- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:109.27-111.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利论证了大与小、多与少不具有相反性,并阐明不容纳相反性以及不容纳程度差异(“更多与更少”)并非数量的固有属性(因为实体亦如此),唯有被称作“相等与不相等”才是数量真正的固有属性。
Ἐ. Ἆρα οὖν καὶ ἄλλο ἐπάγεις εἰς τὸ αὐτὸ *; Ἀ. Ἐπάγω.
提问者:那么,你还要为了同一目的提出别的论证吗? 回答者:提出。
Ἐ. Ποῖον τοῦτο; Ἀ. Τῷ γλυκεῖ τὸ πικρὸν ἐναντίον ὂν καθ’ ἑαυτὸ λέγεται καὶ νοεῖται· κἂν γὰρ μὴ ᾖ πικρόν, νοεῖται τὸ γλυκὺ καθ’ ἑαυτό, κἂν μὴ ᾖ γλυκύ, νοεῖται τὸ πικρὸν καθ’ αὑτό. ὁμοίως δὲ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ ψυχρὸν καὶ τὸ θερμὸν πάντα ταῦτα ἐναντίωσιν ἐπιδεχόμενα πάντως καθ’ ἑαυτὰ νοεῖται πρότερον. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ ἔστι καθ’ ἑαυτὰ πρῶτον εἰπεῖν, ἀλλὰ ἀνάγκη συνεπινοεῖσθαι αὐτῶν ἑκάστῳ, πρὸς ὃ τὴν ἀναφορὰν ἔχει· τότε γὰρ μέγα οὐκ ἔστιν οὔτε εἰπεῖν οὔτε νοῆσαι μὴ οὐχὶ ἀνενεγκόντα ἐπί τι ἕτερον,1 πρὸς ὃ ἀποβλέπων μέγα φήσει τις εἶναι αὐτό. ὁμοίως δὲ καὶ τὰ λοιπὰ τὰ τρία· τί γὰρ ὁριστόν ἐστι νοῆσαι ἐκ τοῦ ἀκοῦσαι μέγα ἢ μικρὸν ἢ πολὺ ἢ ὀλίγον, οὐκ ἔστιν εἰπεῖν. εἰ τοίνυν τὰ μὲν ἔχοντα ἐναντιότητα καθ’ ἑαυτὰ πρώτως λέγεται, τὰ δὲ τέτταρα τὰ εἰρημένα οὐκ ἔστιν εἰπεῖν πρώτως καθ’ ἑαυτά, οὐκ ἂν ἐπιδέχοιτο ἐναντιότητα.
提问者:这是怎样的一个论证? 回答者:苦作为甜的相反者,就其自身被言说并被构想;因为即使没有苦,甜也依其自身被构想,即使没有甜,苦也依其自身被构想。同样,白与黑、冷与热也是如此——所有这些容纳相反性的事物,在任何情况下都首先依其自身被构想。然而大与小、多与少,却不可能首先依其自身来言说,而是必然要对它们中的每一个,将其所指向的事物一同构想出来;因为在那个时候,若不将其关联到某种别的事物上,就既不能言说也不能构想大,人们正是着眼于那别的事物,才会说它是大的。其余三者同样也是如此;因为听到“大”或“小”或“多”或“少”之后,能构想出什么确定之物,是说不出来的。因此,如果具有相反性的事物首先依其自身被言说,而上述四者不能首先依其自身被言说,那么它们就不会容纳相反性。
Ἐ. Ἔτι ἄλλο ἐπιχείρημα ποῖον ἔχεις εἰπεῖν; Ἀ. Τοῦτο· εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, ἐπειδὴ πρὸς τὸ μεῖζον ἐν τούτοις ἀφορίσαι μικρὸν ἂν δόξειεν εἶναι τὸ ἕτερον,2 πρὸς δὲ τὸ ἔλαττον πάλιν μέγα, καὶ τοῦτό γε κατὰ τὸν αὐτὸν καιρὸν συμβαίνει, συμβήσεται αὐτὸ ἑαυτῷ ἐναντιοῦσθαι. οὐκ ἄρα τὸ μέγα καὶ τὸ μικρόν εἰσιν ἐναντία. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ πολλοῦ καὶ ὀλίγου. ἀλλ’ εἰ μήτε ἐν τούτοις ἐναντίωσις μήτε ἐν τῷ τόπῳ, ὥς τισιν ἐδόκει, οὐκ ἔσται δήπου ἐν τῷ ποσῷ ἐναντίον.
提问者:你还能说出怎样的另一个论证? 回答者:这个论证:假若大与小将是相反者,既然在这些事物中,相对于较大者加以界定,另一方似乎将是小的,而相对于较小者,它又反过来似乎将是大的,并且这偏偏发生在同一时刻,那么其结果将是同一事物与自身相反。因此,大与小不是相反者。同样的道理也适用于多与少。但是,如果在这些事物中没有相反性,在场所中如某些人所认为的那样也没有相反性,那么在数量中显然就不会有相反者了。
Ἐ. Ἆρα οὖν διὰ τοῦτο ἴδιον τοῦ ποσοῦ τοῦτο; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ ἐπὶ τῆς οὐσίας ἐδείχθη ἐναντίωσις, καὶ ἐπὶ τινῶν δὲ τῶν τοῦ ποιοῦ δειχθήσεται μὴ προσοῦσα ἐναντίωσις, ὥστε οὐκ ἴδιον τοῦ ποσοῦ τοῦτο, κἂν παντὶ ποσῷ μηδὲν ᾖ ἐναντίον.
提问者:那么因此,这就是数量的固有属性吗? 回答者:绝非如此;因为在实体上也已经表明了相反性并不存在,而且在属于性质的某些事物上也将表明相反性并不依附,所以即便在任何数量中都没有相反者,这也不是数量的固有属性。
Ἐ. Εἰπὲ τοίνυν εἰ καὶ ἄλλο τι αὐτῷ πρόσεστιν. Ἀ. Φημὶ δὴ ὅτι οὐ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὸ ποσόν.3 τοῦτο δὲ δῆλον ἐπιοῦσι τὰ κατὰ μέρος· γραμμή τε γὰρ γραμμῆς καθὸ γραμμὴ οὐκ ἔστιν μᾶλλον γραμμὴ οὐδὲ ἐπιφάνεια ἐπιφανείας οὐκ ἔστιν μᾶλλον ἢ ἧττον ἐπιφάνεια, οὐδὲ σῶμα ᾗ σῶμα οὐδὲ τόπος ᾗ τόπος οὐδὲ ἀριθμὸς ᾗ ἀριθμὸς οὐδὲ μὴν χρόνος ᾗ χρόνος. ἀφ’ ὧν δὴ δῆλον ὅτι οὐκ ἐπιδέχεται τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον.
提问者:那么请说,是否还有某种别的属性依附于它? 回答者:我正要说,数量不容纳程度的较大与较小。这一点对于逐一检视各个部分的人来说是显而易见的;因为一条线就其作为线而言,相对于另一条线并不更是线,一个面相对于另一个面也不更是或更少是面,物体就其作为物体而言、场所就其作为场所而言、数目就其作为数目而言,乃至于时间就其作为时间而言,也绝非如此。由此显然可知,数量不容纳程度的较大与较小。
Ἐ. Ἆρα οὖν ἴδιον τοῦ ποσοῦ τοῦτο; Ἀ. Οὐδαμῶς. οὐ γὰρ ὑπάρχει αὐτῷ μόνῳ, εἰ καὶ παντί· ἐδείχθη γὰρ ὅτι καὶ ἡ οὐσία οὐδὲν μᾶλλόν ἐστιν ἑτέρα ἑτέρας οὐσία.
提问者:那么,这是数量的固有属性吗? 回答者:绝非如此。因为即使它属于一切数量,也并不只属于它;因为已经表明,一个实体相对于另一个实体也绝不更是实体。
Ἐ. Τί οὖν ἴδιον τοῦ ποσοῦ ἂν εἴη; Ἀ. Τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι· γραμμή τε γὰρ γραμμῇ ἢ ἴση ἢ ἄνισός ἐστι καὶ σῶμα σώματι καὶ ἐπιφάνεια ἐπιφανείᾳ.
提问者:那么,什么会是数量的固有属性呢? 回答者:被说成相等与不相等;因为线相对于线要么相等要么不相等,物体相对于物体、面相对于面也是如此。
Ἐ. Ὅταν οὖν λέγῃ τις ἐπὶ λευκοῦ, ὅτι τόδε τῷδε ἴσον, πῶς λέγει; Ἀ. Οὐ κυρίως ἀλλὰ καταχρώμενος ἀντὶ τοῦ ὅμοιον.
提问者:那么,当有人就白而言说“这个与那个相等”时,他是如何言说的? 回答者:并非本义地,而是借用来代替“相似”。
Ἐ. Πῶς δὲ ὁ ἄνθρωπος ἀνθρώπῳ λέγεται ἴσος καὶ πύργος πύργῳ, οὐκ ὄντα ποσά; Ἀ. Κατὰ συμβεβηκός.
提问者:那么,人与人、塔与塔既然不是数量,又怎么会被说成“相等”呢? 回答者:依附带属性。
Ἐ. Πῶς κατὰ συμβεβηκός; Ἀ. Οὐχ ὅτι οὐσία ἐστίν, ἀλλ’ ὅτι μέγεθος ἔχει. ποσὰ γάρ ἐστιν περὶ τὴν ἡμετέραν οὐσίαν πρῶτα αἱ καλούμεναι διαστάσεις, αὗται δέ εἰσιν μῆκος, πλάτος, βάθος.
提问者:如何依附带属性? 回答者:不是因为它是实体,而是因为它具有大小。因为围绕着我们实体的原初数量是所谓的维度,而这些就是长、宽、深。
Ἐ. Μετὰ τὸ ποσὸν τίς ἐστι τρίτη κατηγορία τῇ τάξει;
提问者:在数量之后,按顺序排在第三的范畴是什么?
- 3.4.65οὐκ ἔστιν οὔτε εἰπεῖν οὔτε νοῆσαι μὴ οὐχὶ ἀνενεγκόντα ἐπί τι ἕτερον
在否定短语 οὐκ ἔστιν 之后,μὴ οὐχὶ 与分词 ἀνενεγκόντα 连用,构成条件否定结构(“若不关联……便不能……”)。阳性单数宾格分词与前文不定式 εἰπεῖν 和 νοῆσαι 隐含的泛指宾格主语保持一致。
- 3.4.66πρὸς τὸ μεῖζον ἐν τούτοις ἀφορίσαι μικρὸν ἂν δόξειεν εἶναι τὸ ἕτερον
不定式 ἀφορίσαι 作状语,表示视点或界定标准(“若相对于较大者加以界定”)。介词短语 πρὸς τὸ μεῖζον 修饰 ἀφορίσαι,而 τὸ ἕτερον 则是主句潜势希求法动词 δόξειεν 的主语。
- 3.4.68οὐ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὸ ποσόν
否定词 οὐ 在句法上直接修饰紧随其后的短语 τὸ μᾶλλον καὶ ἧττον,而非仅仅否定动词 ἐπιδέχεται,通过倒装(hyperbaton)突出了否定焦点在于宾语(“数量所不容纳的,乃是程度的较大与较小”)。
