- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:115.17-116.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论关系者特有的换位性,说明即便在变格不一致或缺乏相应词汇的情况下,只要做出恰当的指派并通过造派生词,换位关系依然能够成立。
Ἐ. Τί οὖν τοῖς πρός τι ὑπάρχει ἴδιον, καθόσον εἰσὶν πρός τι. Ἀ. Τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι.
提问者:那么,关系者就其作为关系者而言,有什么固有属性属于它们呢? 回答者:相对于换位者而被言说。
Ἐ. Τί ἐστι τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι; Ἀ. † Τὰ πρὸς ἃ λέγεται τὰ πρῶτα,1 ὁμοίως καὶ τὰ δεύτερα λέγεσθαι πρὸς τὰ πρῶτα. οἷον εἰρήσθω ὁ πατὴρ πρῶτος, ὁ δὲ υἱὸς δεύτερος, καὶ ἔστω ὁ πατὴρ υἱοῦ πατήρ· οὐκοῦν ἀντιστρέψωμεν καὶ τὸν υἱὸν προτάξωμεν, καὶ ἔστι καὶ ὁ υἱὸς πατρὸς υἱός.
提问者:相对于换位者而被言说是指什么? 回答者:第一者相对于何者被言说,第二者也同样相对于第一者而被言说。例如,设父亲被称为第一者,儿子被称为第二者,且设父亲是儿子的父亲;那么我们就进行换位并将儿子置于前,而儿子也是父亲的儿子。
Ἐ. Ἆρα οὖν πάντα οὕτως ἔχει; Ἀ. Πάντα μὲν κατ’ ἐπίνοιαν, οὐ πάντα δὲ κατ’ ἐκφώνησιν. ἀλλὰ τὰ μὲν κατὰ τὰς αὐτὰς πτώσεις ἔχει ἀντιστρέφοντα τοῖς πρώτοις λεγομένοις, ὡς ὁ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός· ἐπ’ ἀμφοῖν γὰρ πρὸς γενικὴν πτῶσιν γέγονεν ἡ προφορά. τὰ δὲ οὐ πρὸς τὰς αὐτὰς πτώσεις, ὡς ἤδη ἔδειξεν· αἴσθησις μὲν γὰρ αἰσθητοῦ αἴσθησις πρὸς γενικὴν ἐρρέθη πτῶσιν, τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν πρὸς δοτικὴν τὸ ἀντιστρέφον συνετάχθη.2 τινὰ δὲ κατ’ ἐκφορὰν οὐκ ἐπιδέχεται, πρὸς ὃ λέγεται. οὐ λέγομεν γὰρ μέγα μικροῦ μέγα οὐδὲ μικρὸν μεγάλου μικρόν. ταῦτα δὲ εἴρηται πρότερον.
提问者:那么,所有事物都是如此吗? 回答者:在思维上全都是如此,但在语词发声上并非全都是如此。相反,有些事物按照相同的格拥有与首先被言说者相换位者,如父亲是儿子的父亲,儿子是父亲的儿子;因为在这两处,言说都是相对于属格而成立的。但另一些事物则并非相对于相同的格,正如他先前已经指出的那样;因为感觉被说成是相对于属格的“可感觉者的感觉”,而与之换位的“可感觉者凭感觉而是可感觉的”则是与与格相搭配构成的。而有些事物在表达上并不接纳其所相对于言说者;因为我们不说“小的的大”,也不说“大的的小”。而这些在前面已经讲过了。
Ἐ. Ἆρα οὖν τοῦτο ἁπλῶς καὶ ὡς ἔτυχεν γένοιτ’ ἄν; Ἀ. Οὐδαμῶς.
提问者:那么,这是可以单纯且随意地发生的吗? 回答者:绝不是。
Ἐ. Ἀλλὰ τί δεῖ παραφυλάττειν; Ἀ. Τὸ οἰκείως ποιεῖσθαι τὴν ἀπόδοσιν, πρὸς ὃ ἂν ἀποδοθῇ.
提问者:那么必须注意什么呢? 回答者:无论它被指派给何物,都要适当地进行指派。
Ἐ. Τί δὲ τοῦτό ἐστιν; Ἀ. Οἷον τὸ πτερὸν ἂν εἴπωμεν ὄρνιθος εἶναι πτερόν, ὑγιῶς μὲν λέγομεν, οἰκείως δὲ οὔ. διὸ οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ λέγομεν ὄρνις πτεροῦ. αἴτιον δὲ οὐ τὸ ἀντιστρέφειν, ἀλλὰ τὸ τὸ πρῶτον οἰκείως μὴ ἀποδεδόσθαι·3 τὸ γὰρ πτερὸν οὐ καθὸ ὄρνιθός ἐστι λέγεται πτερόν, ἀλλὰ καθὸ πτερωτοῦ. διὸ ἂν οὕτως ἀποδῷς τὸ πτερὸν πτερωτοῦ πτερόν, ἀντιστρέφει· καὶ γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν· πολλῶν γὰρ καὶ ἄλλων ἐστὶ πτερά, ἃ οὐκ ἔστιν ὄρνιθες, μελισσῶν, σφηκῶν, ἀκρίδων, τεττίγων καὶ μυρίων ἄλλων.
提问者:这又是指什么? 回答者:例如,如果我们说翅膀是“鸟的翅膀”,我们说得固然健全,却并不恰当。因此它不能换位;因为我们不再说“翅膀的鸟”。其原因不在于换位本身,而在于第一者没有被恰当地指派;因为翅膀被称为翅膀,不是就其属于鸟而言,而是就其属于具翼者而言。因此,如果你这样指派“翅膀是具翼者的翅膀”,它就会换位;因为具翼者也是“凭翅膀而成为具翼的”;因为许多其他非鸟的事物也拥有翅膀,如蜜蜂、黄蜂、蝗虫、蝉以及无数其他事物。
Ἐ. Ἆρα οὖν ἐπὶ πάντων εὑρήσομεν ὀνόματα ἐν τῇ συνηθείᾳ, πρὸς ἃ ποιησόμεθα τὴν τῶν πρός τι ἀπόδοσιν; Ἀ. Οὐ πάντων.
提问者:那么,在日常用语中,我们能为所有的事物都找到我们用来指派关系者的名称吗? 回答者:并非针对所有事物。
Ἐ. Τί οὖν; Ἀ. Ἐφ’ ὧν οὐκ ἔστιν, εὑρήσομεν αὐτοί, φησίν, καὶ πλάσομεν οἰκεῖα ὀνόματα.
提问者:那么怎么办? 回答者:在没有现成名称的地方,他说,我们将自己去寻找,并造出恰当的名称。
Ἐ. Πῶς οὖν πλάσομεν; Ἀ. Ἀπὸ τῶν πρώτων ποιήσομεν τὰ δεύτερα ὀνοματοποιοῦντες. οἷον ἔστι κεφαλὴ λεγομένη, ἀλλ’ αὐτὴ ἐὰν ἀποδοθῇ ζῴου κεφαλή, σφαλησόμεθα· πολλὰ γάρ ἐστι ζῷα, ἃ μὴ ἔχει κεφαλήν, ὡς ὄστρεα, καρκίνοι καὶ τὰ παραπλήσια. ἐὰν οὖν ἀποδῶμεν ἡ κεφαλὴ ζῴου κεφαλή, οὐχ ὑγιὲς τὸ ἀντιστρέφον καὶ φάναι4 τὸ ζῷον κεφαλῇ ζῷον διὰ τὸ πολλὰ εἶναι ἀκέφαλα ζῷα.
提问者:那么我们该如何造词呢? 回答者:我们通过造词,从第一项做出第二项。例如,有被称为“头”的事物,但如果把它指派为“动物的头”,我们就会出错;因为有许多动物是没有头的,如贝类、螃蟹以及类似之物。因此,如果我们指派为“头是动物的头”,那么换位并说“动物凭头而成为动物”就是不健全的,因为存在许多无头的动物。
Ἐ. Πῶς οὖν ποιήσομεν; Ἀ. Ἀπὸ τῆς κεφαλῆς παρώνυμον ποιήσομεν κεφαλωτόν· καὶ οὕτως ἀντιστρέφει· κεφαλὴ γὰρ κεφαλωτοῦ κεφαλὴ καὶ τὸ κεφαλωτὸν κεφαλῇ κεφαλωτόν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πηδαλίου· τὸ μὲν γὰρ εἰπεῖν πηδάλιον πλοίου πηδάλιον οὐκ ἐπὶ πάντων ἁρμόσει διὰ τὸ εἶναι πολλὰ πλοῖα, ἃ μὴ πηδαλίῳ εὐθύνεται, ὥσπερ τὰ μικρὰ καὶ ὑπὸ ἐρετῶν ἐλαυνόμενα μόνως. διὸ οὐκ ἀντιστρέφει· οὐ γὰρ ὑγιὲς φάναι πλοῖον πηδαλίῳ πλοῖον. ἐὰν δὲ ἀπὸ τοῦ πηδαλίου παρώνυμον ποιήσωμεν ὄνομα οἷον πηδαλιωτόν, ὑγιῶς ἐροῦμεν οἷον πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ ἀντιστρέψομεν πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν.
提问者:那么我们将怎样做? 回答者:我们将从“头”派生出同源词“具头者”;这样它就换位了;因为头是“具头者的头”,而具头者是“凭头而成为具头者的”。同样在舵的情况也是如此;因为说“舵是船的舵”并不能适合所有情况,因为有许多船不是由舵操纵的,比如小船和仅由桨手划行的船。因此它不能换位;因为说“船凭舵而成为船”是不健全的。但如果我们从舵造出一个同源名称如“具舵者”,我们就会健全地说,例如“舵是具舵者的舵”,并且我们换位为“具舵者凭舵而成为具舵者”。
Ἐ. Οὐχ ἁπλῶς οὖν ῥητέον, ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ἀλλά τι προσθετέον; Ἀ. Τὸ ἐὰν οἰκείως ἀποδίδωται.
提问者:那么,不能单单说一切关系者都相对于换位者而被言说,而是必须加上一些内容吗? 回答者:加上“如果是被恰当指派的话”。
- 3.5.28Τὰ πρὸς ἃ λέγεται τὰ πρῶτα, ὁμοίως καὶ τὰ δεύτερα λέγεσθαι πρὸς τὰ πρῶτα
承接前文疑问“相对于换位者而被言说是指什么?”的说明性不定式短语。全句以不定式 λέγεσθαι 为核心结构:“第一者相对于何者被言说(Τὰ πρὸς ἃ λέγεται τὰ πρῶτα),第二者也同样相对于第一者而被言说”。
- 3.5.29τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν πρὸς δοτικὴν τὸ ἀντιστρέφον συνετάχθη
句子的主语是 τὸ ἀντιστρέφον(换位者/换位短语),动词为被动态 συνετάχθη(被搭配构造),介词短语 πρὸς δοτικὴν 表示“与与格搭配”。所引用的表达 τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν 在句首作为主语的同位成分先行出现。
- 3.5.32αἴτιον δὲ οὐ τὸ ἀντιστρέφειν, ἀλλὰ τὸ τὸ πρῶτον οἰκείως μὴ ἀποδεδόσθαι
短语 τὸ τὸ πρῶτον 中出现了连续的冠词,第一个 τό 是使后面的不定式 μὴ ἀποδεδόσθαι 名词化的冠词,第二个 τό 则是该不定式的逻辑主语(宾格)τὸ πρῶτον(第一者)的冠词。
- 3.5.35οὐχ ὑγιὲς τὸ ἀντιστρέφον καὶ φάναι
述语形容词 οὐχ ὑγιές(不健全的)支配着两个并列成分(或由说明性不定式补充说明实质分词):实质化分词 τὸ ἀντιστρέφον(换位项)与解释性不定式短语 καὶ φάναι(即说……)。
