- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:111.7-112.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
第三范畴关系者被提出,文中解释了其排在数量之后的原因、亚里士多德给出的权宜性描述界定,以及依语法格对关系表达所作的分类。
Ἀ. Ἡ τῶν πρός τι.
回答者:关系者[的范畴]。
Ἐ. Διὰ τί μᾶλλον μὴ τὸ ποιόν; Ἀ. Ὅτι προϋφεστηκότος μήκους, πλάτους, βάθους ἐπιγίνεται τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἅπερ ἐστὶν πρός τι.
提问者:为什么不更是性质呢? 回答者:因为在长、宽、深预先存在的情况下,较大与较小随后产生,而这些正是关系者。
Ἐ. Διὰ τί μετὰ τὸ ποσὸν εὐθὺς τὰς τῶν πρός τι ἐπήγαγεν; Ἀ. Καὶ διὰ ταύτην μὲν τὴν αἰτίαν, καὶ διότι ἐμνήσθη τῶν πρός τι ἐν τῷ ποσῷ. ἔδει οὖν εἰς τὸ εὐσύνοπτα γενέσθαι πῶς εἴρηται καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον διδάξαι εὐθύς, τίνα ποτέ ἐστι τὰ πρός τι.
提问者:为什么他在数量之后立即引入了关系者[的讨论]? 回答者:既因为这个缘由,也因为他在数量中提到了关系者。因此,为了让人能一目了然大、小、多、少是如何被言说的,就有必要立即阐明,关系者究竟是什么。
Ἐ. Τίνα οὖν ποτέ ἐστι τὰ πρός τι; Ἀ. Ὅρον μὲν αὐτῶν γενικώτατον οὐκ ἔστιν ποιήσασθαι, ὡς οὐδ’ ἐπὶ τῶν ἄλλων, τὴν δὲ ἐπίνοιαν ἔστιν συλλαβόντας ἀποδοῦναι, ὃ πεποίηκεν καὶ Ἀριστοτέλης εἰπὼν πρός τι εἶναι ταῦτα, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον.
提问者:那么,关系者究竟是什么呢? 回答者:要为它们做出最属类的定义,如同在其它的[范畴]上一样是不可能的;但把握其概念并加以表述则是可能的,亚里士多德也正是这样做的,他说关系者是这样的一些事物,凡是它们自身所是的东西,都被说成是属于别的事物的,或者以任何其它方式与另一事物相关。
Ἐ. Τί οὖν διὰ ταύτης τῆς ἀποδόσεως παραστῆσαι βούλεται; Ἀ. Πρῶτον μὲν ὅτι ἐπὶ πλήθους λέγεται τὰ πρός τι ὡσανεὶ τινῶν ὄντων πρός τι, ἑνὸς δὲ οὔ. ἀλλὰ καὶ τοῦ ἑνὸς τῶν πρός τι ὄντος οὐ μὴν τοῦτο πρός τι ὀρθῶς ἂν ῥηθείη.1 ὥσπερ οὖν οὐκ ἂν εἴποις τοῦ πρὸς ἄλληλα ἀλλὰ τῶν πρὸς ἄλληλα, οὕτως οὐ τοῦ πρός τι ἀλλὰ τῶν πρός τι. δι’ ἣν αἰτίαν καὶ περὶ οὐσίας καὶ περὶ ποσοῦ ἑνικῶς εἶπεν, περὶ δὲ τῶν πρός τι πληθυντικῶς ἔφη· πρός τι δὲ τὰ τοιαῦτα λέγεται. ἔπειτα ἡ ἐκκειμένη ὑπογραφὴ Πλατωνικὴ εἶναι λέγεται, ἣν καὶ παρελθὼν διορθοῦται.
提问者:那么,他希望通过这一定述来表明什么? 回答者:首先,关系者是在复数意义上被言说的,仿佛是某些事物属于关系者,而不是单数的一个事物。而且,即使那单个事物属于关系者,这也绝不能被正确地称为单数的“关系者”。正如你不会在单数意义上说“相互的”,而是在复数意义上说“相互者”一样,同样也不说单数的“关系者”,而是说复数的“关系者”。正是由于这个缘故,关于实体和关于数量他都用单数言说,而关于关系者他则用复数说:“诸如此类的事物被称为关系者”。其次,所提出的描述据说是柏拉图式的,而他在此后也对之进行了修正。
Ἐ. Τί οὖν παρίστησιν; καὶ τί βούλεται ἡ προσθήκη ἡ προκειμένη ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει; Ἀ. Λέγω ὅτι τῷ τὰ μὲν πρός τι λέγεσθαι φάναι εἶναι ἐκεῖνα, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται,2 παρίστησιν ὅτι οὐκ ἔστιν ἀπόλυτα τὰ πρός τι ἀλλ’ ἐν σχέσει τινὸς πρὸς ἄλλο τι, καὶ ὅτι τινὰ μὲν ἑτέρων λέγεται κατὰ πτῶσιν τὴν αὐτὴν ἄμφω, τινὰ δὲ καθ’ ἑτέραν καὶ ἑτέραν, τινὰ δὲ οὐ κατὰ πτῶσιν.
提问者:那么他表明了什么?并且所提出的附加语“或者以任何其它方式与另一事物相关”意指什么? 回答者:我的意思是,通过断言某些关系者是“凡是它们自身所是的东西都被说成是属于别的事物”的那些事物,他表明了关系者不是绝对独立的事物,而存在于某物对另一物的关联之中;并且某些事物双方依相同的格变被说成是属于别的事物的,某些事物依不同的格变被言说,某些事物则不依格变被言说。
Ἐ. Ἑξῆς δὲ τί προσέθηκεν; Ἀ. Ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει.
提问者:那么他接着补充了什么? 回答者:“以任何其它方式与另一事物相关”。
Ἐ. Σαφῆ ποίησον ἃ λέγεις διὰ παραδειγμάτων. Ἀ. Κατὰ πτῶσιν μὲν τὴν αὐτὴν λέγεται τῶν πρός τι τὰ τοιαῦτα· πατὴρ υἱοῦ πατήρ, υἱὸς πατρὸς υἱός· ἀφ’ οὗ τε γὰρ ἡ σχέσις, κατ’ ὀρθὴν εἴρηται πτῶσιν, καὶ πρὸς ὅν, κατὰ γενικήν. καὶ πάλιν δοῦλος μὲν κατ’ εὐθεῖαν, δεσπότου δὲ κατὰ γενικήν. ταῦτα μὲν κατὰ τὰς πτώσεις ἐξισάζει· αἴσθησις δὲ αἰσθητοῦ αἴσθησις, εὐθείας μὲν τὸ ἀφ’ οὗ, γενικῆς δὲ τὸ πρὸς ὅ, τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητόν, εὐθείας μὲν τὸ αἰσθητόν, πρὸς ὃ δὲ λέγεται, αἰσθήσει, κατὰ δοτικὴν πτῶσιν καὶ οὐ κατὰ γενικήν. ἐνήλλακται οὖν τὰ τῶν πτώσεων ἐνταῦθα. τὸ μέγα δὲ ὡς μὲν πρὸς τὸ μικρὸν λέγεται, οὐκέτι μέντοι ἂν ῥηθείη μικροῦ μέγα, οὐδὲ τὸ μικρὸν μεγάλου μικρόν, ἀλλ’ εἰ μὲν ἐπινοίᾳ ἐπινοεῖται, κατ’ ἐκφορὰν δὲ οὐκέτι πτωτικὴν τοιαύτην τάδε προφέρεται.3 ταῦτα οὖν ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει, οὐ μὴν κατ’ ἐκφορὰν ἢ ὡς πτῶσις ἀνὰ λόγον τοῖς ἄλλοις ἐκφέρεται. πάντα δὲ ταῦτα ἅπερ ἐστὶν οὐ καθ’ αὑτὰ λέγεται ἀλλ’ ἑτέρων τινῶν.
提问者:请通过例子说明你所说的话。 回答者:依相同格变言说的关系者是这样的:“父亲是儿子的父亲,儿子是父亲的儿子”。因为关系所由出发者以主格表述,而它所指向者则以属格表述。又如,“奴隶”为主格,而“主人的”为属格。这些在格上是相当的。然而“感觉是可感觉对象的感觉”中,所由出发者为主格,所指向者为属格;而“可感觉对象对感觉而言是可感觉的”中,“可感觉对象”为主格,而它所指向言说的“对感觉而言”则是与格而非属格。因此,在这里格的情况发生了转变。至于“大”虽然是相对于“小”而言说的,但绝不会再被称为“小的的大”,小也不会被称为“大的的小”;即便在构想中被构想出来,在发音表述中这些事物却不再以这种具格形式被说出。因此,这些事物是“以任何其它方式与另一事物相关”,绝不是在表述中或作为格而与其它事物成比例地被表达出来。然而所有这些事物,自身所是的东西,都不是依自身被言说,而是被说成是属于某些别的事物的。
- 3.5.5ἀλλὰ καὶ τοῦ ἑνὸς τῶν πρός τι ὄντος οὐ μὴν τοῦτο πρός τι ὀρθῶς ἂν ῥηθείη.
前半句 ἀλλὰ καὶ τοῦ ἑνὸς τῶν πρός τι ὄντος 为让步性的独立属格结构(“即使那单个事物属于关系者”)。后半句 οὐ μὴν τοῦτο πρός τι ὀρθῶς ἂν ῥηθείη 中,τοῦτο 为主语,πρός τι 作表语性成分,表达潜在断言(“这绝不能被正确地称为单数的‘关系者’”)。
- 3.5.6τῷ τὰ μὲν πρός τι λέγεσθαι φάναι εἶναι ἐκεῖνα, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται
在表示方式/原因的与格冠词不定式短语 τῷ ... φάναι(“通过声称……”)内部,嵌套了宾格不定式结构(τὰ μὲν πρός τι λέγεσθαι ... εἶναι ἐκεῖνα)。指示代词 ἐκεῖνα 作为先行词,由关系从句 ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται 修饰。支配此与格短语的主句主动词是 παρίστησιν。
- 3.5.8ἀλλ’ εἰ μὲν ἐπινοίᾳ ἐπινοεῖται, κατ’ ἐκφορὰν δὲ οὐκέτι πτωτικὴν τοιαύτην τάδε προφέρεται.
该句采用 εἰ μὲν ... δέ ... 的关联结构,形式上为条件从句,功能上表达让步性对比(“即便在思想中被构想,但在言表上却不再……”)。主语 τάδε 指代前文所举例的“大”与“小”等表达。
