- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:114.2-115.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
文中探讨了关系者是否接纳对立性以及程度的较多与较少;尽管德性与恶德、相似性等情况确实接纳它们,但以实体或数量为底层的关系者(如父子、两倍与一半等)并不接纳,从而表明这两者都不是关系者的固有特性。
Ἐ. Ἐπίδειξον. Ἀ. Οἷον ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντίον ἐστίν, ἡ δὲ ἀρετὴ καὶ ἡ κακία ἕξις, πᾶσα δὲ ἕξις εἴρηται ὅτι τῶν πρός τι καθό τινος ἕξις. ἀλλὰ μὴν ἡ ἀρετὴ καὶ ἡ κακία ἕξεις εἰσίν· τῶν πρός τι δὴ ἂν εἴη ἡ ἀρετὴ καὶ ἡ κακία· ἥ τε γὰρ ἀρετή τινός ἐστιν ἕξις ἥ τε κακία.
提问者:请指明这一点。 回答者:例如德性与恶德是相反的,而德性与恶德是状态,且已经说过,凡状态只要是某物的状态,就属于关系者。然而德性与恶德确实是状态;因此德性与恶德理当属于关系者;因为德性是某物的状态,恶德也是如此。
Ἐ. Ἀλλὰ πῶς προελθὼν ποιότητα λέγει τὴν ἀρετὴν καὶ τὴν κακίαν; Ἀ. * * * ὅτε προελθὼν τὰς ἕξεις ἐρεῖ ποιότητας· τὸ αὐτὸ γὰρ πρᾶγμα κατ’ ἄλλο καὶ ἄλλο οὐδὲν κωλύεται εἰς πλείους κατηγορίας ἀνάγεσθαι. ὥσπερ .... ἡ ποιότης καθὸ μὲν ποιοὺς παρέχει τοὺς μετέχοντάς τι αὐτῆς, τῆς τοῦ ποιοῦ ἂν εἴη κατηγορίας, καθὸ δέ τινός ἐστι ποιότης (ποιοῦ γὰρ ποιότης ἡ ποιότης) τῶν πρός τι ἂν εἴη. ἄνευ δὲ ἑτέρας κατηγορίας οὐκ ἔστιν ἐπινοῆσαί τι τῶν πρός τι καθ’ ἑαυτό, 〈διότι〉 ἐὰν μὲν ἐπὶ κατηγορίας ὀφθῇ ἐπιδεχομένης ἐναντίωσιν * * *, ἐὰν δὲ ἐπὶ κατηγορίας μὴ ἐπιδεχομένης, οὐδὲ αὐτὸ δέχεται, οἷον ἐπὶ τῆς ποιότητος, ἐπιδέχεται1 γὰρ ἐναντίωσιν, ποιότης γὰρ οὖσα ἡ ἀρετὴ ἐναντία ἐστὶ τῇ κακίᾳ· καὶ τῶν πρός τι ἄρα τὸ κατ’ ἀρετὴν καὶ κακίαν ἐναντίωσιν ἔχει. ἡ δέ γε οὐσία καθὸ οὐσία οὐκ ἐπιδέχεται ἐναντίωσιν· Σωκράτης δὲ καὶ ὅλως οὐσία ὑπόκειται τῷ πατρὶ ἢ υἱῷ καὶ τῷ δεσπότῃ καὶ τῷ δούλῳ· ὥστε οὐδὲ τὰ τοιαῦτα τῶν πρός τι οὐκ ἐπιδέχεται ἐναντίωσιν.2 οὐδὲ τὸ διπλάσιον οὖν, ᾧ ὑπόκειται ποσόν, ἐναντίωσιν οὐκ ἐπιδέχεται· τί γὰρ δύο πρὸς ἓν ἢ τέσσαρα πρὸς δύο ἐναντίον; οὐδὲ τὸ ἥμισυ. ὅθεν οὐκ ἂν ἴδιον εἴη τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντίωσιν.
提问者:但他往后进行时,怎么又把德性与恶德称为性质呢? 回答者:*** 当他往后进行而将各种状态称为性质的时候;因为没有什么妨碍同一事物根据不同的方面被归入多个范畴。正如……性质就其使分有其一部分者成为具有某种性质而言,属于性质这一范畴,但就它是某物的性质而言(因为性质是具某种性质者之性质),它又属于关系者。若离开另一个范畴,就不可能就其自身来设想关系者中的任何事物,〈因为〉如果它在一个接纳对立性的范畴中被观察到,[便接纳对立性]***;但如果在一个不接纳对立性的范畴中被观察到,它自身也不接纳,例如在性质上;因为性质接纳对立性,德性作为一种性质确实与恶德相反;因此关系者中就德性与恶德而言者也具有对立性。然而实体至少就其实体而言不接纳对立性;而苏格拉底,或者一般而言实体,充当了父亲或儿子以及主人或奴隶的底层;以至于甚至此类关系者也不接纳对立性。因此以数量作为底层的两倍也不接纳对立性;因为二对一,或者四对二,有什么是与其相反的呢?一半也是如此。由此可见,接纳对立性不会是关系者的固有特性。
Ἐ. Διὰ τί; Ἀ. Ὅτι οὔτε πᾶσιν ὑπάρχει οὔτε μόνοις.
提问者:为什么? 回答者:因为这既非属于一切[关系者],亦非仅属于它们。
Ἐ. Τί οὖν; τὸ μᾶλλον καὶ τὸ ἧττον ἆρά γε τὰ τῶν πρός τι ἐπιδέχεται; Ἀ. Ἐπιδέχεται μέν, ἀλλ’ οὐ πάντα.
提问者:那么怎样?属于关系者之物难道确实接纳程度的较多与较少吗? 回答者:确实接纳,但不是全部都接纳。
Ἐ. Πῶς οὖν ἐπιδέχεται; Ἀ. Ὅμοιον γὰρ μᾶλλον λέγομεν τόδε τῷδε, τὸ δὲ ὅμοιον καὶ τὸ ἴσον ἐλέγετο τῶν πρός τι εἶναι.
提问者:那么,它们是如何接纳的呢? 回答者:因为我们说此物比彼物“更相似”,而相似者与相等者曾被说成属于关系者。
Ἐ. Καὶ πῶς, εἰ τὸ ποσὸν μὲν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ ἴσον καὶ τὸ ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἴδιον ἂν εἴη τοῦ ποσοῦ τὸ ἴσον καὶ τὸ ἄνισον; Ἀ. Ὅτι τὸ μὲν ποσὸν ᾗ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τὰ δὲ συμβεβηκότα τῷ ποσῷ ἐπιδέχοιντ’ ἂν τὸ μᾶλλον καὶ ἧττον. ὥσπερ καὶ ἡ οὐσία οὐκ ἐπιδέχεται ἐναντίωσιν, συμβέβηκε δὲ τῇ οὐσίᾳ τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικήν.3 καὶ ἐνταῦθα οὖν ἄλλο μὲν ποσόν, ἄλλο δὲ τὸ ἴδιον τοῦ ποσοῦ. ἔστι γὰρ τὸ ἴδιον ποιότης 〈καὶ〉 πάθος οὐσιῶδες τοῦ ποσοῦ· αἱ δὲ ποιότητες καὶ τὰ πάθη ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· ἐπιδέχοιτο * ἂν καὶ τὸ ἴσον καὶ τὸ ἄνισον τὸ μᾶλλον καὶ ἧττον, καίτοι τοῦ ποσοῦ μὴ ἐπιδεχομένου.
提问者:那么,如果数量不接纳程度的较多与较少,而相等与不相等却接纳较多与较少,相等与不相等怎么会是数量的固有特性呢? 回答者:因为数量就其作为数量而言不接纳较多与较少,但附随于数量的事物则可能接纳较多与较少。正如实体也不接纳对立性,但轮流接纳诸对立面却是附随于实体的。因此在这里,数量是一回事,数量的固有特性又是另一回事。因为固有特性是数量的一种性质〈和〉本质的承受;而性质与承受接纳较多与较少;尽管数量不接纳,相等与不相等也可能接纳较多与较少。
Ἐ. Ἀλλ’ εἰ πάθη ποσοῦ τὸ ἴσον καὶ τὸ ἄνισον, πῶς ἂν εἴη τῶν πρός τι τὸ ἴσον; Ἀ. Ὅτι τὸ ἴσον ἴσῳ λέγεται ἴσον καὶ τὸ ἄνισον ἀνίσῳ ἄνισον· αὐτὰ γὰρ ἅ ἐστι τὸ ἴσον καὶ τὸ ἄνισον ἑτέρου λέγεται.
提问者:但如果相等与不相等是数量的承受,那么相等者怎么会属于关系者呢? 回答者:因为相等者被称为与相等者相等,不相等者被称为与不相等者不相等;因为相等者与不相等者自身所是的东西,都被说成是属于别的事物的。
Ἐ. Ἆρα οὖν πάντα τὰ ὑπὸ τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον; Ἀ. Οὐδαμῶς· οὔτε γὰρ τὸ διπλάσιον ῥηθείη ἂν μᾶλλόν τινος διπλάσιον ἢ ἧττον οὔτε τὸ ἥμισυ ῥηθείη ἂν μᾶλλον ἢ ἧττόν τινος ἥμισυ.
提问者:那么,凡处于关系者之下的事物都接纳较多与较少吗? 回答者:绝不是;因为两倍既不会被说成更多或更少是某物的两倍,一半也不会被说成更多或更少是某物的一半。
- 3.5.20οὐδὲ τὸ διπλάσιον οὖν, ᾧ ὑπόκειται ποσόν, ἐναντίωσιν οὐκ ἐπιδέχεται
与前句相同,位于谓语部分的 οὐκ 强化了句首的否定词 οὐδὲ,而非构成双重否定表肯定。它表示强烈的否定:“因此两倍也绝不接纳对立性”。
- 3.5.20ὥστε οὐδὲ τὰ τοιαῦτα τῶν πρός τι οὐκ ἐπιδέχεται ἐναντίωσιν
跟在否定连词 οὐδὲ 之后的单纯否定词 οὐκ 并不抵消否定(构成肯定),而是加强否定语气。因此整个分句的意思是“以至于甚至此类关系者也绝不接纳对立性”。
- 3.5.24συμβέβηκε δὲ τῇ οὐσίᾳ τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικήν
非人称动词 συμβέβηκε 支配与格 τῇ οὐσίᾳ,并由不定式短语 τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικήν 充当主语。表语形容词 δεκτικήν 采用宾格,呼应了不定式在语义上潜在的宾格主语。
