← 波菲利

亚里士多德《范畴篇》释义

§112.22-114.1

关系者的诸例与格变差异及对立性探讨

波菲利考察了亚里士多德关于关系者的诸例(如知识、感觉、位置等)在格变与名称上的一致与差异,将姿态动词区分为同源派生词,并开启了对关系者中是否存在对立性的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.9

Ἐ. Τίνα οὖν παραδείγματα ὁ Ἀριστοτέλης κεκόμικεν; Ἀ. Τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον, ἔτι δὲ καὶ τὸ διπλάσιον ἡμίσεως διπλάσιον καὶ ἥμισυ διπλασίονος ἥμισυ, ἔτι φησὶν ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη· πάντα γὰρ τὰ εἰρημένα ταῦτα ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. οὐκέτι τοίνυν καὶ κατὰ τὴν αὐτὴν πτῶσιν ἀντιστρέφει ἀλλήλοις· ἐπιστήμη μὲν γὰρ ἐπιστητοῦ ἐπιστήμη καὶ αἴσθησις αἰσθητοῦ αἴσθησις, οὐκέτι δὲ τὸ ἐπιστητὸν ἐπιστήμης ἐπιστητὸν οὐδὲ τὸ αἰσθητὸν αἰσθήσεως αἰσθητόν, ἀλλ’ ἐπιστήμῃ ἐπιστητὸν καὶ αἰσθήσει αἰσθητόν. ὡσαύτως δὲ καὶ ἡ μὲν ἕξις ἑκτοῦ ἕξις, τὸ δὲ ἑκτὸν ἕξει ἑκτόν, καὶ ἡ θέσις θετοῦ θέσις, τὸ δὲ θετὸν θέσει θετόν. ταῦτα μὲν ἄρα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.

提问者:那么,亚里士多德举出了哪些例子? 回答者:“较大的是较小的之较大者,较小的是较大的之较小者”,此外还有“两倍是一半的两倍,一半是两倍的一半”,此外他说还有“状态、倾向、感觉、知识”;因为所有被言说的这些事物,凡是它们自身所是的东西,都被说成是属于别的事物的。然而,它们不再按照相同的格相互换位;因为“知识是可知之物的知识,感觉是可感之物的感觉”,但可知之物不再是“知识的可知之物”,可感之物也不再是“感觉的可感之物”,而是对知识而言“可知”,对感觉而言“可感”。同样,“状态是所持之物的状态,而所持之物是因状态而被持有的”,“位置是所置之物的位置,而所置之物是因位置而被放置的”。因此,这些事物自身所是的东西,都被说成是属于别的事物的。

§3.5.10

Ἐ. Τῶν δὲ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον λεγομένων τίνα ἐπάγει παραδείγματα; Ἀ. Αὐτὸς φανερὸν πεποίηκεν· προσθεὶς γὰρ ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, ἐπάγει ὄρος μέγα λέγεται· πρὸς γὰρ τὸ μικρὸν ὄρος λέγεται μέγα. ἀλλ’ οὐχὶ καὶ τῇ πτώσει· οὐ γὰρ λέγεται τὸ μέγα μικροῦ μέγα οὐδὲ τὸ μικρὸν μεγάλου μικρόν, ἀλλὰ τὸ μεῖζον μικροτέρου μεῖζον καὶ τὸ μικρότερον μείζονος μικρότερον.

提问者:至于那些被说成“以任何其它方式与另一事物相关”者,他举出了哪些例子? 回答者:他自己已经表明了;因为在加上了“或者以任何其它方式与另一事物相关”之后,他接着举出“一座山被称为大的”;因为它是相对于小山而被说成大的。但这并不是通过格变;因为大并不被称为“小的大”,小也不被称为“大的小”,而是较大者是“较小者的较大者”,较小者是“较大者的较小者”。

§3.5.11

Ἐ. Τῶν δὲ τῇ αὐτῇ χρωμένων πτώσει τίς διαφορά; Ἀ. Ὅτι τὰ μὲν καὶ τῷ αὐτῷ ὀνόματι χρῆται, τὰ δὲ ἑτέρῳ.

提问者:那么使用相同格者之间的差异是什么? 回答者:有些事物也使用相同的名称,而另一些则使用不同的名称。

§3.5.12

Ἐ. Τίνα οὖν ἐστιν, ἃ τῷ αὐτῷ ὀνόματι χρῆται; Ἀ. Οἷον τὸ ὅμοιον, τὸ ἴσον, τὸ ἀνόμοιον, τὸ ἄνισον· ὅμοιον γὰρ τόδε τῷδε καὶ τὸ ἕτερον τῷ ἑτέρῳ ἀνόμοιόν τε, ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων.

提问者:那么,使用相同名称的是哪些? 回答者:例如“相似的”、“相等的”、“不相似的”、“不相等的”;因为此物与此物相似,另一物与另一物不相似,在其它的情况中也是同样。

§3.5.13

Ἐ. Τίνα δὲ τῇ μὲν αὐτῇ πτώσει, οὐ τῷ αὐτῷ δὲ ὀνόματι; Ἀ. Οἷον τὰ τοιαῦτα· πατὴρ υἱοῦ πατήρ, υἱὸς δὲ πατρὸς υἱός. * * * ἡ θέσις καὶ τὰ εἴδη τῆς θέσεως τῶν πρός τι· καὶ τὸ θετὸν θέσει θετόν. εἰ δὲ ἡ θέσις τῶν πρός τι, θετοῦ γὰρ θέσις ἡ θέσις ἂν εἴη.1

提问者:那么哪些使用相同的格,却不使用相同的名称呢? 回答者:例如这些:“父亲是儿子的父亲,儿子是父亲的儿子”。*** 位置及位置的各属种属于关系者;且“所置之物是因位置而被放置的”。如果位置属于关系者,那么位置理当是所置之物的位置。

§3.5.14

Ἐ. Τίνα οὖν εἴδη θέσεως; Ἀ. Ἀνάκλισις, στάσις, καθέδρα· ἀνάκλισις τε γὰρ ἀνακειμένου ἐστὶν ἀνάκλισις καὶ ὁ ἀνακείμενος ἀνακλίσει ἐστὶν ἀνακείμενος, ἥ τε στάσις ἑστῶτός ἐστι στάσις καὶ ὁ ἑστὼς στάσει ἐστὶν ἑστώς, ἥ τε καθέδρα τοῦ καθημένου ἐστὶ καθέδρα καὶ ὁ καθήμενος καθέδρᾳ ἐστὶ καθήμενος.

提问者:那么位置的属种有哪些? 回答者:横卧、起立、就座;因为横卧是横卧者的横卧,横卧者是因横卧而横卧的;起立是站立者的起立,站立者是因起立而站立的;就座是坐着者的就座,坐着者是因就座而坐着的。

§3.5.15

Ἐ. Ἆρα οὖν ἐπειδὴ ἡ ἀνάκλισις τῶν πρός τι καὶ ἡ στάσις καὶ ἡ καθέδρα, καὶ τὸ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι τῶν πρός τι ἂν εἴη; Ἀ. Οὐδαμῶς.

提问者:既然横卧、起立与就座属于关系者,难道“横卧着”、“站立”或“坐着”也会属于关系者吗? 回答者:绝不是。

§3.5.16

Ἐ. Διὰ τί; Ἀ. Ὅτι ἡ μὲν θέσις καὶ τὰ εἴδη τῆς θέσεως ἦν πρός τι, ταῦτα δὲ οὔτε θέσεις ἐστὶν οὔτε εἴδη ἐστὶν θέσεως ἀλλὰ παρώνυμα ἀπὸ τῶν εἰρημένων θέσεων. οὐδὲν δὲ τῶν παρωνύμων ταὐτόν ἐστι τῷ ἀφ’ οὗ παρωνόμασται· οὔτε γὰρ γραμματικὸς ταὐτὸν τῇ γραμματικῇ ἥ τε γυνὴ ὅταν ἀπὸ τῆς γραμματικῆς γραμματικὴ ῥηθείη, οὐκ ἔστι παρώνυμον.2

提问者:为什么? 回答者:因为位置和位置的属种曾是关系者,但这些既不是位置,也不是位置的属种,而是由上述位置所派生出来的同源词。然而,派生词没有一个是与它所由派生的事物同一的;因为“文法学家”与“文法学”并非同一,而当一个妇女由文法学被称为“精通文法者”时,这并不是派生词。

§3.5.17

Ἐ. Τί οὖν ἐρεῖς τὸ καθέζεσθαι καὶ πῶς ἔχειν πρὸς τὸν καθήμενον; Ἀ. Λέγω ὅτι συμβέβηκεν μὲν αὐτῷ, οὐ μὴν ἐπεὶ συμβέβηκεν τοῦτο τῶν πρός τι ἂν εἴη.

提问者:那么你将说“坐下”是什么,以及它对坐着的人处于何种关系? 回答者:我的意思是,这附随于他,但绝不会仅仅因为这附随于他就属于关系者。

§3.5.18

Ἐ. Ὥσπερ τοίνυν ἐπὶ τῆς οὐσίας καὶ τοῦ ποσοῦ ζητῶν τὸ ἴδιον πρῶτον ἐζήτησας, τὸ ἔχειν3 ἐναντίον ἢ μὴ ἔχειν εἰ ἴδιον αὐτῶν ἐστιν, καὶ ζητήσας ἀπέδειξας ὅτι μὴ ἦν ἴδιον αὐτῶν τὸ μὴ ἔχειν ἐναντίον, οὕτως καὶ ἐπὶ τῶν πρός τι ζήτησον, μὴ ἴδιον αὐτῶν τὸ ἔχειν ἐναντίον ἢ τὸ μὴ ἔχειν. Ἀ. Φημὶ τοίνυν ὅτι ἐν τοῖς πρός τί ἐστιν ἐναντιότης.

提问者:正如在实体和数量上探究固有特性时,你首先探究了具有对立面或不具有对立面是否是它们的固有特性,并且在探究之后证明了不具有对立面并非它们的固有特性,同样在关系者上你也探究一下,具有对立面或不具有对立面是否是它们的固有特性。 回答者:那么我断言,在关系者中确实存在对立性。

语法注3 条
  1. 3.5.13εἰ δὲ ἡ θέσις τῶν πρός τι, θετοῦ γὰρ θέσις ἡ θέσις ἂν εἴη.

    上下文因前面的文意脱落(lacuna)而出现断层。在句法上,εἰ δὲ... 构成条件从句,而带有解释性连词 γάρ 的 θετοῦ γὰρ θέσις ἡ θέσις ἂν εἴη 充当归结从句,意为“如果位置属于关系者,[这是因为]位置理当是所置之物的位置”。

  2. 3.5.16ἥ τε γυνὴ ὅταν ἀπὸ τῆς γραμματικῆς γραμματικὴ ῥηθείη, οὐκ ἔστι παρώνυμον.

    该结构以《范畴篇》1a12中关于同源派生词(paronym)的定义(“在格变或词尾上有所差异而获得名称”)为背景。当从文法学(ἡ γραμματική)称妇女为精通文法者(γραμματική)时,由于阴性形式与原名词在词尾和屈折(πτῶσις)上完全一致,不满足“格变有差”的要求,因而不算严格的派生词。主句谓语 παρώνυμον 作为中性名词表语,指涉整个命题或 ἥ γυνή。

  3. 3.5.18Ὥσπερ τοίνυν ἐπὶ τῆς οὐσίας καὶ τοῦ ποσοῦ ζητῶν τὸ ἴδιον πρῶτον ἐζήτησας, τὸ ἔχειν ἐναντίον ἢ μὴ ἔχειν εἰ ἴδιον αὐτῶν ἐστιν, καὶ ζητήσας ἀπέδειξας ὅτι μὴ ἦν ἴδιον αὐτῶν τὸ μὴ ἔχειν ἐναντίον, οὕτως καὶ ἐπὶ τῶν πρός τι ζήτησον, μὴ ἴδιον αὐτῶν τὸ ἔχειν ἐναντίον ἢ τὸ μὴ ἔχειν.

    这是一个由 Ὥσπερ... οὕτως... 构成的呼应句式,将先前对实体和数量固有特性的探究与当前对关系者的探究进行类比。主句祈使动词 ζήτησον 后由 μή 引出的从句(μὴ ἴδιον αὐτῶν...)带有间接疑问或审慎探究的语气,意为“探究具有对立面或不具对立面是否是它们的固有特性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:112.22-114.1