← 波菲利

亚里士多德《范畴篇》释义

§117.1-118.16

换位的适当指派与依自然共存

波菲利通过奴隶与主人的例子证明,只有当指派适当时才能成立换位,并强调名称不可过剩或不足而须对等。随后,他引出关系者的另一固有属性,即相互带入且相互消除的“依自然而共存”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.38

Ἐ. Τί ἄλλο πρὸς τοῦτο τεκμήριον ἔφη; Ἀ. Ὅτι ἐὰν μὴ οἰκείως ἡ ἀπόδοσις γένηται μηδὲ πρὸς αὐτὸ 〈ὃ〉 λέγεται, οὐκ ἀντιστρέφει, οὐδὲ 〈ἐπὶ〉 τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων1 καὶ ὀνόματα ἐχόντων κείμενα, ὡς ὁ δοῦλος καὶ ὁ δεσπότης· δούλου γὰρ δεσπότης· ἐὰν δέ τις μὴ πρὸς δεσπότην λάβῃ τὸν δοῦλον λέγεσθαι ἀλλὰ πρὸς ἄλλον, ἢ πρὸς δίποδα ἢ ὁτιοῦν τῶν τοιούτων, οὐκ ἀντιστρέφει· λεγέσθω γὰρ ὁ δοῦλος ἀνθρώπου δοῦλος, ἀλλ’ οὐκέτι ἄνθρωπος δούλου ἄνθρωπος ῥηθήσεται.

提问者:对此他还说了什么其他证据? 回答者:如果不作恰当的指派,也不相对于它所被言说的那个事物本身进行指派,那么它就不会换位,甚至〈在〉那些公认相对于换位者而被言说且拥有确立名称的事物〈上〉也不会换位,比如奴隶与主人;因为[我们说]“奴隶的主人”。但如果有人把奴隶理解为不是相对于主人而被言说,而是相对于别的事物,或者相对于两足物,或者相对于任何诸如此类的事物而被言说,它就不会换位;因为设奴隶被称为“人的奴隶”,但人却不再会被说成是“奴隶的人”。

§3.5.39

Ἐ. Ποῖον ἄλλο ἔτι πρὸς τοῦτο κομίσαις ἂν τεκμήριον; Ἀ. Ὅτι ἐὰν μὲν οἰκείως ᾖ ἀποδεδομένον πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστίν, λειπομένου δὲ τούτου μόνου πρὸς ὃ ἀπεδόθη, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται. οἷον ὁ δοῦλος πρὸς δεσπότην λέγεται· ἐὰν τοίνυν περιέλῃς τὸ δίπουν, τὸ ἐπιστήμης δεκτικόν, τὸ θνητόν, τὸ ἄνθρωπον, μένῃ δὲ τὸ δεσπότην εἶναι, ἀεὶ ὁ δοῦλος πρὸς δεσπότην ῥηθήσεται. καὶ ἔμπαλιν ἐὰν μὲν τηρήσῃς πάντα, περιέλῃς δὲ τὸ δεσπότην, περιεῖλες καὶ τὸ δοῦλον εἶναι,2 κἂν ἄνθρωπος ᾖ, κἂν δίπους, κἂν ζῷον λογικὸν θνητόν· δεσπότου γὰρ μὴ ὄντος πρὸς οὐδὲν τῶν μεινάντων δοῦλος οἰκείως ῥηθήσεται. ὡσαύτως καὶ ἐπὶ ὄρνιθος ἐὰν περιαιρεθῇ τὸ εἶναι πτερωτόν, οὐδὲ τὸ πτερὸν ἔσται τῶν πρός τι μὴ ὄντος πτερωτοῦ ἐν τοῖς πράγμασιν.

提问者:对此你还能提供什么其他证据? 回答者:如果它是相对于其所被言说的对象作了恰当指派,那么即便所有其他偶性都被剥除,而唯独留下其所指派给的这一对象,它也总是会相对于它而被言说。例如,奴隶是相对于主人而被言说的;因此,如果你剥除“两足的”、“能接受知识的”、“可死的”、“人”,而唯独保留“作为主人”,奴隶就总是会相对于主人而被言说。反过来,如果你保留所有这些,却剥除了“主人”,那么即使他是人,即使是两足物,即使是理性的、可死的动物,你也同时剥除了“作为奴隶”;因为既然主人不存在,奴隶就不会恰当地相对于任何残留之物而被言说。同样,在鸟的例子中,如果“具翼的存在”被剥除,由于具翼者在实际事物中并不存在,翅膀也将不再属于关系者。

§3.5.40

Ἐ. Τί οὖν ἐκ τούτου συμβήσεταί σοι; Ἀ. Ὅτι δεῖ μὲν ἀποδιδόναι, πρὸς ἃ δήποτε οἰκείως λέγεται, ἀλλ’ ἐὰν μὲν ᾖ ὄνομα κείμενον, τῷ κειμένῳ χρῆσθαι, μὴ ὄντος δὲ ὀνοματοποιεῖν αὐτόν· οὕτω γὰρ ἀποδιδομένων φανερὸν ὅτι πάντα πρὸς ἀντιστρέφοντα ῥηθήσεται.

提问者:那么由此对你会有什么结论产生呢? 回答者:必须相对于无论什么其所恰当言说的对象来进行指派,如果已有确立的名称,就使用已确立的名称;如果没有,就必须自己造词;因为如果以这种方式进行指派,显然一切事物都会相对于换位者而被言说。

§3.5.41

Ἐ. Διὰ τί οὖν τοῦτο συμβαίνει; Ἀ. Ὅτι τὰ ἀντιστρέφοντα δεῖ ἐξ ἴσου εἶναι καὶ μήτε πλεονάζειν θάτερον μήτε ἐλλείπειν. ὅταν μὲν οὖν θάτερον πλεονάζῃ ὡς τὸ πτερὸν ὄρνιθος, θάτερον δὲ ἐλλείπῃ ὡς τὸ πηδάλιον τοῦ πλοίου, ἀμήχανον ἀντιστρέψαι ταῦτα, ἂν μὴ τὸ ἐπίσης αὐτὰ ἔχειν ἢ εὑρὼν τὸ ἐπίσης ὄνομα ἢ ποιήσας παράσχῃς.3

提问者:那么为什么会发生这种情况呢? 回答者:因为换位者必须是平等的,既不能一方过剩,也不能另一方不足。因此,当一方过剩如鸟的翅膀,而另一方不足如船的舵时,除非你或者通过找到平等的名称,或者通过造词,来使它们处于平等地位,否则就不可能将它们换位。

§3.5.42

Ἐ. Ἀλλ’ ἐπεὶ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι ἀπέδειξας εἶναι τῶν πρός τι, ἐάνπέρ τις οἰκείως ἀποδιδῷ πρὸς ἃ λέγεται τὰ πρός τι, τί ἄλλο ἴδιον τῶν πρός τι ἂν εἴη; Ἀ. Τὸ ἅμα τῇ φύσει λέγεσθαι.

提问者:但是,既然你已经证明,只要有人将关系者恰当地指派给它们所相对于言说的对象,相对于换位者而被言说就属于关系者,那么关系者还会有什么其他固有属性呢? 回答者:被称为依自然而共存。

§3.5.43

Ἐ. Δίδαξον ἡμᾶς τοῦτο. Ἀ. Αὐτὸς μὲν προϊὼν ἰδίᾳ περὶ τῶν ἅμα ποιήσεται διδασκαλίαν καὶ ποσαχῶς λέγεται παραστήσει. ἓν δὲ τῶν ἅμα ἐστὶ καὶ τὰ τῇ φύσει ἅμα εἶναι λεγόμενα, ἃ δὴ καὶ τοῖς πρός τί φησι προσεῖναι.

提问者:请将这个教导我们。 回答者:他自己在后文中将专门对“同时者”进行讲解,并阐明它有多少种说法。而在同时者中,有一种就是被称为依自然而共存的,而他正是说这也属于关系者。

§3.5.44

Ἐ. Τίνα οὖν ἐστὶ ταῦτα ἃ φῂς εἶναι ἅμα; Ἀ. Τὰ συνεισάγοντά τε ἄλληλα καὶ συναναιροῦντα· ὅταν γάρ τινα ἅμα συνεισάγῃ ἄλληλα ἢ συναναιρῇ, ἅμα ἂν εἴη ταῦτα.

提问者:那么你所说的共存的这些事物是什么? 回答者:是那些相互带入且相互消除的事物;因为当某些事物同时相互带入或相互消除时,这些事物就是共存的。

§3.5.45

Ἐ. Λέγε σαφέστερον ὃ λέγεις. Ἀ. Οἷον ὁ πατὴρ σὺν τῷ υἱῷ ἐστι πατήρ· σὺν τούτῳ γὰρ ἔχει τὸ εἶναι πατήρ, καὶ τότε γίνεταί τις πατήρ, ὅτε καὶ υἱός τις αὐτῷ γίνεται. συνεισάγει οὖν ὁ μὲν πατὴρ ἑαυτῷ υἱόν, ὁ δὲ υἱὸς ἑαυτῷ πατέρα. καὶ πάλιν υἱοῦ μὴ ὄντος οὐκ ἔστι πατήρ, οὐδὲ πατρὸς μὴ ὄντος υἱὸς οὐκ ἂν εἴη. οὐκοῦν ἐπειδὴ ὁ πατὴρ καὶ ὁ υἱὸς συνεισάγουσιν ἀλλήλους καὶ ἀναιρεθέντος θατέρου καὶ θάτερον ἀναιρεῖται, ἅμα ἂν εἴη τὰ τοιαῦτα φύσει. δοκεῖ δὲ τὰ πρός τι τοιαῦτα εἶναι πάντα εἰσάγειν τε ἄλληλα ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται4 καὶ ἀναιρεῖν ὁμοίως ἄλληλα. τοιαῦτα μὲν δὴ τὰ ἅμα τῇ φύσει.

提问者:请更清楚地说明你的意思。 回答者:例如,父亲是与儿子一同作为父亲的;因为与儿子一同他才具有作为父亲的存在,而且某人是在儿子为他产生的时候才成为父亲的。因此,父亲为自己带入儿子,儿子也为自己带入父亲。反过来,如果儿子不存在,就没有父亲;如果父亲不存在,也不会有儿子。因此,既然父亲与儿子相互带入,且消除了一方另一方也被消除,那么这类事物依自然就是共存的。而关系者似乎全都是这样的事物:凡是就其自身所是而言相对于其他事物被言说的,都相互带入,并且同样地相互消除。依自然而共存者正是这类事物。

语法注4 条
  1. 3.5.38οὐδὲ 〈ἐπὶ〉 τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων

    οὐδέ 起强调否定的作用(“甚至在……上也不……”),依存于主要动词 οὐκ ἀντιστρέφει。其后的属格短语与编者补出的前置词 ἐπί 一同表示适用范围。

  2. 3.5.39περιεῖλες καὶ τὸ δοῦλον εἶναι

    直陈式不定过去时 περιεῖλες 在条件句 ἐὰν περιέλῃς 的结句中,表示条件一旦满足则结果立即且必然成立(即刻不定过去时),意即“同时也剥除了作为奴隶”。

  3. 3.5.41ἂν μὴ τὸ ἐπίσης αὐτὰ ἔχειν ἢ εὑρὼν τὸ ἐπίσης ὄνομα ἢ ποιήσας παράσχῃς

    句法骨架为 ἂν μὴ παράσχῃς(“除非你提供”),其直接宾语为带定冠词的不定式短语 τὸ ἐπίσης αὐτὰ ἔχειν(“它们处于对等地位”)。分词短语 ἢ εὑρὼν ... ἢ ποιήσας 作为表示手段的状语分词修饰 παράσχῃς。

  4. 3.5.45ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται

    该表述呼应《范畴篇》第7章开篇对关系者的定义(6a36)。αὐτὰ ἅπερ ἐστίν 作表语修饰,意为“就其自身所是之物本身而言”,ἑτέρων 则是表示关系的属格,依存于 λέγεται(“相对于其他事物而被言说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:117.1-118.16