούτου] οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι, ὕστερον [ἐστὶ] τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι(“依存在而言,与‘其存在时并不必然有某物存在’相反,‘其存在时必然有某物存在’的乃是后者”)。句首的 οὗ ὄντος ἐξ ἀνάγκης τι εἶναι 与后文对应构成了前置提示,实质主语是句末带冠词的关系分句 τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι,而 ὕστερον 为表语。

  2. 3.5.49Ὁ Ἀριστοτέλης τῶν πρός τι τιθεὶς εἶναι τὴν ἐπιστήμην ... κειμένων οὖν τῶν πρός τι εἶναι τὴν ἐπιστήμην καὶ τὴν αἴσθησίν φησιν

    这是一个破格语法(anacoluthon)句:句首主语 Ὁ Ἀριστοτέλης 带分词 τιθείς 开始,在中间插入带分词的介词短语(ἐπὶ τῆς αἰσθήσεως οὔσης...)和括号式说明后,又通过属格绝对分句 κειμένων οὖν τῶν πρός τι... 重新提起前提,最终才连接到主要动词 φησιν。整句骨架为“亚里士多德在设定知识与感觉属于关系者之后,说……”。

  3. 3.5.49† ἀναιρουμένη ἡ ἐπιστήμη ἢ ἡ αἴσθησις ἀνῄρηται τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν

    校勘本中此句带残损标记(crux)。由 οὔτε 引出,意在表达“当知识或感觉被消除时,可知者或可感者并未被消除”。主格分词及主语(ἀναιρουμένη ἡ ἐπιστήμη)在此松散地充当了相当于条件从句或属格绝对分词(ἀναιρουμένης τῆς ἐπιστήμης)的作用,根据上下文的论证逻辑,其义是一致且清晰的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:118.17-119.28