← 波菲利

亚里士多德《范畴篇》释义

§108.13-109.26

大小多寡的双重含义及其关系性质

波菲利解释了“大与小”和“多与少”具有绝对的不确定数量与关系者的双重含义,并阐述了亚里士多德如何通过归纳和三段论论证它们不属于数量而属于关系者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.54

Ἐ. Ἆρα οὖν τῶν πρός τί ἐστι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον; Ἀ. Οὐ μόνον τῶν πρός τι, ἀλλὰ καὶ ἁπλῶς σημαίνει ποσὸν ἀόριστον ἕκαστον τούτων· διχῶς γὰρ λέγεται τὸ μέγα καὶ διχῶς τὸ μικρὸν καὶ ὁμοίως τὸ πολὺ καὶ ὀλίγον, τὸ μὲν ἁπλῶς, τὸ δὲ τῶν πρός τι.

问:那么“大”、“小”、“多”与“少”属于关系者吗?答:不仅属于关系者,而且它们中的每一个也单纯地表示不确定的数量;因为“大”有两种说法,“小”也有两种说法,同样“多”与“少”也是如此:一种是单纯地,另一种是作为关系者。

§3.4.55

Ἐ. Τὰ ἁπλῶς σημαινόμενα ποσὰ ποταπὰ εἶναι λέγεις; Ἀ. Ἀόριστα.

问:你说的被单纯表示的数量是怎样的?答:是不确定的。

§3.4.56

Ἐ. Διὰ τί ἀόριστα; Ἀ. Ὅτι οὐκ ἔστιν λαβεῖν τὸ μέγα πόσῳ μέγα, οὐδὲ τὸ μικρὸν πόσῳ μικρόν. εὐθὺς οὖν φέρεται ἡ διάνοια ἐπί τι μικρόν, ὅταν εἴπῃ μέγα, ἵνα διανοηθῇ, πόσῳ τὸ μέγα ῥηθέν ἐστιν.

问:为何是不确定的?答:因为无法把握大者有多大,也无法把握小者有多小。因此,当有人说“大”时,理智立刻转向某种小的东西,以便思索所说的大者究竟有多大。

§3.4.57

Ἐ. Διὰ τί οὖν οὐ πρός τι μόνον αὐτὰ λέγεις, ἀλλὰ καὶ ἁπλῶς ποσόν; Ἀ. Ὅτι ἐκ πρώτης ποσὸν μᾶλλον. καὶ οὕτως λέγεται μέγα καὶ μικρὸν καὶ πλέον καὶ ἔλαττον, τὸ δὲ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον ἐμφαίνει τὸ ἁπλῶς καὶ μὴ κατὰ τὴν πρὸς ἄλληλα σχέσιν οὕτως λέγεσθαι, ἐμφαίνει δὲ καὶ τὸ πρὸς ἄλλο. διὸ δύο σημαίνεσθαι ἐξ αὐτῶν ἔφαμεν καὶ ἀπόλυτον καὶ πρός τι.

问:那么你为何不把它们仅仅说成是关系者,而且也说成单纯的数量呢?答:因为首要地它更是数量。并且在这样说时有“大”、“小”、“较多”与“较少”,而“大”、“小”以及“多”与“少”表明它们被单纯地说出、而非按照彼此的关系被这样说出,但也表明朝向另一事物的[关系]。因此我们说,从它们之中表示了两种事物:既有绝对者,也有关系者。

§3.4.58

Ἐ. Ἆρα οὖν ὁ Ἀριστοτέλης τῶν δύο σημαινομένων ἐμνήσθη; Ἀ. Οὐδαμῶς.

问:那么亚里士多德提到了这两种含义吗?答:绝没有。

§3.4.59

Ἐ. Ἀλλὰ τίνος; Ἀ. Τοῦ κατὰ τὸ πρός τι μόνον ἀπ’ αὐτοῦ λαμβανομένου, ὃ καὶ πειρᾶται διὰ πλειόνων ἐπιδεῖξαι.

问:而是提到了哪一种?答:仅仅提到了被他按照关系者把握的那一种,他也试图通过多个论据来论证这一点。

§3.4.60

Ἐ. Τίς οὖν πρῶτος λόγος εἰς τὴν τούτου ἀπόδειξιν λαμβάνεται; Ἀ. Ὁ ἐκ τῆς ἐπαγωγῆς· οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, ὡς παραστήσει ἡ ἐπαγωγή· οἷον ὄρος μικρὸν λέγεται καίτοι ἁπλῶς οὕτως οὐκ ὂν μικρόν, ἀλλὰ δῆλον τὸ πρὸς ἕτερον ὁμογενὲς αὐτὸ μεῖζον γίνεσθαι τὴν ἀναφοράν.1 καὶ πάλιν ἡ κέγχρος πάντων οὖσα μικροτέρα ὅμως λέγεται μεγάλη, δηλονότι ἀναφερομένη πρὸς ἄλλην κέγχρον.

问:那么为了论证这一点,所采用的第一个论据是什么?答:来自归纳的论据;因为没有任何事物依其自身被说成大或小,而是关涉另一事物,正如归纳将表明的;例如,一座山被称为小,尽管并非单纯如此是小的,但显然其关涉是朝向另一个更大的同类事物做出的。再如,一粒黍米虽然比所有事物都小,却仍被称为大,显然是因为它被关涉到另一粒黍米。

§3.4.61

Ἐ. Τί οὖν τοῦτο πρὸς ἀπόδειξιν ποιεῖ τοῦ τὸ μέγα καὶ τὸ μικρὸν λέγεσθαι κατὰ τὸ πρός τι; Ἀ. Ὅτι εἴπερ ταὐτὸν ἑκάτερον καθ’ ἑαυτὸ ἐλέγετο καὶ μὴ πρὸς ἄλλο τι τῶν ὁμογενῶν ἡ ἀναφορὰ ἐγίνετο αὐτῶν, οὐκ ἂν τὸ μὲν ὄρος μικρὸν ἐλέγετο, ἡ δὲ κέγχρος μεγάλη.

问:那么这对于论证“大”与“小”是按照关系者说的起到了什么作用呢?答:因为如果每一个都是同一地依其自身被述说,且它们不是朝向同类事物中的另一事物做出关涉,那么山就不会被称为小,而黍米也不会被称为大了。

§3.4.62

Ἐ. Πῶς οὖν ἂν εἴποις συντόμως τοῦτο καὶ συλλογιστικῶς; Ἀ. Οὕτως· τὸ ποσὸν οὐ λέγεται πρὸς ἕτερον οἷον τὸ δίπηχυ, τρίπηχυ, ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, τὸ δὲ μέγα καὶ τὸ μικρὸν ἑτέρου λέγεται.2 οὐκ ἄρα ἐστὶ τὸ μέγα καὶ τὸ μικρὸν ποσά. πάλιν ἄλλως· τὸ ποσὸν καθ’ ἑαυτὸ λέγεται, ὃ δείκνυται τῇ ἐπαγωγῇ, τὸ δὲ μέγα καὶ τὸ μικρὸν καθ’ ἑαυτὸ οὐ λέγεται, οὐκ ἄρα τὸ μέγα καὶ τὸ μικρόν ἐστι ποσά.

问:那么你如何简要且以三段论形式表述这一点呢?答:这样:数量不是相对于另一事物被述说的,例如两肘长、三肘长、面以及其他,而“大”与“小”是相对于另一事物被述说的。因此“大”与“小”不是数量。又换一种方式:数量是依其自身被述说的,这由归纳所表明,而“大”与“小”不是依其自身被述说的。因此“大”与“小”不是数量。

§3.4.63

Ἐ. Ὅτι μὲν οὖν τὸ μέγα καὶ τὸ μικρὸν οὐ ποσὰ ἀλλὰ πρός τι, ἀπέδειξας. δεῖξον δὲ ὅτι μὴ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ποσὰ ἀλλὰ πρός τι. Ἀ. Ἐν μὲν γὰρ ταῖς Ἀθήναις εἰ τύχοι τρισχιλίων ὄντων ἀνθρώπων φαμὲν ὀλίγους εἶναι, ἐν δὲ τῇ κώμῃ κἂν ὦσιν τριακόσιοι, λέγομεν πολλοί εἰσιν, καίτοι πολλαπλασίων ὄντων Ἀθήναζε. καὶ ἐν μὲν τῇ οἰκίᾳ οἱ πεντακόσιοι πολλοί, ἐν δὲ τῇ πόλει κἂν πολλαπλάσιοι τούτων ὦσιν, ὀλίγοι λέγονται. πρὸς ἕτερον οὖν ἡ ἀναφορὰ τοῦ πολλοῦ καὶ ὀλίγου λέγεται. καὶ ἄλλο ἐπιχείρημα· τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ τὰ δύο καὶ πέντε ποσὸν ἕκαστον σημαίνει, τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν τοῦ ποσοῦ δηλωτικά· ἐκ γὰρ τοῦ φάναι πολὺ ἢ ὀλίγον οὐ σημαίνεται ἀριθμός, ὡσαύτως δὲ οὐκ ἂν εἴπωμεν μέγα ἢ μικρόν, οὐ δηλοῦται διωρισμένον τι ποσόν.3 οὐκ ἄρα ποσὰ ταῦτα.

问:你已经论证了“大”与“小”不是数量而是关系者。现在请证明“多”与“少”也不是数量而是关系者。答:因为在雅典假如有三千人,我们说他们很少,但在村庄里即使有三百人,我们也说很多,尽管在雅典的人数是其许多倍。在房子里五百人是多的,但在城邦里即使是此数的许多倍,也被说成是少的。因此,“多”与“少”的关涉是相对于另一事物被述说的。还有另一个论据:两肘长、三肘长以及二和五各自表示数量,而“多”与“少”不是数量的指明者;因为单凭说“多”或“少”并不能表示数目,同样如果我们说“大”或“小”,也没有指明某种确定的数量。因此这些不是数量。

语法注3 条
  1. 3.4.60δῆλον τὸ πρὸς ἕτερον ὁμογενὲς αὐτὸ μεῖζον γίνεσθαι τὴν ἀναφοράν

    由冠词 τὸ 引导的带宾格不定式短语(τὴν ἀναφορὰν γίνεσθαι πρὸς ...)作为谓词形容词 δῆλον 的主语。代词 αὐτό 在上下文中指 ὄρος(山),在此作为前置的宾格主语,或作同位语以强调关涉是朝向同类中更大的另一事物做出的。

  2. 3.4.62ἑτέρου λέγεται

    属格 ἑτέρου 表示关系的对象,与前文的 πρὸς ἕτερον λέγεται(相对于另一事物被述说)同义,这是关系范畴术语中将相关对象置于属格的标准句法结构。

  3. 3.4.63ὡσαύτως δὲ οὐκ ἂν εἴπωμεν μέγα ἢ μικρόν, οὐ δηλοῦται διωρισμένον τι ποσόν

    短语 οὐκ ἂν εἴπωμεν 由否定词 οὐκ 加上引导条件从句的 ἂν (= ἐάν) 构成,引出条件从句(“同样地,即使我们说‘大’或‘小’”),其否定词先置并照应主句谓语 οὐ δηλοῦται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:108.13-109.26